ὁ τούτων πλοῦτος παρὼν μὲν ἅπασι θανατηφόρος, ἀπολόμενος δὲ σωτήριος· οὗ δεῖ δεῖ Ghisler. δὴ MS. καθαρεύουσαν, τουτέστι πτωχεύουσαν καὶ γυμνὴν τὴν ψυχὴν παρασχόμενον οὕτως ἤδη τοῦ σωτῆρος ἀκοῦσαι λέγοντος· δεῦρο ἀκολούθει μοι. ὁδὸς γὰρ αὐτὸς ἤδη τῷ καθαρῷ τὴν καρδίαν γίνεται, εἰς δὲ ἀκάθαρτον ψυχὴν θεοῦ χάρις οὐ παραδύεται· ἀκάθαρτος δὲ ἡ πλουτοῦσα τῶν ἐπιθυμιῶν καὶ ὠδίνουσα πολλοῖς ἔρωσι καὶ κοσμικοῖς. ὁ μὲν γὰρ ἔχων κτήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ οἰκίας ὡς θεοῦ δωρεάς, καὶ καὶ Schwartz. τῷ τε διδόντι θεῷ λειτουργῶν ἀπ’ αὐτῶν εἰς ἀνθρώπων σωτηρίαν, καὶ εἰδὼς ὅτι ταῦτα κέκτηται διὰ τοὺς ἀδελφοὺς μᾶλλον ἢ ἑαυτόν, καὶ κρείττων ὑπάρχων τῆς κτήσεως αὐτῶν, μὴ δοῦλος ὢν ὢν inserted by Mayor. ὦν κέκτηται, μηδὲ ἐν τῇ ψυχῇ ταῦτα περιφέρων, μηδὲ ἐν τούτοις ὁρίζων καὶ περιγράφων τὴν ἑαυτοῦ ζωήν, ἀλλά τι καὶ καλὸν ἔργον καὶ θεῖον ἀεὶ διαπονῶν, κἂν ἀποστερηθῆναι δέῃ ποτὲ τούτων, δυνάμενος ἵλεῳ τῇ γνώμῃ καὶ τὴν ἀπαλλαγὴν αὐτῶν ἐνεγκεῖν ἐξ ἴσου καθάπερ καὶ τὴν περιουσίαν, οὗτός ἐστιν ὁ μακαριζόμενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρονόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος· ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων, καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρόν, καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν, καὶ ἑκάστοτε τὸ πλεῖον βλέπων, κάτω νενευκὼς καὶ τοῖς τοῦ κόσμου θηράτροις πεπεδημένος, γῆ ὢν καὶ εἰς γῆν ἀπελευσόμενος, πόθεν δύναται βασιλείας οὐρανῶν ἐπιθυμῆσαι καὶ φροντίσαι, ἄνθρωπος οὐ καρδίαν ἀλλὰ ἀγρὸν ἢ μέταλλον φορῶν, ἐν τούτοις εὑρεθησόμενος ἐπάναγκες ἐπάναγκες Stählin. ἐπʼ ἀνάγκαις MS. ἐν ἐν Stählin. οἷς εἵλετο; ὅπου γὰρ ὁ νοῦς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ. Θησαυροὺς δέ γε ὁ κύριος οἶδε διττούς, τὸν μὲν ἀγαθόν, ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν, τὸν δὲ πονηρόν, ὁ γὰρ κακὸς ἐκ τοῦ κακοῦ θησαυροῦ προφέρει τὸ κακόν, ὅτι