ἔπειτα ἐπιφέρει καθολικὸν δὴ λόγον· καὶ παντὶ τῷ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, τουτέστιν τῷ οἵῳ τε ἐπιδέξασθαι πόνῳ καὶ συνασκήσει. πάλιν τε αὖ διαρρήδην ἐξ ὀνόματος κυρίου γέγραπται· καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ. οὕς ἐνέπλησα πνεῦμα αἰσθήσεως· ἔχουσι μέν τι οἰκεῖον φύσεως ἰδίωμα οἱ σοφοὶ τῇ διανοίᾳ, λαμβάνουσι δὲ πνεῦμα αἰσθήσεως παρὰ τῆς κυριωτάτης σοφίας διττόν, ἐπιτηδείους σφᾶς αὐτοὺς παραστήσαντες. οἱ μὲν γὰρ τὰς βαναύσους μετιόντες τέχνας τοῦ περὶ τὰς αἰσθήσεις ἀπολαύουσι περιττοῦ, ἀκοῆς μὲν ὁ κοινῶς λεγόμενος μουσικός, ἁφῆς δὲ ὁ πλαστικός, καὶ φωνῆς ὁ ᾠδικός, ὀσφρήσεως ὁ μυρεψικός, ὄψεως ὁ τῶν ἐν ταῖς σφραγῖσιν ἐντυπωμάτων τορευτικός. οἱ δὲ ἀμφὶ τὴν παιδείαν διατρίβοντες τὴν συναίσθησιν χορηγοῦνται, καθ’ ἣν τῶν μέτρων οἱ ποιηταὶ καὶ τῆς λέξεως οἱ σοφισταὶ καὶ τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ καὶ οἱ φιλόσοφοι τῆς κατ’ αὐτοὺς θεωρίας ἀντιλαμβάνονται. εὑρετικὸν γὰρ καὶ ἐπινοητικὸν ἡ συναίσθησις ἐπιβάλλειν πιθανῶς ἀναπείθουσα, συναύξει δὲ τὴν ἐπιβολὴν ἡ εἰς ἐπιστήμην συνάσκησις. εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία. ἐὰν γὰρ τὴν φρόνησιν τήν τε αἴσθησιν ἐπικαλέσῃ μεγάλῃ τῇ φωνῇ καὶ ζητήσῃς αὐτὴν ὥσπερ ἀργυρίου θησαυροὺς καὶ προθύμως ἐξιχνιάσῃς, νοήσεις θεοσέβειαν καὶ αἴσθησιν θείαν εὑρήσεις, πρὸς ἀντιδιαστολὴν τῆς κατὰ φιλοσοφίαν αἰσθήσεως εἴρηκεν ὁ προφήτης, ἣν μεγαλοφυῶς καὶ μεγαλοπρεπῶς ἐξερευνᾶν διδάσκει εἰς τὴν ἐπὶ τὴν θεοσέβειαν προκοπήν. ἀντέθηκεν οὖν αὐτῇ τὴν ἐν θεοσεβείᾳ αἴσθησιν, τὴν γνῶσιν αἰνισσόμενος καὶ τάδε λέγων· ὁ γὰρ θεὸς δίδωσι σοφίαν ἐκ τοῦ ἑαυτοῦ στόματος αἴσθησίν τε ἅμα καὶ φρόνησιν, καὶ θησαυρίζει δικαίοις βοήθειαν· τοῖς γὰρ ὑπὸ φιλοσοφίας δεδικαιωμένοις βοήθεια θησαυρίζεται καὶ ἡ εἰς θεοσέβειαν συναίσθησις. Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν δἰ ἀποδείξεως καρπουμένοις, ὅτι ὁ πούς σου φησὶν οὐ μὴ προσκόψῃ, ἐπὶ τὴν πρόνοιαν τὰ καλὰ ἀναφέροντος, ἐάν τε Ἑλληνικὰ ᾖ ἐάν τε ἡμέτερα. πάντων μὲν γὰρ αἴτιος τῶν καλῶν ὁ θεός, ἀλλὰ τῶν μὲν κατὰ προηγούμενον ὡς τῆς τε διαθήκης τῆς παλαιᾶς καὶ τῆς νέας, τῶν δὲ κατ’ ἐπακολούθημα ὡς τῆς φιλοσοφίας. τάχα δὲ καὶ προηγουμένως τοῖς Ἕλλησιν ἐδόθη τότε πρὶν ἢ τὸν κύριον καλέσαι καὶ τοὺς Ἕλληνας· ἐπαιδαγώγει γὰρ καὶ αὕτη τὸ Ἑλληνικὸν ὡς ὁ νόμος τοὺς Ἑβραίους εἰς Χριστόν. προπαρασκευάζει τοίνυν ἡ φιλοσοφία προοδοποιοῦσα τὸν ὑπὸ Χριστοῦ τελειούμενον. αὐτίκα τὴν σοφίαν ὁ Σολομὼν περιχαράκωσον φησίν, καὶ ὑπερυψώσει σε· στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσει σε, ἐπεὶ κἂν σὺ τῷ θριγκῷ ὑπεροχυρώσας αὐτὴν διὰ φιλοσοφίας καὶ πολυτελείας ὀρθῆς ἀνεπίβατον τοῖς σοφισταῖς τηρήσαις. μία μὲν οὖν ἡ τῆς ἀληθείας ὁδός, ἀλλ’ εἰς αὐτὴν καθάπερ εἰς ἀέναον ποταμὸν ἐκρέουσι τὰ ῥεῖθρα ἄλλα ἄλλοθεν. ἐνθέως οὖν ἄρα εἴρηται· ἄκουε, υἱέ μου, καὶ δέξαι ἐμοὺς λόγους, φησίν, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί, αἱ τῆς αὐτῆς ἐκβλύζουσαι γῆς. οὐ δὴ μόνον ἑνός τινος δικαίου ὁδοὺς πλείονας σωτηρίους κατέλεξεν, ἐπιφέρει δὲ ἄλλας πολλῶν πολλὰς δικαίων ὁδούς, μηνύων ὧδέ πως· αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν. εἶεν δ’ ἂν καὶ αἱ ἐντολαὶ καὶ αἱ προπαιδεῖαι ὁδοὶ καὶ ἀφορμαὶ τοῦ βίου. Ἱερουσαλὴμ Ἱερουσαλήμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὡς ὄρνις τοὺς νεοσσούς. Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης ἑρμηνεύεται. δηλοῖ τοίνυν προφητικῶς τοὺς εἰρηνικῶς ἐποπτεύσαντας πολυτρόπως εἰς κλῆσιν πεπαιδαγωγῆσθαι. τί οὖν; ἠθέλησε μέν, οὐκ ἠδυνήθη δέ· ποσάκις δὲ ἢ ποῦ; δίς, διά τε προφητῶν καὶ διὰ τῆς παρουσίας. πολύτροπον μὲν οὖν τὴν σοφίαν ἡ ποσάκις ἐνδείκνυται λέξις, καὶ καθ’ ἕνα ἕκαστον τρόπον ποιότητός τε καὶ ποσότητος πάντως σῴζει τινὰς ἔν τε τῷ χρόνῳ ἔν τε τῷ αἰῶνι, ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην. κἄν τις βιαζόμενος λέγῃ· μὴ πρόσεχε φαύλῃ γυναικί, μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, τὴν Ἑλληνικὴν εἶναι παιδείαν, ἐπακουσάτω τῶν Ἑξῆς· ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, φησί, φιλοσοφία δὲ οὐ κολακεύει. τίνα τοίνυν αἰνίσσεται τὴν ἐκπορνεύσασαν; ἐπιφέρει ῥητῶς· τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς Ἅιδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. μακρὰν οὖν ποίησον ἀπὸ τῆς ἄφρονος ἡδονῆς τὴν σὴν ὁδόν, μὴ ἐπιστῇς θύραις οἴκων αὐτῆς, ἵνα μὴ προῇ ἄλλοις τὴν σὴν ζωήν. καὶ ἐπιμαρτυρεῖ· εἶτα μεταμελήσει σοι ἐπὶ γήρως, ἡνίκα ἂν κατατριβῶσί σου σάρκες σώματος. τοῦτο γὰρ τέλος τῆς ἄφρονος ἡδονῆς. καὶ ταῦτα μὲν ταύτῃ· ὁπηνίκα δ’ ἂν φῇ· μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, χρῆσθαι μέν, οὐκ ἐνδιατρίβειν δὲ καὶ ἐναπομένειν τῇ κοσμικῇ παιδείᾳ παραινεῖ· προπαιδεύει γὰρ τῷ κυριακῷ λόγῳ τὰ κατὰ τοὺς προσήκοντας καιροὺς ἑκάστῃ γενεᾷ συμφερόντως δεδομένα. ἤδη γάρ τινες τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἳ μὲν αὐτῶν ἐν μουσικῇ, οἳ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ. Ἀλλ’ ὡς τὰ ἐγκύκλια μαθήματα συμβάλλεται πρὸς φιλοσοφίαν τὴν δέσποιναν αὐτῶν, οὕτω καὶ φιλοσοφία αὐτὴ πρὸς σοφίας κτῆσιν συνεργεῖ. ἔστι γὰρ ἡ μὲν φιλοσοφία ἐπιτήδευσις σοφίας , ἡ σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων. κυρία τοίνυν ἡ σοφία τῆς φιλοσοφίας ὡς ἐκείνη τῆς προπαιδείας. εἰ γὰρ ἐγκράτειαν φιλοσοφία ἐπαγγέλλεται γλώσσης τε καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα, καὶ ἔστιν δἰ αὑτὴν αἱρετή, σεμνοτέρα φανεῖται καὶ κυριωτέρα. εἰ θεοῦ τιμῆς τε καὶ γνώσεως ἕνεκεν ἐπιτηδεύοιτο. τῶν εἰρημένων μαρτυρίαν παρέξει ἡ γραφὴ διὰ τῶνδε· Σάρρα στεῖρα ἦν πάλαι, Ἀβραὰμ δὲ γυνή. μὴ τίκτουσα ἡ Σάρρα τὴν ἑαυτῆς παιδίσκην ὀνόματι Ἄγαρ τὴν Αἰγυπτίαν εἰς παιδοποιίαν ἐπιτρέπει τῷ Ἀβραάμ. ἡ σοφία τοίνυν ἡ τῷ πιστῷ πιστῷ σύνοικος (πιστὸς δὲ ἐλογίσθη Ἀβραὰμ καὶ δίκαιος) στεῖρα ἦν ἔτι καὶ ἄτεκνος κατὰ τὴν γενεὰν ἐκείνην, μηδέπω μηδὲν ἐνάρετον ἀποκυήσασα τῷ Ἀβραάμ, ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ (Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται) συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὑτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ.