Ἰωσίαν διαδέχεται Ἰεχωνίας, ὁ καὶ Ἰωάχας, ὁ υἱὸς αὐτοῦ μῆνας τρεῖς καὶ ἡμέρας δέκα. τοῦτον Νεχαὼ βασιλεὺς Αἰγύπτου δήσας ἀπήγαγεν εἰς Αἴγυπτον, καταστήσας ἀντ’ αὐτοῦ βασιλέα τὸν ἀδελφὸν αὐτοῦ Ἰωακεὶμ ἐπὶ φόρῳ τῆς γῆς ἔτη ἕνδεκα. μετὰ τοῦτον ὁ ὁμώνυμος αὐτοῦ Ἰωακεὶμ τρίμηνον βασιλεύει, εἶτα Σεδεκίας ἔτη ἕνδεκα. καὶ μέχρι τούτου προφητεύων διατείνει Ἱερεμίας, προφητεύουσι δὲ καὶ Βουζὶ καὶ Οὐρίας ὁ υἱὸς Σαμαίου καὶ Ἀμβακοὺμ σὺν αὐτῷ, καὶ τέλος ἔχει τὰ τῶν Ἑβραϊκῶν βασιλέων. γίνονται οὐν ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἕως τῆς μετοικεσίας ταύτης ἔτη, ὡς μέν τινες, ἐννακόσια ἑβδομήκοντα δύο, κατὰ δὲ τὴν ἀκριβῆ χρονογραφίαν χίλια ὀγδοήκοντα πέντε μῆνες ἕξ ἡμέραι δέκα· ἀπὸ δὲ τῆς Δαβὶδ βασιλείας ἕως τῆς αἰχμαλωσίας τῆς ὑπὸ Χαλδαίων γενομένης ἔτη τετρακόσια πεντήκοντα δύο μῆνες ἕξ, ὡς δὲ ἡ καθ’ ἡμᾶς τῶν χρόνων ἀκρίβεια συνάγει, ἔτη τετρακόσια ὀγδοήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα. Ἐν δὲ τῷ δωδεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας Ναβουχοδονόσορ πρὸ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα ἐπὶ Φοίνικας καὶ Ἰουδαίους ἐστράτευσεν, ὥς φησι Βήρωσσος ἐν ταῖς Χαλδαϊκαῖς ἱστορίαις. Ἰόβας δὲ περὶ Ἀσσυρίων γράφων ὁμολογεῖ τὴν ἱστορίαν παρὰ Βηρώσσου εἰληφέναι, μαρτυρῶν τὴν ἀλήθειαν τἀνδρί. ὁ τοίνυν Ναβουχοδονόσορ τυφλώσας τὸν Σεδεκίαν εἰς Βαβυλῶνα ἀπάγει καὶ τὸν λαὸν πάντα μετοικίζει (καὶ γίνεται ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἑβδομήκοντα) πλὴν ὀλίγων, οἳ εἰς Αἴγυπτον κατέφυγον. προφητεύουσι δὲ καὶ ἐπὶ Σεδεκίου ἔτι Ἱερεμίας καὶ Ἀμβακούμ, ἐν δὲ τῷ πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι προφητεύει Ἰεζεκιήλ, μεθ’ ὃν Ναοὺμ ὁ προφήτης, ἔπειτα Δανιήλ, πάλιν αὖ μετὰ τοῦτον προφητεύουσιν Ἀγγαῖος καὶ Ζαχαρίας ἐπὶ Δαρείου τοῦ πρώτου ἔτη δύο, μεθ’ ὃν ὁ ἐν τοῖς δώδεκα Ἄγγελος. μετὰ δὲ Ἀγγαῖον καὶ Ζαχαρίαν Νεεμίας ὁ ἀρχιοινοχόος Ἀρταξέρξου, υἱὸς δὲ Ἀχηλὶ τοῦ Ἰσραηλίτου, οἰκοδομεῖ τὴν πόλιν Ἱερουσαλὴμ καὶ τὸν νεὼν ἐπισκευάζει. ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ γίνεται Ἐσθὴρ καὶ Μαρδοχαῖος, οὗ φέρεται βιβλίον ὡς καὶ τὸ τῶν Μακκαβαϊκῶν. κατὰ τὴν αἰχμαλωσίαν ταύτην τῇ εἰκόνι λατρεῦσαι μὴ θελήσαντες Μισαὴλ Ἀνανίας τε καὶ Ἀζαρίας εἰς κάμινον ἐμβληθέντες πυρὸς δἰ ἐκιφανείας ἀγγέλου σῴζονται. τότε διὰ δράκοντα Δανιὴλ εἰς λάκκον λεόντων βληθεὶς ὑπὸ Ἀμβακοὺμ προνοίᾳ θεοῦ τραφεὶς ἑβδομαῖος ἀνασῴζεται. ἐνταῦθα καὶ τὸ σημεῖον ἐγένετο Ἰωνᾶ, καὶ Τωβίας διὰ Ῥαφαὴλ τοῦ ἀγγέλου Σάρραν ἄγεται γυναῖκα, τοῦ δαίμονος αὐτῆς ἑπτὰ τοὺς πρώτους μνηστῆρας ἀνελόντος, καὶ μετὰ τὸν γάμον Τωβίου ὁ πατὴρ αὐτοῦ Τωβὶτ ἀναβλέπει. ἐνταῦθα Ζοροβάβελ σοφίᾳ νικήσας τοὺς ἀνταγωνιστὰς τυγχάνει παρὰ Δαρείου ὠνησάμενος ἀνανέωσιν Ἱερουσαλὴμ καὶ μετὰ Ἔσδρα εἰς τὴν πατρῴαν γῆν ἀναζεύγνυσι· δἰ ὃν γίνεται ἡ ἀπολύτρωσις τοῦ λαοῦ καὶ ὁ τῶν θεοπνεύστων ἀναγνωρισμὸς καὶ ἀνακαινισμὸς λογίων καὶ τὸ σωτήριον ἄγεται πάσχα καὶ λύσις ὀθνείας ἐπιγαμβρείας. προκεκηρύχει δὲ καὶ Κῦρος τὴν Ἑβραίων ἀποκατάστασιν, τελεσθείσης δὲ ἐπὶ Δαρείου τῆς ὑποσχέσεως ἡ τῶν ἐγκαινίων ἄγεται ἑορτή, καθὼς καὶ ἐπὶ τῆς σκηνῆς. καὶ γίνεται τὰ πάντα ἔτη σὺν τοῖς τῆς αἰχμαλωσίας μέχρι τῆς ἀποκαταστάσεως τοῦ λαοῦ ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἔτη χίλια ἑκατὸν νε΄ μῆνες ἓξ ἡμέραι δέκα, ἀπὸ δὲ τῆς Δαβὶδ βασιλείας ἔτη, ὡς μέν τινες, πεντακόσια πεντήκοντα δύο, ὡς δὲ ἀκριβέστερον, πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα. Πεπλήρωται τοίνυν ἐκ τῆς αἰχμαλωσίας τῆς ἐπὶ Ἱερεμίου τοῦ προφήτου εἰς Βαβυλῶνα γενομένης τὰ ὑπὸ Δανιὴλ τοῦ προφήτου εἰρημένα οὕτως ἔχοντα· ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκρίνασθαι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο, καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. καὶ μετὰ τὰς ἑξήκοντα δύο ἑβδομάδας ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν αὐτῷ. καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή· καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. καὶ ἥμισυ τῆς ἑβδομάδος καταπαύσει θυμίαμα θυσίας καὶ πτερυγίου ἀφανισμοῦ ἕως συντελείας καὶ σπουδῆς τάξιν ἀφανισμοῦ.