ἑρμηνεύει δὲ ὁ Φίλων τὴν μὲν Ἄγαρ παροίκησιν (ἐνταῦθα γὰρ εἴρηται· μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν ), τὴν Σάραν δὲ ἀρχήν μου. ἔνεστιν οὖν προπαιδευθέντα ἐπὶ τὴν ἀρχικωτάτην σοφίαν ἐλθεῖν, ἀφ’ ἧς τὸ Ἰσραηλιτικὸν γένος αὔξεται. ἐξ ὧν δείκνυται διδακτικὴν εἶναι τὴν σοφίαν, ἣν μετῆλθεν Ἀβραάμ, ἐκ τῆς τῶν οὐρανίων θέας μετιὼν εἰς τὴν κατὰ θεὸν πίστιν τε καὶ δικαιοσύνην. Ἰσαὰκ δὲ τὸ αὐτομαθὲς ἐνδείκνυται· διὸ καὶ Χριστοῦ τύπος εὑρίσκεται. οὗτος μιᾶς γυναικὸς ἀνὴρ τῆς Ῥεβέκκας, ἣν ὑπομονὴν μεταφράζουσιν. πλείοσι δὲ συνέρχεσθαι ὁ Ἰακὼβ λέγεται ὡς ἂν ἀσκητὴς ἑρμηνευόμενος (διὰ πλειόνων δὲ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων), ὅθεν καὶ Ἰσραὴλ οὗτος μετονομάζεται ὁ τῷ ὄντι διορατικὸς ὡς ἂν πολύπειρός τε καὶ ἀσκητικός. εἴη δ’ ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἶναι τὴν σφραγῖδα τῆς γνώσεως, ἐκ φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως συνεστῶσαν. ἔχοις δ’ ἂν καὶ ἄλλην εἰκόνα τῶν εἰρημένων τὴν Θάμαρ ἐπὶ τριόδου καθεσθεῖσαν καὶ πόρνης δόξαν παρασχοῦσαν, ἣν ὁ φιλομαθὴς Ἰούδας (δυνατὸς δὲ ἑρμηνεύεται) ὁ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον καταλιπὼν ἐπεσκέψατο καὶ πρὸς αὐτὴν ἐξέκλινεν , σῴζων τὴν πρὸς τὸν θεὸν ὁμολογίαν. διὰ τοῦτο καὶ ὁ Ἀβραάμ, παραζηλούσης τῆς Σάρρας τὴν Ἄγαρ παρευδοκιμοῦσαν αὐτήν, ὡς ἂν τὸ χρήσιμον ἐκλεξάμενος μόνον τῆς κοσμικῆς φιλοσοφίας, ἰδοὺ ἡ παιδίσκη ἐν τοῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ φησί, δηλῶν ὅτι ἀσπάζομαι μὲν τὴν κοσμικὴν παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς σὴν θεραπαινίδα, τὴν δὲ ἐπιστήμην τὴν σὴν ὡς τελείαν δέσποιναν τιμῶ καὶ σέβω. καὶ ἐκάκωσεν αὐτὴν Σάρρα ἴσον τῷ ἐσωφρόνισε καὶ ἐνουθέτησεν. εὖ γοῦν εἴρηται παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. κατ’ ἄλλους μέντοι γε τόπους ἐξεταζόμεναι αἱ· προειρημέναι γραφαὶ ἄλλα μυστήρια μηνύουσαι παρίστανται. Φαμὲν τοίνυν ἐνθένδε γυμνῷ τῷ λόγῳ τὴν φιλοσοφίαν ζήτησιν ἔχειν περὶ ἀληθείας καὶ τῆς τῶν ὄντων φύσεως ἀλήθεια δὲ αὕτη, περὶ ἧς ὁ κύριος αὐτὸς εἶπεν ἐγώ εἰμι ἡ ἀλήθεια ), τήν τε αὖ προπαιδείαν τῆς ἐν Χριστῷ ἀναπαύσεως γυμνάζειν τὸν νοῦν καὶ διεγείρειν τὴν σύνεσιν ἀγχίνοιαν γεννῶσαν ζητητικὴν διὰ φιλοσοφίας ἀληθοῦς. ἣν εὑρόντες, μᾶλλον δὲ εἰληφότες παρ’ αὐτῆς τῆς ἀληθείας, ἔχουσιν οἱ μύσται. πολλὰ δ’ ἡ ἑτοιμότης πρὸς τὸ τὰ δέοντα ὁρᾶν διὰ τῆς προγυμνασίας συμβάλλεται. εἴη δ’ ἂν γυμνασία τῷ νῷ τὰ νοητά. τριττὴ δὲ ἡ τούτων φύσις, ἔν τε ποσοῖς καὶ πηλίκοις καὶ λεκτοῖς θεωρουμένη. ὁ γὰρ ἀπὸ τῶν ἀποδείξεων λόγος ἀκριβῆ πίστιν ἐντίθησι τῇ ψυχῇ τοῦ παρακολουθοῦντος, ὥστε μηδ’ ἂν ἄλλως ἔχειν τὸ ἀποδειχθὲν οἴεσθαι, τοῖς τε αὖ δἰ ἀπάτην ὑποτρέχουσιν ἡμῖν ὑποπίπτειν οὐκ ἐᾷ. ἐν τούτοις οὖν τοῖς μαθήμασιν