ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν, εἶθ᾿ οὕτως εἰς συγκρίματα καὶ σώματα· ἀθρόως γὰρ οὐσίαν ποιῆσαι τὰ πάθη οὐκ ἐνῆν· καὶ τοῖς σώμασι κατὰ φύσιν ἐπιτηδειότητα ἐνεποίησεν. Πρῶτος μὲν οὖν δημιουργὸς ὁ Σωτὴρ γίνεται καθολικός. »ἡ δὲ Σοφία« δευτέρα »οἰκοδομεῖ οἶκον ἑαυτῇ καὶ ὑπήρεισεν στύλους ἑπτά«.