Ὁ δὲ κύριος ἀποκρίνεται διότι »τὸ ἐν ἀνθρώποις ἀδύνατον δυνατὸν θεῷ«. πάλιν καὶ τοῦτο μεγάλης σοφίας μεστόν ἐστιν. ὅτι καθ᾿ αὑτὸν μὲν ἀσκῶν και διαπονούμενος ἀπάθειαν ὁ ἄνθρωπος οὐδὲν ἀνύει, ἐὰν δὲ γένηται δῆλος ὑπερεπιθυμῶν τούτου καὶ διεσπουδακώς. τῇ προσθήκῃ τῆς παρὰ θεοῦ δυνάμεως περιγίνεται· βουλομέναις μὲν γὰρ ταῖς ψυχαῖς ὁ θεὸς συνεπιπνεῖ, εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας. καὶ τὸ δοθὲν ἐκ θεοῦ πνεῦμα συνεστάλη· τὸ μὲν γὰρ ἄκοντας σῴζειν ἐστὶ βιαζομένου, τὸ δὲ αἱρουμένους χαριζομένου. οὐδὲ τῶν καθευδόντων καὶ βλακευόντων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ᾿ οἱ »βιασταὶ ἁρπάζουσιν αὐτήν«· αὕτη γὰρ μόνη βία καλή, θεὸν βιάσασθαι καὶ παρὰ θεοῦ ζωὴν ἁρπάσαι, ὁ δὲ γνοὺς τοὺς βιαίως, μᾶλλον δὲ βεβαίως ἀντεχομένους [συνεχώρησεν] εἶξεν· χαίρει γὰρ ὁ θεὸς τὰ τοιαῦτα ἡττώμενος. τοιγάρτοι τούτων ἀκούσας ὁ μακάριος Πέτρος. ὁ ἐκλεκτός. ὁ ἐξαίρετος, ὁ πρῶτος τῶν μαθητῶν. ὑπὲρ οὗ μόνου καὶ ἑαυτοῦ τὸν. φόρον ὁ σωτὴρ ἐκτελεῖ, ταχέως ἥρπασε καὶ συνέβαλε τὸν λόγον. καὶ τί φησιν; »ἴδε ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.« τὰ δὲ »πάντα« εἰ μὲν τὰ κτήματα τὰ ἑαυτοῦ λέγει. τέσσαρας ὀβολοὺς ἴσως. τὸ τοῦ λόγου, καταλιπὼν μεγαλύνεται καὶ τούτων ἀνταξίαν ἀποφαίνων ἂν λάθοι τὴν βασιλείαν τῶν οὐρανῶν· εἰ δέ, ἅπερ ἄρτι νῦν λέγομεν, τὰ παλαιὰ νοητὰ κτήματα καὶ ψυχικὰ νοσήματα ἀπορρίψαντες ἕπονται κατ᾿ ἴχνος τοῦ διδασκάλου, τοῦτ᾿ ἂν ἀν άπτοιτο ἤδη τοῖς ἐν οὐρανοῖς ἐγγραφησομένοις. τοῦτο γὰρ ἀκολουθεῖν ὄντως τῷ σωτῆρι. ἀναμαρτησίαν καὶ τελειότητα τὴν ἐκείνου μετερχόμενον καὶ πρὸς ἐκεῖνον ὥσπερ κάτοπτρον κοσμοῦντα καὶ ῥυθμίζοντα τὴν ψυχὴν καὶ πάντα διὰ πάντων ὁμοίως διατιθέντα. »Ἀποκριθεὶς δὲ Ἰησοῦς· ἀμὴν ὑμῖν λέγω. ὃς ἂν ἀφῇ τὰ ἴδια καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου. ἀπολήψεται ἑκατονταπλασίονα.« ἀλλὰ μηδὲ τοῦθ᾿ ἡμᾶς ἐπιταρασσέτω μηδὲ τὸ ἔτι τούτου σκληρότερον ἀλλαχοῦ ταῖς φωναῖς ἐξενηνεγμένον· »ὅς οὐ μισεῖ πατέρα καὶ μητέρα καὶ παῖδας. προσέτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, ἐμὸς μαθητὴς εἶναι οὐ δύναται.