Ἰδοῦσα δὲ αὐτὸν ἡ Σοφία ὅμοιον τῷ καταλιπόντι αὐτὴν φωτὶ ἐγνώρισεν καὶ προσέδραμεν καὶ ἠγαλλιάσατο καὶ προσεκύνησεν, τοὺς δὲ ἄρρενας ἀγγέλους τοὺς σὺν αὐτῷ ἐκπεμφθέντας θεασαμένη, κατῃδέσθη καὶ κάλυμμα ἐπέθετο. διὰ τούτου τοῦ μυστηρίου ὁ Παῦλος κελεύει τὰς γυναῖκας »φορεῖν ἐξουσίαν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους«. Εὐθὺς οὖν ὁ Σωτὴρ ἐπιφέρει αὐτῇ μόρφωσιν τὴν κατὰ γνῶσιν