Εὖ γοῦν καὶ Ἀνάξαρχος ὁ Εὐδαιμονικὸς ἐν τῷ περὶ βασιλείας γράφει· πολυμαθίη κάρτα μὲν ὠφελεῖ, κάρτα δὲ βλάπτει τὸν ἔχοντα· ὠφελέει μὲν τὸν δεξιὸν ὄντα, βλάπτει δὲ τὸν ῥηιδίως φωνέοντα πᾶν ἔπος καὶ ἐν παντὶ δήμῳ. χρὴ δὲ καιροῦ μέτρα εἰδέναι· σοφίης γὰρ οὗτος ὅρος. ὅσοι δὲ καὶ θύρησιν ἀείδουσιν, κἤν πῃ † πεπνυμένην ἀείδωσιν, οὐ † τιθέμενοι ἐν σοφίῃ, γνώμην δ’ ἔχουσι μωρίης. καὶ Ἡσίοδος· Μουσάων, αἵτ’ ἄνδρα πολυφραδέοντα τιθεῖσι θέσπιον, αὐδήεντα· εὔπορον μὲν γὰρ ἐν λόγοις τὸν πολυφράδμονα λέγει, δεινὸν δὲ τὸν αὐδήεντα, καὶ θέσπιον τὸν ἔμπειρον καὶ φιλόσοφον καὶ τῆς ἀληθείας ἐπιστήμονα. Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνικὴ σὺν καὶ αὐτῇ φιλοσοφίᾳ θεόθεν ἥκειν εἰς ἀνθρώπους οὐ κατὰ προηγούμενον, ἀλλ’ ὅν τρόπον οἱ ὑετοὶ καταρρήγνυνται εἰς τὴν γῆν τὴν ἀγαθὴν καὶ εἰς τὴν κοπρίαν καὶ ἐπὶ τὰ δώματα. βλαστάνει δ’ ὁμοίως καὶ πόα καὶ πυρός, φύεται δὲ καὶ ἐπὶ τῶν μνημάτων συκῆ καὶ εἴ τι τῶν ἀναιδεστέρων δένδρων, καὶ τὰ φυόμενα ἐν τύπῳ προκύπτει τῶν ἀληθῶν, ὅτι τῆς αὐτῆς τοῦ ὑετοῦ ἀπέλαυσε δυνάμεως, ἀλλ’ οὐ τὴν αὐτὴν ἔσχηκε χάριν τοῖς ἐν τῷ πίονι φυεῖσιν ἤτοι ξηρανθέντα ἢ ἀποτιλθέντα. καὶ δὴ κἀνταῦθα χρησιμεύει ἡ τοῦ σπόρου παραβολή, ἣν ὁ κύριος ἡρμήνευσεν. εἷς γὰρ ὁ τῆς ἐν ἀνθρώποις γῆς γεωργὸς ὁ ἄνωθεν σπείρων ἐκ καταβολῆς κόσμου τὰ θρεπτικὰ σπέρματα, ὁ τὸν κύριον καθ’ ἕκαστον καιρὸν ἐπομβρίσας λόγον, οἱ καιροὶ δὲ καὶ οἱ τόποι οἱ δεκτικοὶ τὰς διαφορὰς ἐγέννησαν. ἄλλως τε ὁ γεωργὸς οὐ πυροὺς μόνον (καίτοι καὶ τούτων πλείους εἰσι διαφοραί), σπείρει δὲ καὶ τὰ ἄλλα σπέρματα, κριθάς τε καὶ κυάμους καὶ πίσον καὶ ἄρακα καὶ τὰ κηπευόμενα καὶ τὰ ἀνθητικὰ σπέρματα· τῆς αὐτῆς δὲ γεωργίας καὶ ἡ φυτουργία, ἐργάζεσθαι ὅσα εἰς αὐτά τε τὰ φυτώρια καὶ εἰς παραδείσους καὶ τὰ ὡραῖα καὶ ὅλως παντοίων δένδρων φύσιν καὶ τροφήν. ὡσαύτως δὲ οὐχ ἡ ποιμενικὴ μόνη, ἀλλὰ καὶ ἡ βουκολικὴ ἱπποτροφική τε καὶ κυνοτροφικὴ καὶ μελισσουργικὴ τέχναι πᾶσαι, συνελόντι δ’ εἰπεῖν ἀγελοκομική τε καὶ ζῳοτροφικὴ ἀλλήλων μὲν τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι, πλὴν αἱ πᾶσαι βιωφελεῖς. φιλοσοφίαν δὲ οὐ τὴν Στωικὴν λέγω οὐδὲ τὴν Πλατωνικὴν ἢ τὴν Ἐπικούρειόν τε καὶ Ἀριστοτελικήν, ἀλλ’ ὅσα εἴρηται παρ’ ἑκάστῃ τῶν αἱρέσεων τούτων καλῶς, δικαιοσύνην μετὰ εὐσεβοῦς ἐπιστήμης ἐκδιδάσκοντα, τοῦτο σύμπαν τὸ ἐκλεκτικὸν φιλοσοφίαν φημί. ὅσα δὲ ἀνθρωπίνων λογισμῶν ἀποτεμόμενοι παρεχάραξαν, ταῦτα οὐκ ἄν ποτε θεῖα εἴποιμ’ ἄν. Ἤδη δὲ κἀκεῖνο σκοπῶμεν, ὡς εἴ ποτε οἱ μὴ ἐπιστάμενοι διαβιοῦσι καλῶς † εὖ ποιεῖν· εὐποιίᾳ γὰρ περιπεπτώκασιν, ἔνιοι δὲ καὶ εὐστοχοῦσι διὰ συνέσεως εἰς τὸν περὶ ἀληθείας λόγον, Ἀβραὰμ δὲ οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀλλ’ ἐκ πίστεως. οὐδὲν οὖν ὄφελος αὐτοῖς μετὰ τὴν τελευτὴν τοὺ βίον, κἂν εὐεργεῖς ὦσι νῦν, εἰ μὴ πίστιν ἔχοιεν. διὰ τοῦτο γὰρ Ἑλλήνων φωνῇ ἡρμηνεύθησαν αἱ γραφαί, ὡς μὴ πρόφασιν ἀγνοίας προβάλλεσθαι δυνηθῆναί ποτε αὐτούς, οἵους τε ὄντας ἐπακοῦσαι καὶ τῶν παρ’ ἡμῖν, ἢν μόνον ἐθελήσωσιν. ἄλλως τις περὶ ἀληθείας λέγει, ἄλλως ἡ ἀλήθεια ἑαυτὴν ἑρμηνεύει. ἕτερον στοχασμὸς ἀληθείας, ἕτερον ἡ ἀλήθεια, ἄλλο ὁμοίωσις, ἄλλο αὐτὸ τὸ ὄν, καὶ ἣ μὲν μαθήσει καὶ ἀσκήσει περιγίνεται, ἣ δὲ δυνάμει καὶ πίστει. δωρεὰ γὰρ ἡ διδασκαλία τῆς θεοσεβείας, χάρις δὲ ἡ πίστις. ποιοῦντες γὰρ τὸ θέλημα τοῦ θεοῦ τὸ θέλημα γινώσκομεν. ἀνοίξατε οὖν , φησὶν ἡ γραφή, πύλας δικαιοσύνης, ἵνα ἐν αὐταῖς εἰσελθὼν ἐξομολογήσωμαι τῷ κυρίῳ. ἀλλ’ αἱ μὲν εἰς μὲν εἰς δικαιοσύνην ὁδοί, πολυτρόπως σῴζοντος τοῦ θεοῦ (ἀγαθὸς γάρ), πολλαί τε καὶ ποικίλαι καὶ φέρουσαι εἰς τὴν κυρίαν ὁδόν τε καὶ πύλην. ἐὰν δὲ τὴν βασιλικήν τε καὶ αὐθεντικὴν εἴσοδον ζητῇς, ἀκούσῃ· αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. πολλῶν τοίνυν ἀνεῳγμένων πυλῶν ἡ ἐν δικαιοσύνῃ αὕτη ἦν ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι γνωστικῇ. αὐτίκα ὁ Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ κατὰ λέξιν φησὶ τὰς διαφορὰς ἐκτιθέμενος τῶν κατὰ τὴν ἐκκλησίαν δοκίμων· ἤτω τις πιστός, ἤτω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω γοργὸς ἐν ἔργοις. Ἡ δὲ σοφιστικὴ τέχνη, ἣν ἐζηλώκασιν Ἕλληνες, δύναμίς ἐστι