Ὅταν οὖν εἴπῃ ὁ κύριος »μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· ἀμὴν λέγω ὑμῖν· τούτων οἱ ἄγγελοι τὸ πρόσωπον τοῦ πατρὸς διὰ παντὸς βλέπουσιν«, οἷον τὸ προκέντημα, τοῖοι ἔσονται οἱ ἐκλεκτοί, τὴν τελείαν ἀπολαβόντες προκοπήν· »μακάριοι δὲ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.« πρόσωπον δὲ τοῦ ἀσχηματίστου πῶς ἂν εἴη; σώματα γοῦν ἐπουράνια εὔμορφα καὶ νοερὰ οἶδεν ὁ ἀπόστολος. πῶς δ᾿ ἂν καὶ ὀνόματα διάφορα αὐτῶν ἐλέγετο, εἰ μὴ σχήμασιν ἦν περιγεγραμμένα, μορφῇ καὶ σώματι; »ἄλλη δόξα ἐπουρανίων, ἄλλη ἐπιγείων, ἄλλη ἀγγέλων, ἄλλη ἀρχαγγέλων·« ὡς πρὸς τὴν σύγκρισιν τῶν τῇδε σωμάτων (οἷον ἄστρων) ἀσώματα καὶ ἀνείδεα, ἀλλ᾿ ὡς πρὸς τὴν σύγκρισιν τοῦ υἱοῦ σώματα μεμετρημένα καὶ αἰσθητά· οὕτως καὶ ὁ υἱὸς πρὸς τὸν πατέρα παραβαλλόμενος· καὶ δύναμιν μὲν ἰδίαν ἔχει ἕκαστον τῶν πνευματικῶν καὶ ἰδίαν οἰκονομίαν. καθὸ δὲ ὁμοῦ τε ἐγένοντο καὶ τὸ ἐντελὲς ἀπειλήφασιν οἱ πρωτόκτιστοι, κοινὴν τὴν λειτουργίαν καὶ ἀμέριστον. Οἱ πρωτόκτιστοι οὖν τόν τε υἱὸν ὁρῶσι καὶ ἑαυτοὺς καὶ τὰ ὑποβεβηκότα, ὥσπερ καὶ οἱ ἀρχάγγελοι τοὺς πρωτοκτίστους. ὁ δὲ υἱὸς ἀρχὴ τῆς πατρικῆς ὑπάρχει θέας, πρόσωπον τοῦ πατρὸς λεγόμενος. καὶ οἱ μὲν ἄγγελοι νοερὸν πῦρ καὶ πνεύματα νοερά, τὴν οὐσίαν ἀποκεκαθαρμένοι, φῶς δὲ νοερὸν ἡ μεγίστη προκοπὴ ἀπὸ τοῦ νοεροῦ πυρὸς ἀποκεκαθαρμένου τέλεον, »εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«. ὁ Πέτρος φησίν· ὁ δὲ υἱὸς ἔτι τούτου καθαρώτερος, »ἀπρόσιτον φῶς« καὶ »δύναμις θεοῦ«, καὶ κατὰ τὸν ἀπόστολον »τιμίῳ καὶ ἀμώμῳ καὶ ἀσπίλῳ αἵματι ἐλυτρώθημεν«. οὗ »τὰ μὲν ἱμάτια ὡς φῶς ἔλαμψεν, τὸ πρόσωπον δὲ ὡς ὁ ἥλιος«, ᾧ μηδὲ ἀντωπῆσαι ἔστι ῥᾳδίως. Οὗτός ἐστιν »ἄρτος ἐπουράνιος« καὶ »πνευματικὴ τροφὴ« ζωῆς παρεκτικὴ κατὰ τὴν βρῶσιν καὶ γνῶσιν, »τὸ φῶς τῶν ἀνθρώπων«. τῆς ἐκκλησίας δηλονότι. οἱ μὲν οὖν τὸν οὐράνιον ἄρτον φαγόντες ἀπέθανον, ὁ δὲ τὸν ἀληθινὸν ἄρτον τοῦ πνεύματος ἐσθίων οὐ τεθνήξεται. ὁ ζῶν ἄρτος ὁ ὑπὸ τοῦ πατρὸς δοθεὶς ὁ υἱός ἐστι τοῖς ἐσθίειν βουλομένοις· »ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω«, φησίν, »ἡ σάρξ μού ἐστιν«, ἤτοι ᾧ τρέφεται ἡ σὰρξ διὰ τῆς εὐχαριστίας ἤ, ὅπερ καὶ μᾶλλον. ἡ σὰρξ τὸ σῶμα αὐτοῦ ἐστιν, »ὅπερ ἐστὶν ἡ ἐκκλησία«. »ἄρτος οὐράνιος«, συναγωγὴ εὐλογημένη· τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων. Τὰ δαιμόνια »ἀσώματα« εἴρηται, οὐχ ὡς σῶμα μὴ ἔχοντα (ἔχει γὰρ καὶ σχῆμα· διὸ καὶ συναίσθησιν κολάσεως ἔχει), ἀλλ᾿ ὡς πρὸς σύγκρισιν τῶν σῳζομένων σωμάτων πνευματικῶν σκιὰ ὄντα ἀσώματα εἴρηται. καὶ οἱ ἄγγελοι σώματά εἰσιν· ὁρῶνται γοῦν. ἀλλὰ καὶ ἡ ψυχὴ σῶμα. ὁ γοῦν ἀπόστολος· »σπείρεται μὲν γὰρ σῶμα ψυχικόν, ἐγείρεται δὲ σῶμα πνευματικόν.« πῶς δὲ καὶ αἱ κολαζόμεναι ψυχαὶ συναισθάνονται μὴ σώματα οὖσαι; »φοβήθητε« γοῦν λέγει »τὸν μετὰ θάνατον δυνάμενον καὶ ψυχὴν καὶ σῶμα εἰς γέενναν βαλεῖν.« τὸ γὰρ φαινόμενον οὐ πυρὶ καθαίρεται, ἀλλ᾿ εἰς γῆν ἀναλύεται. ἄντικρυς δὲ ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου διὰ τῶν σωματικῶν μελῶν σῶμα εἶναι δείκνυται ἡ ψυχή. »Ὡς δὲ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου« τοῦ πνευματικοῦ, κατὰ προκοπὴν τελειούμενοι. πλὴν πάλιν εἰκόνα λέγει, ὡς εἶναι σώματα πνευματικά. καὶ πάλιν· »ἄρτι βλέπομεν δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.« αὐτίκα γὰρ ἀρχόμεθα γινώσκειν * *. οὗ δὲ πρόσωπον. καὶ ἰδέα καὶ σχῆμα καὶ σῶμα. σχῆμα μὲν οὖν σχήματι θεωρεῖται καὶ πρόσωπον προσώπῳ καὶ ἐπιγινώσκεται τὰ γνωρίσματα τοῖς σχήμασι καὶ ταῖς οὐσίαις.