ἐκκαθαίρεταί τε τῶν αἰσθητῶν καὶ ἀναζωπυρεῖται ἡ ψυχή, ἵνα δή ποτε ἀλήθειαν διιδεῖν δυνηθῇ. τροφὴ γὰρ καὶ ἡ παίδευσις ἡ χρηστὴ σῳζομένη φύσεις ἀγαθὰς ποιεῖ, καὶ αἱ φύσεις αἱ χρησταὶ τοιαύτης παιδείας ἀντιλαμβανόμεναι ἔτι βελτίους τῶν πρότερον φύονται εἴς τε τὰ ἄλλα καὶ εἰς τὸ γεννᾶν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις. διὸ καί φησιν· ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ γενοῦ ἐκείνου σοφώτερος, ὃς πολλὴν καὶ παντοδαπὴν ἐν τῷ ἀμήτῳ παρατίθεται πρὸς τὴν τοῦ χειμῶνος ἀπειλὴν τὴν τροφήν, ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστί· καὶ αὐτὴ γὰρ πάντα τὸν λειμῶνα ἐπινεμομένη ἓν κηρίον γεννᾷ. Εἰ δὲ ἐν τῷ ταμείῳ εὔχῃ, ὡς ὁ κύριος ἐδίδαξε, πνεύματι προσκυνῶν, οὐκέτι περὶ τὸν οἶκον εἴη ἂν μόνον ἡ οἰκονομία. ἀλλὰ καὶ περὶ τὴν ψυχήν, τίνα τε ἐπινεμητέον αὐτῇ καὶ ὅπως καὶ ὁπόσον, τίνα τε ἀποθετέον καὶ ἀποθησαυριστέον εἰς αὐτήν, καἰ ὅτε ταῦτα προκομιστέον, καὶ πρὸς οὕστινας. οὐ γὰρ φύσει, μαθήσει δὲ οἱ καλοὶ κἀγαθοὶ γίνονται, καθάπερ ἰατροὶ καὶ κυβερνῆται. ὁρῶμεν γοῦν κοινῶς οἱ πάντες τὴν ἄμπελον καὶ τὸν ἵππον, ἀλλ’ ὁ μὲν γεωργὸς εἴσεται, εἰ ἀγαθὴ πρὸς καρποφορίαν ἢ κακὴ ἡ ἄμπελος, καὶ ὁ ἱππικὸς ἄθυμον ἢ ταχὺν διακρινεῖ ῥᾳδίως. τὸ δ’ ἄλλους παρ’ ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων παρὰ τοὺς ἑτέρους ἐνδείκνυται, τελειότητα δὲ κατ’ ἀρετὴν οὐδ’ ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλοκἀγαθίας ἤνυσαν, καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί. φύσει δ’ αὖ κοινωνικοὺς καὶ δικαίους ὁ θεὸς ἡμᾶς ἐδημιούργησεν. ὅθεν οὐδὲ τὸ δίκαιον ἐκ μόνης φαίνεσθαι τῆς θέσεως ῥητέον, ἐκ δὲ τῆς ἐντολῆς ἀναζωπυρεῖσθαι τὸ τῆς δημιουργίας ἀγαθὸν νοητέον, μαθήσει παιδευθείσης τῆς ψυχῆς ἐθέλειν αἱρεῖσθαι τὸ κάλλιστον. ἀλλὰ καθάπερ καὶ ἄνευ γραμμάτων πιστὸν εἶναι δυνατόν φαμεν, οὕτως συνιέναι τὰ ἐν τῇ πίστει λεγόμενα οὐχ οἷόν τε μὴ μαθόντα ὁμολογοῦμεν. τὰ μὲν γὰρ εὖ λεγόμενα προσίεσθαι, τὰ δὲ ἀλλότρια μὴ προσίεσθαι οὐχ ἁπλῶς ἡ πίστις, ἀλλ’ ἡ περὶ τὴν μάθησιν πίστις ἐμποιεῖ. εἰ δ’ ἡ ἄγνοια ἀπαιδευσία τε ἅμα καὶ ἀμαθία, τὴν ἐπιστήμην τῶν θείων καὶ ἀνθρωπίνων ἐντίθησιν ἡ διδασκαλία. ἀλλ’ ὡς ἐν πενίᾳ βίου ὀρθῶς ἔστι βιοῦν, οὕτω δὲ καὶ ἐν περιουσίᾳ ἔξεστιν, καὶ ῥᾷον ἅμα καὶ θᾶττον σὺν τῇ προπαιδείᾳ θηρᾶσαι ἄν τινα τὴν ἀρετὴν ὁμολογοῦμεν οὐδὲ δίχα τούτων ἀθήρατον οὖσαν, πλὴν καὶ τότε τοῖς μεμαθηκόσι καὶ τὰ αἰσθητήρια συγγεγυμνασμένοις . μῖσος μὲν γάρ φησὶν ὁ Σολομών, ἐγείρει νεῖκος, ὁδοὺς δὲ ζωῆς φυλάσσει παιδεία, ὡς μὴ ἀπατηθῆναι, ὡς μὴ κλαπῆναι πρὸς τῶν ἐπὶ βλάβῃ τῶν ἀκροωμένων κακοτεχνίαν ἠσκηκότων. παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, φησίν, καὶ χρὴ μετεῖναι τὸ ἐλεγκτικὸν εἶδος ἕνεκα τοῦ τὰς δόξας τὰς ἀπατηλὰς διακρούεσθαι τῶν σοφιστῶν.