« οὐ γὰρ εἰσηγεῖται μῖσος καὶ διάλυσιν ἀπὸ τῶν φιλτάτων ὁ τῆς εἰρήνης θεός. ὅ γε καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν παραινῶν. εἰ δὲ τοὺς ἐχθροὺς ἀγαπητέον, ἀνάλογον ἀπ᾿ ἐκείνων ἀνιόντι καὶ τοὺς ἐγγυτάτω γένους· ἢ εἰ μισητέον τοὺς πρὸς αἵματος, πολὺ μᾶλλον τοὺς ἐχθροὺς προβάλλεσθαι κατιὼν ὁ λόγος διδάσκει, ὥστε ἀλλήλους ἀναιροῦντες ἐλέγχοιντ᾿ ἂν οἱ λόγοι. ἀλλ᾿ οὐδ᾿ ἀναιροῦσιν οὐδ᾿ ἐγγύς, ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ διαθέσεως καὶ ἐπὶ τῷ αὐτῷ ὅρῳ πατέρα μισοίη τις ἂν καὶ ἐχθρὸν ἀγαπώῃ ὁ μήτε ἐχθρὸν ἀμυνόμενος μήτε πατέρα Χριστοῦ πλέον αἰδούμενος. ἐν ἐκείνῳ μὲν γὰρ τῷ λόγῳ μῖσος ἐκκόπτει καὶ κακοποιίαν, ἐν τούτῳ δὲ τὴν πρὸς τὰ σύντροφα δυσωπίαν. εἰ βλάπτοι πρὸς σωτηρίαν, εἰ γοῦν ἄθεος εἴη τινὶ πατὴρ ἢ υἱὸς ἢ ἀδελφὸς καὶ κώλυμα τῆς πίστεως γένοιτο καὶ ἐμπόδιον τῆς ἄνω ζωῆς, τούτῳ μὴ συμφερέσθω μηδὲ ὁμονοείτω. ἀλλὰ τὴν σαρκικὴν οἰκειότητα διὰ τὴν πνευματικὴν ἔχθραν διαλυσάτω. Νόμισον εἶναι τὸ πρᾶγμα διαδικασίαν, ὁ μὲν πατήρ σοι δοκείτω παρεστὼς λέγειν ›ἐγώ σε ἔσπειρα καὶ ἔθρεψα, ἀκολούθει μοι καὶ συναδίκει καὶ μὴ πείθου τῷ Χριστοῦ νόμῳ‹ καὶ ὁπόσα ἂν εἴποι βλάσφημος ἄνθρωπος καὶ νεκρὸς τῇ φύσει. ἑτέρωθεν δὲ ἄκουε τοῦ σωτῆρος· ›ἐγώ σε ἀνεγέννησα, κακῶς ὑπὸ κόσμου πρὸς θάνατον γεγεννημένον, ἠλευθέρωσα, ἰασάμην, ἐλυτρωσάμην· ἐγώ σοι παρέξω ζωὴν ἄπαυστον, αἰώνιον, ὑπερκόσμιον· ἐγώ σοι δείξω θεοῦ πατρὸς ἀγαθοῦ πρόσωπον· »μὴ κάλει σεαυτῷ πατέρα ἐπὶ γῆς·« »οἱ νεκροὶ τοὺς νεκροὺς θαπτέτωσαν, σὺ δέ μοι ἀκολούθει·« ἀνάξω γάρ σε εἰς ἀνάπαυσιν καὶ ἀπόλαυσιν ἀρρήτων καὶ ἀλέκτων ἀγαθῶν, »ἃ μήτε ὀφθαλμὸς εἶδε μήτε οὖς ἤκουσε μήτε ἐπὶ καρδίαν ἀνθρώπων ἀνέβη. εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι καὶ ἰδεῖν ἅπερ ἡτοίμασεν ὁ θεὸς τοῖς ἁγίοις ἀγαθὰ καὶ τοῖς φιλοῦσιν αὐτὸν τέκνοις.« ἐγώ σου τροφεὺς ἄρτον ἐμαυτὸν διδούς, οὗ γευσάμενος οὐδεὶς ἔτι πεῖραν θανάτου λαμβάνει, καὶ πόμα καθ᾿ ἡμέραν ἐνδιδοὺς ἀθανασίας· ἐγὼ διδάσκαλος ὑπερουρανίων παιδευμάτων· ὑπὲρ σοῦ πρὸς τὸν θάνατον διηγωνισάμην καὶ τὸν σὸν ἐξέτισα θάνατον, ὃν ὤφειλες ἐπὶ τοῖς προημαρτημένοις καὶ τῇ πρὸς θεὸν ἀπιστίᾳ.