Οἱ πρεσβύτεροι σφόδρα ἤχθοντο, εἰ μή τι πάσχοιεν κατὰ τὸ σῶμα ἑκάστοτε· ἐφοβοῦντο γὰρ μή πως ἐνταῦθα οὐ κομιζόμενοι τὰ ἐπίχειρα τῶν ἁμαρτημάτων, ἃ πολλὰ τοῖς ἐν σαρκὶ κατ᾿ ἄγνοιαν παρακολουθεῖ, ἀθρόαν ἐκεῖ κομίσωνται τὴν δίκην, ὥστε ἐνθάδε θεραπεύεσθαι ἠξίουν. φοβητέον ἄρα οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ τὰ ἁμαρτήματα, δι᾿ ἃ ἡ νόσος, καὶ νόσον ψυχῆς, οὐ σώματος, ὅτι »πᾶσα σὰρξ χόρτος«, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καλὰ »πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια«. Τὰ τῆς γνώσεως τὰ μὲν ἤδη μετέχομεν, τὰ δὲ δι᾿ ὧν ἔχομεν βεβαίως ἐλπίζομεν· οὔτε γὰρ πᾶν κεκομίσμεθα οὔτε παντὸς ὑστεροῦμεν, ἀλλ᾿ οἷον »ἀρραβῶνα« τῶν αἰωνίων ἀγαθῶν καὶ τοῦ πατρῴου πλούτου προσειλήφαμεν· τὰ δὲ ἐφόδια τῆς κυριακῆς ὁδοῦ οἱ μακαρισμοὶ τοῦ κυρίου. »ζητεῖτε«. γὰρ εἶπεν, »καὶ μεριμνᾶτε τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οἶδεν γὰρ ὁ πατὴρ ὧν χρείαν ἔχετε.« οὕτως οὐ μόνον τὰς ἀσχολίας, ἀλλὰ καὶ τὰς φροντίδας περιγράφει. »οὐ γὰρ τῇ ἡλικίᾳ«, φησίν, »ἐκ τοῦ φροντίζειν προσθεῖναί τι δύνασθε.« ὁ γὰρ θεὸς οἶδεν σαφῶς τίνα μὲν ἡμῖν ἔχειν, τίνων δὲ ἀπορεῖν συμφέρει. κενώσαντας οὖν σφᾶς αὐτοὺς τῶν κοσμικῶν φροντίδων ἀξιοῖ πληροῦσθαι τῆς εἰς θεόν. »ἡμεῖς γὰρ στενάζομεν ἐπενδύσασθαι ποθοῦντες« τὰ ἄφθαρτα, πρὶν ἐκδύσασθαι τὴν φθοράν. ἐπιχεομένης γὰρ τῆς πίστεως ἀπορρεῖ ἡ ἀπιστία. ὁμοίως καὶ ἐπὶ γνώσεως καὶ δικαιοσύνης. οὐ χρὴ οὖν μόνον κενῶσαι τὴν ψυχήν. ἀλλὰ καὶ πληρῶσαι θεοῦ. οὔτε γὰρ ἔτι κακόν, ἐπεὶ πέπαυται, οὔτε ἤδη ἀγαθόν. ἐπεὶ μηδέπω εἴληφεν· τὸ δὲ μήτε ἀγαθὸν μήτε κακὸν οὐδέν ἐστιν. »ἐπάνεισι γὰρ εἰς τὸν κεκαθαρμένον οἶκον καὶ κενόν«, ἐὰν μηδὲν τῶν σωτηρίων ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρτον πνεῦμα. συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα. διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθοῦ θεοῦ, ὅπερ ἐστὶν οἰκητήριον ἐπιλελεγμένον. πληρωθέντων γὰρ τῶν κενῶν, τότε ἡ σφραγὶς ἐπακολουθεῖ. ἵνα φυλάσσηται τῷ θεῷ τὸ ἅγιον. »Πᾶν ῥῆμα ἵσταται ἐπὶ δύο καὶ τριῶν μαρτύρων«, ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐφ᾿ ὧν μαρτύρων καὶ βοηθῶν αἱ ἐντολαὶ λεγόμεναι φυλάσσεσθαι ὀφείλουσιν. Ἡ νηστεία ἀποχὴ τροφῆς ἐστι κατὰ τὸ σημαινόμενον, τροφὴ δὲ οὐδὲν δικαιοτέρους ἡμᾶς ἢ ἀδικωτέρους ἀπεργάζεται, κατὰ δὲ τὸ μυστικὸν δηλοῖ ὅτι ὥσπερ τοῖς καθ᾿ ἕνα ἐκ τροφῆς ἡ ζωή, ἡ δ᾿ ἀτροφία θανάτου σύμβολον, οὕτως καὶ ἡμᾶς τῶν κοσμικῶν νηστεύειν χρή. ἵνα τῷ κόσμῳ ἀποθάνωμεν καὶ μετὰ τοῦτο τροφῆς θείας μεταλαβόντες θεῷ ζήσωμεν. ἄλλως τε κενοῖ τῆς ὕλης τὴν ψυχὴν ἡ νηστεία καὶ καθαρὰν καὶ κούφην σὺν καὶ τῷ σώματι παρίστησι τοῖς θείοις λόγοις. τροφὴ μὲν οὖν κοσμικὴ ὁ πρότερος βίος καὶ τὰ ἁμαρτήματα. τροφὴ δὲ θεϊκὴ πίστις. ἐλπίς, ὑπομονή, γνῶσις, εἰρήνη. σωφροσύνη. »μακάριοι γὰρ οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην τοῦ θεοῦ· οὗτοι γὰρ καὶ ἐμπλη σθήσονται.« ψυχὴ δέ. ἀλλ᾿ οὐ σῶμα τὴν ὄρεξιν ταύτην λαμβάνει. Τῆς πίστεως τὴν εὐχὴν ἰσχυροτέραν ἀπέφηνεν ὁ σωτὴρ τοῖς πιστοῖς ἀποστόλοις, ἐπί τινος δαιμονιῶντος, ὃν οὐκ ἴσχυσαν καθαρίσαι, εἰπών· »τὰ τοιαῦτα εὐχῇ κατορθοῦται.« ὁ μὲν πιστεύσας ἄφεσιν ἁμαρτημάτων ἔλαβεν παρὰ τοῦ κυρίου, ὁ δ᾿ ἐν γνώσει γενόμενος ἅτε μηκέτι ἁμαρτάνων παρ᾿ ἑαυτοῦ τὴν ἄφεσιν τῶν λοιπῶν κομίζεται.