ἐκ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. ὥσπερ οὖν θησαυρὸς οὐχ εἷς παρ’ αὐτῷ καθὸ καὶ παρ’ ἡμῖν, ὁ τὸ αἰφνίδιον μέγα κέρδος ἐν εὑρήσει διδούς, ἀλλὰ καὶ δεύτερος, ὁ ἀκερδὴς καὶ ἄζηλος καὶ δύσκτητος καὶ ἐπιζήμιος, οὕτως καὶ πλοῦτος ὁ μέν τις ἀγαθῶν, ὁ δὲ κακῶν, εἴ γε τὸν πλοῦτον καὶ τὸν θησαυρὸν οὐκ ἀπηρτημένους ἴσμεν ἀλλήλων τῇ φύσει. καὶ ὁ μέν τις πλοῦτος κτητὸς ἂν εἴη καὶ περίβλητος, ὁ δὲ ἄκτητος καὶ ἀπόβλητος· τὸν αὐτὸν δὲ τρόπον καὶ πτωχεία μακαριστὴ μὲν ἡ πνευματική. διὸ καὶ προσέθηκεν ὁ Ματθαῖος· μακάριοι οἱ πτωχοί· πῶς; τῷ πνεύματι. καὶ πάλιν· μακάριοι οἱ πεινῶντες καὶ. διψῶντες τὴν δικαιοσύνην τοῦ θεοῦ. οὐκοῦν ἄθλιοι οἱ ἐναντίοι πτωχοί, θεοῦ μὲν ἄμοιροι, ἀμοιρότεροι δὲ τῆς ἀνθρωπίνης κτήσεως, ἄγευστοι δὲ δικαιοσύνης θεοῦ. Ὥστε τοὺς πλουσίους μαθηματικῶς ἀκουστέον, τοὺς δυσκόλως εἰσελευσομένους εἰς τὴν βασιλείαν, μὴ σκαιῶς μηδὲ ἀγροίκως μηδὲ σαρκίνως· οὐ γὰρ οὕτως λέλεκται. οὐδὲ ἐπὶ τοῖς ἐκτὸς ἡ σωτηρία, οὔτε εἰ πολλὰ οὔτε εἰ ὀλίγα ταῦτα ἢ μικρὰ ἢ μεγάλα ἢ ἔνδοξα ἢ ἄδοξα ἢ εὐδόκιμα ἢ ἀδόκιμα, ἀλλ’ ἐπὶ τῇ τῆς ψυχῆς ἀρετῇ, πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ καὶ φιλαδελφίᾳ καὶ γνώσει καὶ πραότητι καὶ ἀτυφίᾳ καὶ ἀληθείᾳ, ὧν ἆθλον ἡ σωτηρία. οὐδὲ γὰρ διὰ κάλλος σώματος ζήσεταί τις ἢ τοὐναντίον ἀπολεῖται· ἀλλ’ ὁ μὲν τῷ δοθέντι σώματι ἁγνῶς καὶ κατὰ θεὸν χρώμενος ζήσεται, ὁ δὲ φθείρων τὸν ναὸν θεοῦ φθαρήσεται. δύναται δέ τις καὶ αἰσχρὸς ἀσελγαίνειν καὶ κατὰ κάλλος σωφρονεῖν· οὐδὲ ἰσχὺς καὶ μέγεθος σώματος ζωοποιεῖ, οὐδὲ τῶν μελῶν οὐδενία ἀπολλύει, ἀλλ’ ἡ τούτοις ψυχὴ χρωμένη τὴν αἰτίαν ἐφ’ ἑκάτερα παρέχεται. ὑπόφερε γοῦν, φησί, παιόμενος τὸ πρόσωπον, ὅπερ δύναται καὶ ἰσχυρός τις ὢν καὶ εὐεκτῶν ὑπακοῦσαι καὶ πάλιν ἀσθενικός τις ὢν ἀκρασίᾳ γνώμης παραβῆναι. οὕτως καὶ ἄπορός τις ὢν καὶ ἄβιος εὑρεθείη ποτ’ ἂν μεθύων ταῖς ἐπιθυμίαις, καὶ χρήμασι πλούσιος νήφων καὶ πτωχεύων ἡδονῶν, πεπεισμένος, συνετός, καθαρός, κεκολασμένος. εἰ τοίνυν ἐστὶ τὸ ζησόμενον μάλιστα καὶ πρῶτον ἡ ψυχή, καὶ περὶ ταύτην ἀρετὴ μὲν φυομένη σῴζει, κακία δὲ θανατοῖ, δῆλον ἤδη σαφῶς ὅτι αὕτη καὶ πτωχεύουσα ὧν ἄν τις ὑπὸ πλούτου πλούτου Combefis. τούτου MS. διαφθείρηται διαφθείρηται Segaar. διαφθείρει MS. σῴζεται, καὶ πλουτοῦσα τούτων ὧν ἐπιτρίβει πλοῦτος θανατοῦται θανατοῦται Dindorf. θανοῦται MS. καὶ μηκέτι ζητῶμεν ἀλλαχοῦ τὴν αἰτίαν τοῦ τέλους πλὴν ἐν τῇ τῆς ψυχῆς καταστάσει καὶ διαθέσει πρός τε ὑπακοὴν θεοῦ καὶ καθαρότητα πρός τε παράβασιν ἐντολῶν καί κακίας συλλογήν. Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς πλούσιός πλούσιός inserted by Wendland. ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος, ὁ δὲ νόθος πλούσιος ὁ κατὰ σάρκα πλουτῶν καὶ τὴν ζωὴν εἰς τὴν τὴν inserted by Ghisler. ἔξω κτῆσιν μετενηνοχὼς τὴν παρερχομένην καὶ φθειρομένην καὶ ἄλλοτε ἄλλου γινομένην καὶ ἐν τῷ τέλει μηδενὸς μηδαμῇ. πάλιν αὖ κατὰ τὸν αὐτὸν τρόπον καὶ γνήσιος πτωχὸς καὶ νόθος ἄλλος πτωχὸς καὶ ψευδώνυμος, ὁ μὲν κατὰ πνεῦμα πτωχός, τὸ ἴδιον, ὁ δὲ κατὰ κόσμον, τὸ ἀλλότριον. τῷ δὴ κατὰ κόσμον οὐ οὐ inserted by Jülicher. πτωχῷ καὶ πλουσίῳ κατὰ τὰ πάθη ὁ κατὰ πνεῦμα οὐ οὐ Segaar. Stählin retains this. πτωχὸς καὶ κατὰ θεὸν πλούσιος ἀπόστηθι, φησί φησί inserted by Ghisler. , τῶν ὑπαρχόντων ἐν τῇ ψυχῇ σου κτημάτων ἀλλοτρίων, ἵνα καθαρὸς τῇ καρδίᾳ γενόμενος ἴδῃς τὸν θεόν, ὅπερ καὶ δι’ ἑτέρας φωνῆς ἐστὶν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. καὶ πῶς αὐτῶν ἀποστῇς; πωλήσας. τί οὖν; χρήματα ἀντὶ κτημάτων λάβῃς; ἀντίδοσιν πλούτου πρὸς πλοῦτον ποιησάμενος, ἐξαργυρίσας τὴν φανερὰν οὐσίαν; οὐδαμῶς· ἀλλὰ ἀντὶ τῶν πρότερον ἐνυπαρχόντων τῇ ψυχῇ, ἣν σῶσαι ποθεῖς, ἀντεισαγόμενος ἕτερον πλοῦτον θεοποιὸν καὶ ζωῆς χορηγὸν αἰωνίου, τὰς κατὰ τὴν ἐντολὴν τοῦ θεοῦ διαθέσεις, ἀνθ’ ὧν σοι περιέσται μισθὸς καὶ τιμή, διηνεκὴς σωτηρία καὶ αἰώνιος ἀφθαρσία. οὕτως καλῶς πωλεῖς τὰ ὑπάρχοντα, τὰ πολλὰ καὶ περισσὰ καὶ ἀποκλείοντά σοι τοὺς οὐρανούς, ἀντικαταλλασσόμενος αὐτῶν τὰ σῶσαι δυνάμενα. ἐκεῖνα ἐχέτωσαν οἱ σάρκινοι πτωχοὶ καὶ τούτων δεόμενοι, σὺ δὲ τὸν πνευματικὸν πλοῦτον ἀντιλαβὼν ἔχοις ἂν ἤδη θησαυρὸν ἐν οὐρανοῖς. Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄνθρωπος, μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα καὶ μὴ ἔχειν καὶ χρῆσθαι τῷ κόσμῳ καὶ μὴ χρῆσθαι, ἀπῆλθε στυγνὸς καὶ κατηφής, λιπὼν τὴν τάξιν τῆς ζωῆς, ἧς ἐπιθυμεῖν μόνον, ἀλλ’ οὐχὶ καὶ τυχεῖν ἠδύνατο, τὸ δύσκολον ποιήσας ἀδύνατον αὐτὸς ἑαυτῷ. δύσκολον γὰρ ἦν μὴ περιάγεσθαι μηδὲ καταστράπτεσθαι τὴν ψυχὴν ὑπὸ τῶν προσόντων ἁβρῶν τῷ προδήλῳ πλούτῳ καὶ ἀνθηρῶν γοητευμάτων, οὐκ ἀδύνατον δὲ τὸ καὶ ἐν τούτῳ λαβέσθαι σωτηρίας, εἴ τις ἑαυτὸν ἀπὸ τοῦ αἰσθητοῦ πλούτου ἐπὶ τὸν νοητὸν καὶ θεοδίδακτον μεταγάγοι καὶ μάθοι τοῖς ἀδιαφόροις ἀδιαφόροις Ghisler. διαφόρως MS. χρῆσθαι καλῶς καὶ ἰδίως καὶ ὡς ἂν εἰς ζωὴν αἰώνιον ὁρμήσαι ὁρμήσαι Wilamowitz. ὁρμᾶσαι MS . καὶ οἱ μαθηταὶ δὲ τὸ πρῶτον μὲν καὶ αὐτοὶ περιδεεῖς καὶ καταπλῆγες γεγόνασιν. ἀκούσαντες τί δήποτε; ἆρά γε ὅτι χρήματα καὶ αὐτοὶ ἐκέκτηντο πολλά; ἀλλὰ καὶ αὐτὰ ταῦτα τὰ δικτύφια καὶ ἄγκιστρα καὶ τὰ ὑπηρετικὰ σκαφίδια ἀφῆκαν πάλαι, ἅπερ ἦν αὐτοῖς μόνα. τί οὖν φοβηθέντες λέγουσι· τίς δύναται σωθῆναι; καλῶς ἤκουσαν καὶ ὡς μαθηταὶ τοῦ παραβολικῶς καὶ ἀσαφῶς ἀσαφῶς Ghisler. σαφῶς MS. λεχθέντος ὑπὸ τοῦ κυρίου καὶ ᾔσθοντο τοῦ βάθους τῶν λόγων. ἕνεκα μὲν οὖν χρημάτων ἀκτημοσύνης εὐέλπιδες ἦσαν πρὸς σωτηρίαν· ἐπειδὴ δὲ συνῄδεσαν ἑαυτοῖς μήπω τὰ πάθη τέλεον ἀποτεθειμένοις ἀποτεθειμένοις Mayor. ἀποτιθεμένοις MS. ʽἀρτιμαθεῖς γὰρ ἦσαν καὶ νεωστὶ πρὸς τοῦ σωτῆρος ἠνδρολογημένοἰ, περισσῶς ἐξεπλήσσοντο καὶ ἀπεγίνωσκον ἑαυτοὺς οὐδέν τι ἧττον ἐκείνου τοῦ πολυχρημάτου καὶ δεινῶς τῆς κτήσεως περιεχομένου, ἥν γε προέκρινεν ζωῆς αἰωνίου. ἄξιον οὖν ἦν τοῖς μαθηταῖς φόβου πάντως, πάντως Wilamowitz. παντὸς MS. εἰ καὶ ὁ χρήματα κεκτημένος καὶ ὁ τῶν παθῶν ἔγκυος, ὧν ὦν Stählin. ὣν MS. ἐπλούτουν καὶ αὐτοί, παραπλησίως ἀπελασθήσονται οὐρανῶν· ἀπαθῶν γὰρ καὶ καθαρῶν ψυχῶν ἐστιν ἡ σωτηρία.