‹ τούτων τῶν λόγων ἑκατέρωθεν διακούσας ὑπὲρ σεαυτοῦ δίκασον καὶ τὴν ψῆφον ἀνένεγκε τῇ σαυτοῦ σωτηρίᾳ· κἂν ἀδελφὸς ὅμοια λέγῃ κἂν τέκνον κἂν γυνὴ κἂν ὁστισοῦν. πρὸ πάντων ἐν σοὶ Χριστὸς ὁ νικῶν ἔστω· ὑπὲρ σοῦ γὰρ ἀγωνίζεται. Δύνασαι καὶ τῶν χρημάτων ἐπίπροσθεν εἶναι; φράσον καὶ οὐκ ἀπάγει σε Χριστὸς τῆς κτήσεως, ὁ κύριος οὐ φθονεῖ. ἀλλ᾿ ὁρᾷς σεαυτὸν ἡττώμενον ὑπ᾿ αὐτῶν καὶ ἀνατρεπόμενον; ἄφες. ῥῖψον. μίσησον, ἀπόταξαι, φύγε· »κἂν ὁ δέξιός σου ὀφθαλμὸς σκανδαλίζῃ σε. ταχέως ἔκκοψον αὐτόν·« αἱρετώτερον ἑτεροφθάλμῳ βασιλεία θεοῦ ἢ ὁλοκλήρῳ τὸ πῦρ· κἂν χεὶρ κἂν ποὺς κἂν ἡ ψυχή, μίσησον αὐτήν. ἂν γὰρ ἐνταῦθα ἀπόληται ὑπὲρ Χριστοῦ, ἐκεῖ σωθήσεται . Ταύτης δὲ ὁμοίως ἔχεται τῆς γνώμης καὶ τὸ ἑπόμενον. »νῦν δὲ ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς ἔχειν μετὰ διωγμῶν εἰς ποῦ;« οὔτε γὰρ ἀχρημάτους οὔτε ἀνεστίους οὔτε ἀναδέλφους ἐπὶ τὴν ζωὴν καλεῖ. ἐπεὶ καὶ πλουσίους κέκληκεν, ἀλλ᾿ ὃν τρόπον προειρήκαμεν, καὶ ἀδελφοὺς κατὰ ταὐτὸν ὥσπερ Πέτρον μετὰ Ἀνδρέου καὶ Ἰάκωβον μετὰ Ἰωάννου, τοὺς Ζεβεδαίου παῖδας, ἀλλ᾿ ὁμονοοῦντας ἀλλήλοις τε καὶ Χριστῷ. τὸ δὲ »μετὰ διωγμῶν« ταῦτα ἕκαστα ἔχειν ἀποδοκιμάζει· διωγμὸς δὲ ὃ μέν τις ἔξωθεν περιγίνεται τῶν ἀνθρώπων ἢ δι᾿ ἔχθραν ἢ διὰ φθόνον ἢ διὰ φιλοκέρδειαν ἢ κατ᾿ ἐνέργειαν διαβολικὴν τοὺς πιστοὺς ἐλαυνόντων· ὁ δὲ χαλεπώτατος ἔνδοθέν ἐστι διωγμός, ἐξ αὐτῆς ἑκάστῳ τῆς ψυχῆς προπεμπόμενος λυμαινομένης ὑπὸ ἐπιθυμιῶν ἀθέων καὶ ἡδονῶν ποικίλων καὶ φαύλων ἐλπίδων καὶ φθαρτ ικ ῶν ὀνειροπολημάτων, ὅταν. ἀεὶ τῶν πλειόνων ὀρεγομένη καὶ λυσσῶσα ὑπὸ ἀγρίων ἐρώτων καὶ φλεγομένη, καθάπερ κέντροις ἢ μύωψι τοῖς προ σ κειμένοις αὐτῇ πάθεσιν ἐξαιμάσσηται πρὸς σπουδὰς μανιώδεις καὶ ζωῆς ἀπόγνωσιν καὶ θεοῦ καταφρόνησιν. οὗτος ὁ διωγμὸς βαρύτερος καὶ χαλεπώτερος, ἔνδοθεν ὁρμώμενος, ἀεὶ συνών, ὃν οὐδὲ ἐκφυγεῖν ὁ διωκόμενος δύναται· τὸν γὰρ ἐχθρὸν ἐν ἑαυτῷ περιάγει πανταχοῦ. οὕτω καὶ πύρωσις ἡ μὲν ἔξωθεν προσπίπτουσα δοκιμασίαν κατεργάζεται, ἡ δὲ ἔνδοθεν θάνατον διαπράσσεται. καὶ πόλεμος ὁ μὲν ἐπακτὸς ῥᾳδίως καταλύεται, ὁ δὲ ἐν τῇ ψυχῇ μέχρι θανάτου παραμετρεῖται. μετὰ διωγμοῦ τοιούτου πλοῦτον ἐὰν ἔχῃς τὸν αἰσθητὸν κἂν ἀδελφοὺς τοὺς πρὸς αἵματος καὶ τὰ ἄλλα ἐνέχυρα, κατάλιπε τὴν τούτων παγκτησίαν τὴν ἐπὶ κακῷ, εἰρήνην σεαυτῷ παράσχες, ἐλευθερώθητι διωγμοῦ μακροῦ, ἀποστράφηθι πρὸς τὸ εὐαγγέλιον ἀπ᾿ ἐκείνων, ἑλοῦ τὸν σωτῆρα πρὸ πάντων, τὸν τῆς σῆς συνήγορον καὶ παράκλητον ψυχῆς, τὸν τῆς ἀπείρου πρύτανιν ζωῆς. »τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια·« καὶ ἐν μὲν τῷ παρόντι χρόνῳ ὠκύμορα καὶ ἀβέβαια. »ἐν δὲ τῷ ἐρχομένῳ ζωή[ν] ἐστιν αἰώνιος.«