»Εσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι.« τοῦτο πολύχουν μέν ἐστι κατὰ τὴν ὑπόνοιαν καὶ τὸν σαφηνισμόν, οὐ μὴν ἔν γε τῷ παρόντι τὴν ζήτησιν ἀπαιτεῖ· οὐ γὰρ μόνον ῥέπει πρὸς τοὺς πολυκτήμονας, ἀλλ᾿ ἁπλῶς πρὸς ἅπαντας ἀνθρώπους τοὺς πίστει καθάπαξ ἑαυτοὺς ἐπιδιδόντας. ὥστε τοῦτο μὲν ἀνακείσθω τὰ νῦν. τὸ δέ γε προκείμενον ἡμῖν οἶμαι μηδέν τι ἐνδεέστερον τῆς ἐπαγγελίας δεδεῖχθαι, ὅτι τοὺς πλουσίους οὐδένα τρόπον ὁ σωτὴρ κατ᾿ αὐτόν γε τὸν πλοῦτον καὶ τὴν περιβολὴν τῆς κτήσεως ἀποκέκλεικεν οὐδ᾿ αὐτοῖς ἀποτετάφρευκεν τὴν σωτηρίαν, εἴ γε δύναιντο καὶ βούλοιντο ὑποκύπτειν τοῦ θεοῦ ταῖς ἐντολαῖς καὶ τῶν προσκαίρων προτιμῷεν τὴν ἑαυτῶν ζωὴν καὶ βλέποιεν πρὸς τὸν κύριον ἀτενεῖ τῷ βλέμματι, καθάπερ εἰς ἀγαθοῦ κυβερνήτου νεῦμα δεδορκότες, τί βούλεται, τί προστάσσει, τί σημαίνει, τί δίδωσι τοῖς αὑτοῦ ναύταις [τὸ] σύνθημα, ποῦ καὶ πόθεν τὸν ὅρμον ἐπαγγέλλεται. τί γὰρ ἀδικεῖ τις, εἰ προσέχων τὴν γνώμην καὶ φειδόμενος πρὸ τῆς πίστεως βίον ἱκανὸν συνελέξατο; ἢ καὶ τὸ τούτου μᾶλλον ἀνέγκλητον, εἰ εὐθὺς ὑπὸ τοῦ θεοῦ τοῦ τὴν τύχην νέμοντος εἰς οἶκον τοιούτων ἀνθρώπων εἰσῳκίσθη καὶ γένος ἀμφιλαφὲς τοῖς χρήμασιν [ἰσχῦον] καὶ τῷ πλούτῳ κρατοῦν; εἰ γὰρ διὰ τὴν ἀκούσιον ἐν πλούτῳ γένεσιν ἀπελήλαται ζωῆς, ἀδικεῖται μᾶλλον ὑπὸ τοῦ γειναμένου θεοῦ, προσκαίρου μὲν ἡδυπαθείας κατηξιωμένος, ἀιδίου δὲ ζωῆς ἀπεστερημένος, τί δ᾿ ὅλως πλοῦτον ἐχρῆν ἐκ γῆς ἀνατεῖλαί ποτε, εἰ χορηγὸς καὶ πρόξενός ἐστι θανάτου; ἀλλ᾿ εἰ δύναταί τις ἐνδοτέρω τῶν ὑπαρχόντων κάμπτειν τῆς ἐξουσίας καὶ μέτρια φρονεῖν καὶ σωφρονεῖν καὶ θεὸν μόνον ζητεῖν καὶ θεὸν ἀναπνεῖν καὶ θεῷ συμπολιτεύεσθαι. πτωχὸς οὗτος παρέστηκε ταῖς ἐντολαῖς, ἐλεύθερος, ἀήττητος, ἄνοσος, ἄτρωτος ὑπὸ χρημάτων· εἰ δὲ μή, θᾶττον κάμηλος διὰ βελόνης εἰσελεύσεται ἢ ὁ τοιοῦτος πλούσιος ἐπὶ τὴν βασιλείαν τοῦ θεοῦ παρελεύσεται. σημαινέτω μὲν οὖν τι καὶ ὑψηλότερον ἡ κάμηλος διὰ στενῆς ὁδοῦ καὶ τεθλιμμένης φθάνουσα τὸν πλούσιον, ὅπερ ἐν τῇ περὶ ἀρχῶν καὶ θεολογίας ἐξηγήσει μυστήριον τοῦ σωτῆρος ὑπάρχει μαθεῖν· οὐ μὴν ἀλλὰ τό γε φαινόμενον πρῶτον καὶ δι᾿ ὃ λέλεκται τῆς παραβολῆς παρεχέσθω. διδασκέτω τοὺς εὐποροῦντας ὡς οὐκ ἀμελητέον τῆς ἑαυτῶν σωτηρίας ὡς ἤδη προκατεγνωσμένους οὐδὲ καταποντιστέον αὖ πάλιν τὸν πλοῦτον οὐδὲ καταδικαστέον ὡς τῆς ζωῆς ἐπίβουλον καὶ πολέμιον, ἀλλὰ μαθητέον