καὶ πρῶτον πάντων προβάλλεται εἰκόνα τοῦ πατρὸς θεόν, δι᾿ οὗ ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, τουτέστι »τὰ οὐράνια καὶ τὰ ἐπίγεια«, τὰ δεξιὰ καὶ τὰ ἀριστερά. οὗτος ὡς εἰκὼν πατρὸς πατὴρ γίνεται καὶ προβάλλει πρῶτον τὸν ψυχικὸν Χριστὸν υἱοῦ εἰκόνα, ἔπειτα τοὺς ἀρχαγγέλους αἰώνων εἰκόνας, εἶτα ἀγγέλους ἀρχ αγγέλων ἐκ τῆς ψυχικῆς καὶ φωτεινῆς οὐσίας, ἥν φησιν ὁ προφητικὸς λόγος »καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων«, κατὰ τὴν συμπλοκὴν τῶν δύο οὐσιῶν τῶν αὐτῷ πεποιημένων τὸ εἰλικρινὲς »ἐπιφέρεσθαι« εἰπών. τὸ δὲ ἐμβριθὲς καὶ ὑλικὸν ὑποφέρεσθαι, τὸ θολερὸν καὶ παχυμερές. ἀσώματον δὲ καὶ ταύτην ἐν ἀρχῇ αἰνίσσεται τῷ φάσκειν »ἀόρατον«· οὔτε γὰρ ἀνθρώπῳ τῷ μηδέπω ὄντι ἀόρατος ἦν οὔτε τῷ θεῷ· ἐδημιούργει γάρ· ἀλλὰ τὸ ἄμορφον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον αὐτῆς ὧδέ πως ἐξεφώνησεν.