γίνονται δὲ οἱ πάντες προφῆται πέντε καὶ τριάκοντα. γυναικῶν δὲ (καὶ γὰρ καὶ αὗται προεφήτευον) Σάρρα τε καὶ Ῥεβέκκα καὶ Μαριὰμ Δεββώρα τε καὶ Ὀλδά. ἔπειτα περὶ τοὺς αὐτοὺς χρόνους Ἰωάννης προφητεύει μέχρι τοῦ σωτηρίου βαπτίσματος, μετὰ δὲ τὴν γένεσιν τοῦ Χριστοῦ Ἄννα καὶ Συμεών· Ζαχαρίας γὰρ ὁ Ἰωάννου πατὴρ καὶ πρὸ τοῦ παιδὸς προφητεύειν ἐν τοῖς εὐαγγελίοις λέγεται. Ἄνωθεν οὖν ἀπὸ Μωυσέως συναγάγωμεν τὴν καθ’ Ἕλληνας χρονογραφίαν· ἀπὸ τῆς Μωυσέως γενέσεως ἐπὶ τὴν ἐξ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον ἔτη ὀγδοήκοντα καὶ τὰ μέχρι τῆς τελευτῆς αὐτοῦ ἄλλα τεσσαράκοντα γίνεται ἡ ἔξοδος κατὰ Ἴναχον πρὸ τῆς Σωθιακῆς περιόδου ἐξελθόντος ἀπ’ Αἰγύπτου Μωυσέως ἔτεσι πρότερον τριακοσίοις τεσσαράκοντα ε΄. ἀπὸ δὲ τῇς Μωυσέως στρατηγίας καὶ Ἰνάχου ἐπὶ τὸν Δευκαλίωνος κατακλυσμόν, τὴν δευτέραν λέγω ἐπομβρίαν, καὶ ἐπὶ τὸν Φαέθοντος ἐμπρησμόν, ἃ δὴ συμβαίνει κατὰ Κρότωπον, γενεαὶ † τεσσαράκοντα ἀριθμοῦνται· εἰς μέντοι τὰ ἑκατὸν ἔτη τρεῖς ἐγκαταλέγονται γενεαί. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸν Ἴδης ἐμπρησμὸν καὶ τὴν εὕρεσιν τοῦ σιδήρου καὶ Ἰδαίους δακτύλους ἔτη ἑβδομήκοντα τρία, ὥς φησι Θράσυλλος. καὶ ἀπὸ Ἴδης ἐμπρησμοῦ Γανυμήδους ἁρπαγὴν ἔτη ἐξήκοντα πέντε. ἐντεῦθεν δὲ ἐπὶ τὴν Περσέως στρατείαν, ὅτε καὶ Γλαῦκος ἐπὶ Μελικέρτῃ τὰ Ἴσθμια ἔθηκεν, ἔτη πεντεκαίδεκα. ἀπὸ δὲ Περσέως στρατείας ἐπὶ Ἰλίου κτίσιν ἔτη τριάκοντα τέσσαρα. ἐντεῦθεν ἐπὶ τὸν ἔκπλουν τῆς Ἀργοῦς ἔτη ἐξήκοντα τέσσαρα. ἐκ τούτου ἐπὶ Θησέα καὶ Μινώταυρον ἔτη τριάκοντα δύο, εἶτα ἐπὶ τοὺς ἑπτὰ ἐπὶ Θήβαις ἔτη δέκα, ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἀγῶνα, ὃν Ἡρακλῆς ἔθηκεν ἐπὶ Πέλοπι, ἔτη τρία, εἴς τε τὴν Ἀμαζόνων εἰς Ἀθήνας στρατείαν καὶ τὴν Ἑλένης ὑπὸ Θησέως ἁρπαγὴν ἔτη ἐννέα. ἐντεῦθεν ἐπὶ Ἡρακλέους ἀποθέωσιν ἔτη