Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ ὄντος. λέγουσι δὲ καὶ τοὺς αἰῶνας ὁμωνύμως τῷ λόγῳ λόγους. οἱ ἀπόστολοι, φησί, μετετέθησαν τοῖς δεκαδύο ζῳδίοις. ὡς γὰρ ὑπ᾿ ἐκείνων ἡ γένεσις διοικεῖται, οὕτως ὑπὸ τῶν ἀποστόλων ἡ ἀναγέννησις ἐφ ορᾶται.