φανταστική, διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶν· παρέχει γὰρ πρὸς μὲν πειθὼ τὴν ῥητορικήν, πρὸς τὸ ἀγωνιστικὸν δὲ τὴν ἐριστικήν, αἱ τοίνυν τέχναι αὗται ἐὰν μὴ μετὰ φιλοσοφίας γένωνται, βλαβερώτεραι παντί που εἶεν ἄν. ἄντικρυς γοῦν ὁ Πλάτων κακοτεχνίαν προσεῖπεν τὴν σοφιστικὴν ὅ τε Ἀριστοτέλης ἑπόμενος κλεπτικήν τινα αὐτὴν ἀποφαίνεται, ἅτε τὸ ὅλον τῆς σοφίας ἔργον πιθανῶς ὑφαιρουμένην καὶ ἐπαγγελλομένην σοφίαν ἣν οὐκ ἐμελέτησεν. ἐν βραχεῖ δὲ εἰπεῖν, καθάπερ τῆς ῥητορικῆς ἀρχὴ μὲν τὸ πιθανόν, ἔργον δὲ τὸ ἐπιχείρημα καὶ τέλος ἡ πειθώ. οὕτω τῆς ἐριστικῆς ἀρχὴ μὲν τὸ δόξαν, ἔργον δὲ τὸ ἀγώνισμα καὶ τέλος ἡ νίκη. τὸν αὐτὸν γὰρ τρόπον καὶ τῆς σοφιστικῆς ἀρχὴ μὲν τὸ φαινόμενον, ἔργον δὲ διττόν, τὸ μὲν ἐκ ῥητορικῆς διεξοδικόν φαινόμενον , τὸ δὲ ἐκ διαλεκτικῆς ἐρωτητικόν, τέλος δὲ αὐτῆς ἡ ἔκπληξις. ἥ τε αὖ θρυλουμένη κατὰ τὰς διατριβὰς διαλεκτικὴ γύμνασμα φιλοσόφου περὶ τὸ ἔνδοξον δείκνυται ἀντιλογικῆς ἕνεκεν δυνάμεως· οὐδαμοῦ δ’ ἐν τούτοις ἡ ἀλήθεια. εἰκότως τοίνυν ὁ γενναῖος ἀπόστολος, ἐκφαυλίζων τὰς περιττὰς ταύτας τῶν λέξεων τέχνας, εἴ τις μὴ προσέρχεται ὑγιαίνουσι λόγοις φησί, διδασκαλίᾳ δέ τινι τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ἔρις, φθόνος, βλασφημία, ὑπόνοιαι πονηραί. διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας. ὁρᾷς ὅπως πρὸς αὐτοὺς κεκίνηται, νόσον ὀνομάζων τὴν λογικὴν τέχνην αὐτῶν, ἐφ’ ᾗ σεμνύνονται οἷς φίλη ἡ στωμύλος αὕτη κακοτεχνία, εἴτε Ἕλληνες εἶεν εἴτε καὶ βάρβαροι σοφισταί. παγκάλως οὖν ὁ τραγικὸς Εὐριπίδης ἐν ταῖς Φοινίσσαις λέγει· ὁ δὲ ἄδικος λόγος νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν. ὑγιαίνων μὲν γὰρ ὁ σωτήριος εἴρηται λόγος αὐτὸς ὢν ἀλήθεια. καὶ τὸ ὑγιαῖνον αἰεὶ ἀθάνατον μένει, ἡ δὲ ἀπὸ τοῦ ὑγιεινοῦ τε καὶ θείου διάκρισις ἀθεότης τε καὶ πάθος θανατηφόρον. λύκοι οὗτοι ἅρπαγες προβάτων κῳδίοις ἐγκεκρυμμένοι, ἀνδραποδισταί τε καὶ ψυχαγωγοὶ εὔγλωσσοι, κλέπτοντες μὲν ἀφανῶς, διελεγχόμενοι δὲ λῃσταί, αἱρεῖν ἀγωνιζόμενοι καὶ σόλῳ καὶ βίᾳ ἡμᾶς δὴ τοὺς ἀπερίττους, ὡς ἂν εἰπεῖν ἀδυνατωτέρους.