ἕνδεκα, εἶτα ἐπὶ τὴν Ἑλένης ὑπὸ Ἀλεξάνδρου ἁρπαγὴν ἔτη τέσσαρα. εἶτα ἐπὶ τὴν Τροίας ἅλωσιν ἔτη εἴκοσι. ἀπὸ δὲ Τροίας ἁλώσεως ἐπὶ τὴν Αἰνείου κάθοδον καὶ κτίσιν Λαουινίου ἔτη δέκα, ἐπί τε τὴν Ἀσκανίου ἀρχὴν ἔτη ὀκτώ, καὶ ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἐξήκοντα ἕν, ἐπί τε τὴν Ἰφίτου ὀλυμπιάδα ἔτη τριακόσια τριάκοντα ὀκτώ. Ἐρατοσθένης δὲ τοὺς χρόνους ὧδε ἀναγράφει· ἀπὸ μὲν Τροίας ἁλώσεως ἐπὶ Ἡρακλειδῶν κάθοδον ἔτη ὀγδοήκοντα· ἐντεῦθεν δὲ ἐπὶ τὴν Ἰωνίας κτίσιν ἔτη ἑξήκοντα· τὰ δὲ τούτοις ἑξῆς ἐπὶ μὲν τὴν ἐπιτροπίαν τὴν Λυκούργου ἔτη ἑκατὸν πεντήκοντα ἐννέα· ἐπὶ δὲ τὸ προηγούμενον ἔτος τῶν πρώτων ὀλυμπίων ἔτη ἑκατὸν ὀκτώ· ἀφ’ ἧς ὀλυμπιάδος ἐπὶ τὴν Ξέρξου διάβασιν ἔτη διακόσια ἐνενήκοντα ἑπτά· ἀφ’ ἧς ἐπὶ τὴν ἀρχὴν τοῦ Πελοποννησιακοῦ πολέμου ἔτη τεσσαράκοντα ὀκτώ· καὶ ἐπὶ τὴν κατάλυσιν καὶ Ἀθηναίων ἧτταν ἔτη εἴκοσι ἑπτά· καὶ ἐπὶ τὴν ἐν Λεύκτροις μάχην ἔτη τριάκοντα τέσσαρα· μεθ’ ἥν ἐπὶ τὴν Φιλίππου τελευτὴν ἔτη τριάκοντα πέντε· μετὰ δὲ ταῦτα ἐπὶ τὴν Ἀλεξάνδρου μεταλλαγὴν ἔτη δώδεκα. Πάλιν ἀπὸ τῆς πρώτης ὀλυμπιάδος ἔνιοί φασιν ἐπὶ Ῥώμης κτίσιν συνάγεσθαι ἔτη εἴκοσι τέσσαρα. ἐντεῦθεν ἐπὶ τὴν βασιλέων ἀναίρεσιν. ὅτε ὕπατοι ἐγένοντο, ἐπὶ ἔτη διακόσια τεσσαράκοντα τρία, ἀπὸ δὲ τῆς βασιλέων ἀναιρέσεως ἐπὶ τὴν Ἀλεξάνδρου τελευτὴν ἔτη ἑκατὸν ὀγδοήκοντα ἕξ. ἐντεῦθεν ἐπὶ τὴν Αὐγούστου νίκην, ὅτε Ἀντώνιος ἀπέσφαξεν ἑαυτὸν ἐν Ἀλεξανδρείᾳ, ἔτη διακόσια ἐνενήκοντα τέσσαρα, ὅτε ὑπάτευεν Αὔγουστος τὸ τέταρτον. ἀφ’ οὗ χρόνου ἐπὶ τὸν ἀγῶνα, ὅν ἔθηκε Δομετιανὸς ἐν Ῥώμῃ, ἔτη ἑκατὸν δεκατέσσαρα, ἀπὸ δὲ τοῦ πρώτου ἀγῶνος ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη ἑκατὸν ἕνδεκα. Εἰσὶ δὲ οἵ ἀπὸ Κέκροπος μὲν ἐπὶ Ἀλέξανδρον τὸν Μακεδόνα συνάγουσιν ἔτη χίλια † ὀκτακόσια εἴκοσι ὀκτώ, ἀπὸ δὲ Δημοφῶντος χίλια διακόσια