Τοῦτον τὸν ποταμὸν τῆς ὕλης καὶ τὴν θάλασσαν διέκοψαν καὶ διέστησαν δυνάμει κυρίου προφῆται δύο, περατουμένης τῆς ὕλης καθ᾿ ἑκάτερον διάστημα ὕδατος βουλήσει τοῦ θεοῦ· διυπηρέτουν καθαροὶ στρατηγοὶ ἄμφω, δι᾿ ὧν ἐπιστεύθη τὰ σημεῖα, ἵνα δὴ ὁ δίκαιος ἐκ τῆς ὕλης γένηται, δι᾿ αὐτῆς ὁδεύσας τὰ πρῶτα. θατέρῳ μέν γε τῶν στρατηγῶν καὶ τοὔνομα τοῦ σωτῆρος ἡμῶν ἐπεβέβλητο. Αὐτίκα δι᾿ »ὕδατος καὶ πνεύματος« ἡ ἀναγέννησις, καθάπερ καὶ ἡ πᾶσα γένεσις. »πνεῦμα γὰρ θεοῦ ἐπεφέρετο τῇ ἀβύσσῳ.« καὶ διὰ τοῦτο ὁ σωτὴρ ἐβαπτίσατο μὴ χρῄζων αὐτός, ἵνα τοῖς ἀναγεννωμένοις τὸ πᾶν ὕδωρ ἁγιάσῃ. ταύτῃ τοι οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν καθαιρόμεθα. σημεῖον γοῦν τοῦ καὶ τὰ ἀόρατα ἡμῶν ἁγιάζεσθαι τὸ καὶ πνεύματα ἀκάθαρτα συμπεπλεγμένα τῇ ψυχῇ διυλίζεσθαι ἀπὸ τῆς γενέσεως τῆς καινῆς τε καὶ πνευματικῆς. »Ὕδωρ ἐπάνω τοῦ οὐρανοῦ«· ἐπεὶ τὸ βάπτισμα γίνεται δι᾿ »ὕδατος καὶ πνεύματος«, ἀλεξητήριον ὂν πυρὸς τοῦ δισσοῦ, τοῦ τε τῶν ἀοράτων ἁπτομένου καὶ τοῦ τῶν ὁρατῶν, ἀνάγκη καὶ τοῦ ὕδατος τὸ μέν τι νοητόν, τὸ δὲ αἰσθητὸν ὑπάρχειν, ἀλεξητήριον τῆς διπλόης τοῦ πυρός· καὶ τὸ μὲν ἐπίγειον ὕδωρ τὸ σῶμα ἀπορρύπτει, τὸ δὲ ἐπουράνιον ὕδωρ διὰ τὸ εἶναι νοητὸν καὶ ἀόρατον πνεῦμα ἀλληγορεῖται ἅγιον, τῶν ἀοράτων καθαρτικόν, οἷον τοῦ πνεύματος ὕδωρ ὥσπερ ἐκεῖνο τοῦ σώματος. Ὁ θεὸς καὶ τὸν φόβον τῇ ἀγαθότητι συνέμιξεν δι᾿ ἀγαθότητα. τὸ γὰρ συμφέρον ἑκάστῳ τοῦτο ἤδη παρέχει, ὡς ἰατρὸς ἀρρωστοῦντι, ὡς πατὴρ ἀτακτοῦντι τῷ παιδί. »ὁ γὰρ φειδόμενος τῆς βακτηρίας αὐτοῦ μισεῖ τὸν υἱὸν αὐτοῦ.« καὶ ὁ κύριος δὲ καὶ οἱ ἀπόστολοι αὐτοῦ ἐν φόβῳ καὶ πόνοις ἀνεστράφησαν. ὅταν οὖν πιστοῦ σῶμα νοσῇ, ἢ δι᾿ ἁμάρτημά τι προημαρτημένον ἐπιτιμῶντος τοῦ κυρίου, ἢ διὰ μέλλοντα προφυλαξαμένου, ἢ καὶ κατ᾿ ἐνέργειαν * *προσβολὴν ἔξωθεν γινομένην οὐ κωλύσαντος διά τι χρήσιμον [καὶ] αὐτῷ ἢ τοῖς πέλας παραδείγματος χάριν. Ἤδη δὲ οἱ ἐν σαθρῷ οἰκοῦντες σώματι καθάπερ ἐν πλοίῳ πλέοντες παλαιῷ οὐκ εἰσὶν ὕπτιοι, ἀλλ᾿ ἀεὶ εὔχονται ἀνατεταμένοι πρὸς τὸν θεόν.