τίνα τρόπον καὶ πῶς πλούτῳ χρηστέον καὶ τὴν ζωὴν κτητέον. ἐπειδὴ γὰρ οὔτε ἐκ παντὸς ἀπόλλυταί τις, ὅτι πλουτεῖ δεδιώς, οὔτε ἐκ παντὸς σῴζεται θαρρῶν καὶ πιστεύων ὡς σωθήσεται, φέρε σκεπτέον ἥντινα τὴν ἐλπίδα αὐτοῖς ὁ σωτὴρ ὑπογράφει καὶ πῶς ἂν τὸ μὲν ἀνέλπιστον ἐχέγγυον γένοιτο, τὸ δὲ ἐλπισθὲν εἰς κτῆσιν ἀφίκοιτο. Φησὶν οὖν ὁ διδάσκαλος, τίς ἡ μεγίστη τῶν ἐντολῶν ἠρωτημένος· »ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου«, ταύτης μείζω μηδεμίαν ἐντολὴν εἶναι, καὶ μάλα εἰκότως, καὶ γὰρ καὶ περὶ τοῦ πρώτου καὶ περὶ τοῦ μεγίστου παρήγγελται. αὐτοῦ τοῦ θεοῦ πατρὸς ἡμῶν, δι᾿ οὗ καὶ γέγονε καὶ ἔστι τὰ πάντα καὶ εἰς ὃν τὰ σῳζόμενα πάλιν ἐπανέρχεται. ὑπὸ τούτου τοίνυν προαγαπηθέντας καὶ τοῦ γενέσθαι τυχόντας οὐχ ὅσιον ἄλλο τι πρεσβύτερον ἄγειν καὶ τιμιώτερον, ἐκτίνοντας μόνην τὴν χάριν ταύτην μικρὰν ἐπὶ μεγίστοις, ἄλλο δὲ μηδοτιοῦν ἔχοντας ἀνενδεεῖ καὶ τελείῳ θεῷ πρὸς ἀμοιβὴν ἐπινοῆσαι, αὐτῷ δὲ τῷ ἀγαπᾶν τὸν πατέρα εἰς οἰκείαν ἰσχὺν καὶ δύναμιν ἀφθαρσίαν κομιζομένους, ὅσον γὰρ ἀγαπᾷ τις θεόν, τοσούτῳ καὶ πλέον ἐνδοτέρω τοῦ θεοῦ παραδύεται. Δευτέραν δὲ τάξει καὶ οὐδέν τι μικροτέραν ταύτης εἶναι λέγει τό· »ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν·« οὐκοῦν τὸν θεὸν ὑπὲρ σεαυτόν. πυνθανομένου δὲ τοῦ προσδιαλεγομένου »τίς ἐστιν πλησίον;« οὐ τὸν αὐτὸν τρόπον Ἰουδαίοις προωρίσατο τὸν πρὸς αἵματος οὐδὲ τὸν πολίτην οὐδὲ τὸν προσήλυτον οὐδὲ τὸν ὁμοίως περιτετμημένον οὐδὲ τὸν ἑνὶ καὶ ταὐτῷ νόμῳ χρώμενον· ἀλλὰ ἄνωθεν καταβαίνοντα ἀπὸ Ἱερουσαλὴμ ἄγει τῷ λόγῳ τινὰ εἰς Ἱεριχὼ καὶ τοῦτον δείκνυσιν ὑπὸ λῃστῶν συγκεκεντημένον, ἐρριμμένον ἡμιθνῆτα ἐπὶ τῆς ὁδοῦ, ὑπὸ ἱερέως παροδευόμενον, ὑπὸ Λευίτου παρορώμενον, ὑπὸ δὲ τοῦ Σαμαρείτου τοῦ ἐξωνειδισμένου καὶ ἀφωρισμένου κατελεούμενον, ὃς οὐχὶ κατὰ τύχην ὡς ἐκεῖνοι παρῆλθεν, ἀλλ᾿ ἧκε συνεσκευασμένος ὧν ὁ κινδυνεύων ἐδεῖτο, οἶνον, ἔλαιον, ἐπιδέσμους, κτῆνος, μισθὸν τῷ πανδοχεῖ, τὸν μὲν ἤδη διδόμενον, τὸν δὲ προσυπισχνούμενον. »τίς«, ἔφη, »τούτων γέγονε πλησίον τῷ τὰ δεινὰ παθόντι;« τοῦ δὲ ἀποκριναμένου ὅτι »ὁ τὸν ἔλεον πρὸς αὐτὸν ἐπιδειξάμενος· καὶ σὺ τοίνυν πορευθεὶς οὕτω ποίει«, ὡς τῆς ἀγάπης βλαστανούσης εὐποιίαν. Ἐν ἀμφοτέραις μὲν οὖν ταῖς ἐντολαῖς ἀγάπην εἰσηγεῖται, τάξει δ᾿ αὐτὴν διῄρηκε, καὶ ὅπου μὲν τὰ πρωτεῖα τῆς ἀγάπης ἀνάπτει τῷ θεῷ, ὅπου δὲ τὰ δευτερεῖα νέμει τῷ πλησίον. τίς δ᾿ ἂν ἄλλος οὗτος εἴη πλὴν αὐτὸς ὁ σωτήρ; ἢ τίς μᾶλλον ἡμᾶς ἐλεήσας ἐκείνου, τοῦς ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους ὀλίγου τεθανατωμένους τοῖς πολλοῖς τραύμασι. φόβοις, ἐπιθυμίαις. ὀργαῖς, λύπαις, ἀπάταις, ἡδοναῖς; τούτων δὲ τῶν τραυμάτων μόνος ἰατρὸς Ἰησοῦς, ἐκκόπτων ἄρδην τὰ πάθη πρόρριζα, οὐχ ὥσπερ ὁ νόμος ψιλὰ τὰ ἀποτελέσματα, τοὺς καρποὺς τῶν πονηρῶν φυτῶν, ἀλλὰ τὴν ἀξίνην τὴν ἑαυτοῦ πρὸς τὰς ῥίζας τῆς κακίας προσαγαγών. οὗτος ὁ τὸν οἶνον. τὸ αἷμα τῆς ἀμπέλου τῆς Δαβίδ, ἐκχέας ἡμῶν ἐπὶ τὰς τετρωμένας ψυχάς, οὗτος ὁ τὸ ἔλαιον, τὸν ἐκ σπλάγχνων πατρὸς ἔλεον, προσενεγκὼν καὶ ἐπιδαψιλευόμενος, οὗτος ὁ τοὺς τῆς ὑγείας καὶ σωτηρίας δεσμοὺς ἀλύτους ἐπιδείξας, ἀγάπην, πίστιν, ἐλπίδα, οὗτος ὁ διακονεῖν ἀγγέλους καὶ ἀρχὰς καὶ ἐξουσίας ἡμῖν ἐπιτάξας ἐπὶ μεγάλῳ μισθῷ, διότι καὶ αὐτοὶ ἐλευθερωθήσονται ἀπὸ τῆς ματαιότητος τοῦ κόσμου παρὰ τὴν ἀποκάλυψιν τῆς δόξης τῶν υἱῶν τοῦ θεοῦ. τοῦτον οὖν ἀγαπᾶν ἴσα χρὴ τῷ θεῷ. ἀγαπᾷ δὲ Χριστὸν Ἰησοῦν ὁ τὸ θέλημα αὐτοῦ ποιῶν καὶ φυλάσσων αὐτοῦ τὰς ἐντολάς. »οὐ γὰρ πᾶς ὁ λέγων μοι ›κύριε κύριε‹ εἰσελεύσεται εἰς τὴν τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου.« καί· »τί με λέγετε ›κύριε κύριε‹ καὶ οὐ ποιεῖτε ἃ λέγω;« καί· »ὑμεῖς μακάριοι οἱ ὁρῶντες καὶ ἀκούοντες ἃ μήτε δίκαιοι μήτε προφῆται«, ἐὰν ποιῆτε ἃ λέγω. Πρῶτος μὲν οὖν οὗτός ἐστιν ὁ Χριστὸν ἀγαπῶν. δεύτερος δὲ ὁ τοὺς ἐκείνῳ πεπιστευκότας τιμῶν καὶ περιέπων. ὃ γὰρ ἄν τις εἰς μαθητὴν ἐργάσηται, τοῦτο εἰς ἑαυτὸν ὁ κύριος ἐκδέχεται καὶ πᾶν ἑαυτοῦ ποιεῖται. »δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ ἐδίψησα καὶ ἐδώκατέ μοι πιεῖν. καὶ ξένος ἤμην καὶ συνηγάγετέ με. γυμνὸς ἤμην καὶ ἐνεδύσατέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δὲ εἴδομέν σε ξένον καὶ συνηγάγομεν. ἢ γυμνὸν καὶ περιεβάλομεν; ἢ πότε σε εἴδομεν ἀσθενοῦντα καὶ ἐπεσκεψάμεθα; ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρὸς σέ; ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν. ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων. ἐμοὶ ἐποιήσατε.« πάλιν ἐκ τῶν ἐναντίων τοὺς ταῦτα μὴ παρασχόντας αὐτοῖς εἰς τὸ πῦρ ἐμβάλλει τὸ αἰώνιον, ὡς αὐτῷ μὴ παρεσχηκότας. καὶ ἀλλαχοῦ· »ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται, ὁ ὑμᾶς μὴ δεχόμενος ἐμὲ ἀθετεῖ.«