πεντήκοντα, καὶ ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑκατὸν εἴκοσι ἢ ἑκατὸν ὀγδοήκοντα. ἀπὸ τούτου ἐπὶ Εὐαίνετον ἄρχοντα, ἐφ’ οὗ φασιν Ἀλέξανδρον εἰς τὴν Ἀσίαν διαβῆναι, ὡς μὲν Φανίας ἔτη ἑπτακόσια δεκαπέντε, ὡς δὲ Ἔφορος ἑπτακόσια τριάκοντα πέντε, ὡς δὲ Τίμαιος καὶ Κλείταρχος ὀκτακόσια εἴκοσι, ὡς δὲ Ἐρατοσθένης ἑπτακόσια ἑβδομήκοντα τέσσαρα , ὡς δὲ Δοῦρις ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια. ἐντεῦθεν ἐπὶ † Εὐαίνετον τὸν Ἀθήνησιν ἄρχοντα, ἐφ’ οὗ θνῄσκει Ἀλέξανδρος, ἔτη ια΄. ἐντεῦθεν ἐπὶ τὴν ἡγεμονίαν Γερμανικοῦ Κλαυδίου Καίσαρος ἔτη τριακόσια ἑξήκοντα πέντε, ἀφ’ οὗ χρόνου δῆλα γίνεται καὶ τὰ ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη ὅσα γε συνάγεται. Μετὰ δὲ τὰ Ἑλληνικὰ καὶ ἀπὸ τῶν κατὰ τοὺς βαρ βάρους χρόνων ἀποδοτέον κατὰ τὰ μέγιστα διαστήματα. ἀπὸ μὲν Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ συνάγεται ἔτη δισχίλια ἑκατὸν τεσσαράκοντα ὀκτὼ ἡμέραι τέσσαρες, ἀπὸ δὲ Σὴμ ἕως Ἀβραὰμ ἔτη χίλια διακόσια ν΄, ἀπὸ δὲ Ἰσαὰκ ἕως τῆς κληροδοσίας ἔτη ἑξακόσια δέκα ἕξ. ἔπειτα ἀπὸ κριτῶν ἕως Σαμουὴλ ἔτη τετρακόσια ἑξήκοντα τρία μῆνες ἑπτά. καὶ μετὰ τοὺς κριτὰς βασιλειῶν ἔτη πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἕξ ἡμέραι δέκα. μεθ’ οὕς χρόνους Περσικῆς βασιλείας ἔτη διακόσια τριάκοντα πέντε, ἔπειτα τῆς Μακεδονικῆς ἕως Ἀντωνίου ἀναιρέσεως ἔτη τριακόσια δώδεκα ἡμέραι δεκαοκτώ. μεθ’ ὃν χρόνον ἡ Ῥωμαίων βασιλεία ἕως τῆς Κομόδου τελευτῆς ἔτη διακόσια εἴκοσι δύο. πάλιν τε αὖ ἀπὸ τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας καὶ τῆς τοῦ λαοῦ εἰς πατρῴαν γῆν ἀποκαταστάσεως εἰς τὴν αἰχμαλωσίαν τὴν ἐπὶ Οὐεσπεσιανοῦ ἔτη συνάγεται τετρακόσια δέκα, τελευταῖα δὲ ἀπὸ Οὐεσπεσιανοῦ ἕως τῆς Κομόδου τελευτῆς εὑρίσκεται ἔτη ἑκατὸν εἴκοσι ἕν μῆνες ἕξ ἡμέραι εἴκοσι τέσσαρες.