Οἱ δὲ ἀπὸ Βασιλείδου καὶ τοῦ βαπτίσματος αὐτοῦ τὴν ἡμέραν Ἑορτάζουσι προδιανυκτερεύοντες ἐν ἀναγνώσεσι. φασὶ δὲ εἶναι τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος τὴν πεντεκαιδεκάτην τοῦ Τυβὶ μηνός, τινὲς δὲ αὖ τὴν ἑνδεκάτην τοῦ αὐτοῦ μηνός. τό τε πάθος αὐτοῦ ἀκριβολογούμενοι φέρουσιν οἳ μέν τινες τῷ ἑκκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος Φαμενὼθ κε΄, οἳ δὲ Φαρμουθὶ κε΄· ἄλλοι δὲ Φαρμουθὶ ιθ΄ πεπονθέναι τὸν σωτῆρα λέγουσιν. ναὶ μήν τινες αὐτῶν φασι Φαρμουθὶ γεγενῆσθαι κδ΄ ἢ κε΄. Ἔτι δὲ κἀκεῖνα τῇ χρονογραφίᾳ προσαποδοτέον, τὰς ἡμέρας λέγω, ἃς αἰνίττεται Δανιὴλ ἀπὸ τῆς ἐρημώσεως Ἱερουσαλήμ, τὰ Οὐεσπεσιανοῦ ἔτη ζ΄ μῆνας ια΄. τὰ γὰρ δύο ἔτη προσλαμβάνεται τοῖς Ὄθωνος καὶ Γάλβα καὶ Οὐιτελλίου μησὶ ιζ΄ ἡμέραις η΄ καὶ οὕτω γίνεται ἔτη τρία καὶ μῆνες ς΄, ὅ ἐστι τὸ ἥμισυ τῆς ἑβδομάδος, καθὼς εἴρηκε Δανιὴλ ὁ προφήτης. εἴρηκεν δὲ βτ΄ ἡμέρας γενέσθαι ἀφ’ οὗ ἔστη τὸ βδέλυγμα ὑπὸ Νέρωνος εἰς τὴν πόλιν τὴν ἁγίαν μέχρι τῆς καταστροφῆς αὐτῆς. οὕτω γὰρ τὸ ῥητὸν τὸ ὑποτεταγμένον δείκνυσιν· ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ ἡ δύναμις καὶ τὸ ἅγιον συμπατηθήσεται; καὶ εἶπεν αὐτῷ, ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι βτ΄, καὶ καθαρθήσεται τὸ ἅγιον. αὗται οὖν αἱ βτ΄ ἡμέραι γίνονται ἔτη ς΄, μῆνες δ΄, ὧν τὸ ἥμισυ κατέσχε Νέρων βασιλεύων, καὶ ἐγένετο ἥμισυ ἑβδομάδος· τὸ δὲ ἥμισυ Οὐεσπεσιανὸς σὺν Ὄθωνι καὶ Γάλβᾳ καὶ Οὐιτελλίῳ. καὶ διὰ τοῦτο λέγει Δανιήλ· μακάριος ὁ φθάσας εἰς ἡμέρας ατλε΄. μέχρι γὰρ τούτων τῶν ἡμερῶν ὁ πόλεμος ἦν, μετὰ δὲ ταῦτα ἐπαύσατο. δείκνυται δὲ καὶ οὗτος ὁ ἀριθμὸς ἐκ τοῦ ὑποτεταγμένου κεφαλαίου ἔχοντος ὧδε· καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέρας ασς΄, μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας ατλε΄. Φλαύιος δὲ Ἰώσηπος ὁ Ἰουδαῖος ὁ τὰς Ἰουδαϊκὰς συντάξας ἱστορίας καταγαγὼν τοὺς χρόνους φησὶν ἀπὸ Μωυσέως ἕως Δαβὶδ ἔτη γίγνεσθαι φπε΄, ἀπὸ δὲ Δαβὶδ ἕως Οὐεσπεσιανοῦ δευτέρου ἔτους αροθ΄. εἶτα ἀπὸ τούτου μέχρι Ἀντωνίνου δεκάτου ἔτους ἔτη οζ΄, ὡς εἶναι ἀπὸ Μωυσέως ἐπὶ τὸ δέκατον ἔτος Ἀντωνίνου πάντα ἔτη αωλγ΄. ἄλλοι δὲ μέχρι τῆς Κομόδου τελευτῆς ἀριθμήσαντες ἀπὸ Ἰνάχου καὶ Μωυσέως ἔτη ἔφησαν γίνεσθαι αωμβ΄, οἳ δὲ ἁ̣̣̓κα΄, ἐν δὲ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ἡ ἀπὸ Ἀβραὰμ γενεαλογία μέχρι Μαρίας τῆς μητρὸς τοῦ κυρίου περαιοῦται· γίνονται γάρ, φησίν, ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ γενεαὶ ιδ΄, καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ ιδ΄, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ ὁμοίως ἄλλαι γενεαὶ ιδ΄, τρία διαστήματα μυστικὰ ἓς ἑβδομάσι τελειούμενα. Καὶ τὰ μὲν περὶ τῶν χρόνων διαφόρως πολλοῖς ἱστορηθέντα καὶ πρὸς ἡμῶν ἐκτεθέντα ὧδε ἐχέτω, ἑρμηνευθῆναι δὲ τὰς γραφὰς τάς τε τοῦ νόμου καὶ τὰς προφητικὰς ἐκ τῆς τῶν Ἑβραίων διαλέκτου εἰς τὴν Ἑλλάδα γλῶττάν φασιν ἐπὶ βασιλέως Πτολεμαίου τοῦ Λάγου ἢ ὥς τινες ἐπὶ τοῦ Φιλαδέλφου ἐπικληθέντος, τὴν μεγίστην φιλοτιμίαν εἰς τοῦτο προσενεγκαμένου, Δημητρίου τοῦ Φαληρέως καὶ τὰ περὶ τὴν ἑρμηνείαν ἀκριβῶς πραγματευσαμένου· ἔτι γὰρ Μακεδόνων τὴν Ἀσίαν κατεχόντων φιλοτιμούμενος ὁ βασιλεὺς τὴν ἐν Ἀλεξανδρείᾳ πρὸς αὐτοῦ γενομένην βιβλιοθήκην πάσαις κατακοσμῆσαι γραφαῖς ἠξίωσε καὶ τοὺς Ἱεροσολυμίτας τὰς παρ’ αὐτοῖς προφητείας εἰς τὴν Ἑλλάδα διάλεκτον ἑρμηνεῦσαι. οἳ δὲ ἅτε ἔτι ὑπακούοντες Μακεδόσι τῶν παρὰ σφίσιν εὐδοκιμωτάτων περὶ τὰς γραφὰς ἐμπείρους καὶ τῆς Ἑλληνικῆς διαλέκτου εἰδήμονας ἑβδομήκοντα πρεσβυτέρους ἐκλεξάμενοι ἀπέστειλαν αὐτῷ μετὰ καὶ τῶν θείων βίβλων. ἑκάστου δὲ ἐν μέρει κατ’ ἰδίαν ἑκάστην ἑρμηνεύσαντος προφητείαν συνέπνευσαν αἱ πᾶσαι ἑρμηνεῖαι συναντιβληθεῖσαι καὶ τὰς διανοίας καὶ τὰς λέξεις· θεοῦ γὰρ ἦν βούλημα μεμελετημένον εἰς Ἑλληνικὰς ἀκοάς. οὐ δὴ ξένον ἐπιπνοίᾳ θεοῦ τοῦ τὴν προφητείαν δεδωκότος καὶ τὴν ἑρμηνείαν οἱονεὶ Ἑλληνικὴν προφητείαν ἐνεργεῖσθαι, ἐπεὶ κἀν τῇ ἐπὶ Ναβουχοδονόσορ αἰχμαλωσίᾳ διαφθαρεισῶν τῶν γραφῶν κατὰ τοὺς Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνους ἐπίπνους Ἔσδρας ὁ Λευίτης ὁ ἱερεὺς γενόμενος πάσας τὰς παλαιὰς αὖθις ἀνανεούμενος προεφήτευσε γραφάς. Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν πρὸς τὸν Φιλομήτορα κατὰ λέξιν γράφει· κατηκολούθηκε δὲ καὶ ὁ Πλάτων τῇ καθ’ ἡμᾶς νομοθεσίᾳ, καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ λεγομένων. διηρμήνευται δὲ πρὸ Δημητρίου ὑφ’ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξ Αἰγύπτου ἐξαγωγὴν τῶν Ἑβραίων τῶν ἡμετέρων πολιτῶν καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις· ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά (γέγονε γὰρ πολυμαθής), καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ’ ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν. Νουμήνιος δὲ ὁ Πυθαγόρειος φιλόσοφος ἄντικρυς γράφει· τί γάρ ἐστι Πλάτων ἢ Μωυσῆς ἀττικίζων; οὗτος ὁ Μωυσῆς θεολόγος καὶ προφήτης, ὡς δέ τινες νόμων ἱερῶν ἑρμηνεὺς ἦν. τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις καὶ τὸν βίον ἀξιόπιστοι κηρύσσουσαι αὐταὶ αἱ γραφαί, λεκτέον δὲ ὅμως καὶ ἡμῖν ὡς ὅτι μάλιστα δἰ ὀλίγων .