μετὰ τοῦτον ἡ μήτηρ Ὀζίου Γοθολία βασιλεύει ἔτη ὀκτώ, κατακτείνασα τὰ τέκνα τοῦ ἀδελφοῦ αὐτῆς· ἐκ γὰρ τοῦ γένους ἦν Ἀχαάβ. ἡ δὲ ἀδελφὴ Ὀζίου Ἰωσαβαία ἐξέκλεψε τὸν υἱὸν Ὀζίου Ἰωὰν καὶ τούτῳ περιέθηκεν ὕστερον τὴν βασιλείαν. ἐπὶ τῆς Γοθολίας ταύτης ἔτι ὁ Ἐλισσαῖος προφητεύει, μεθ’ ἣν βασιλεύει, ὡς προεῖπον, Ἰωὰς ὁ περισωθεὶς ὑπὸ Ἰωσαβαίας τῆς Ἰωδαὲ τοῦ ἀρχιερέως γυναικός, καὶ τὰ πάντα γίνεται ἔτη τεσσαράκοντα. συνάγεται οὖν ἀπὸ Σολομῶνος ἐπὶ Ἐλισσαίου τοῦ προφήτου τελευτήν ἔτη, ὡς μέν τινές φασιν, ἑκατὸν έ, ὡς δὲ ἕτεροι, ἑκατὸν δύο, ὡς δὲ ἡ προκειμένη δηλοῖ χρονογραφία, ἀπὸ βασιλείας τῆς Σολομῶνος ἔτη ἑκατὸν ὀγδοήκοντα ἕν. Ἀπὸ δὲ τῶν Τρωϊκῶν ἐπὶ τὴν Ὁμήρου γένεσιν κατὰ μὲν Φιλόχορον ἑκατὸν ὀγδοήκοντα ἔτη γίνεται ὕστερον τῆς Ἰωνικῆς ἀποικίας· Ἀρίσταρχος δὲ ἐν τοῖς Ἀρχιλοχείοις ὑπομνήμασι κατὰ τὴν Ἰωνικὴν ἀποικίαν φησὶ φέρεσθαι αὐτόν, ἣ ἐγένετο μετὰ ἑκατὸν τεσσαράκοντα ἔτη τῶν Τρωϊκῶν. Ἀπολλόδωρος δὲ μετὰ ἔτη ἑκατὸν τῆς Ἰωνικῆς ἀποικίας Ἀγησιλάου τοῦ Δορυσσαίου Λακεδαιμονίων βασιλεύοντος, ὥστε ἐπιβαλεῖν αὐτῷ Λυκοῦργον τὸν νομοθέτην ἔτι νέον ὄντα. Εὐθυμένης δὲ ἐν τοῖς Χρονικοῖς συνακμάσαντα Ἡσιόδῳ ἐπὶ Ἀκάστου ἐν Χίῳ γενέσθαι περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως. ταύτης δέ ἐστι τῆς δόξης καὶ Ἀρχέμαχος ἐν Εὐβοϊκῶν τρίτῳ· ὡς εἶναι αὐτόν τε καὶ τὸν Ἡσίοδον καὶ Ἐλισσαίου τοῦ προφήτου νεωτέρους. κἂν ἕπεσθαί τις βουληθῇ τῷ γραμματικῷ Κράτητι καὶ λέγῃ περὶ τὴν Ἡρακλειδῶν κάθοδον Ὅμηρον γεγονέναι μετὰ ἔτη ὀγδοήκοντα τῆς Ἰλίου ἁλώσεως, εὑρεθήσεται πάλιν Σολομῶνος μεταγενέστερος, ἐφ’ οὗ ἡ Μενελάου εἰς Φοινίκην ἄφιξις, ὡς προείρηται. Ἐρατοσθένης σὲ μετὰ τὸ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως τὴν Ὁμήρου ἡλικίαν φέρει. ναὶ μὴν Θεόπομπος μὲν ἐν τῇ τεσσαρακοστῇ τρίτῃ τῶν Φιλιππικῶν μετὰ ἔτη πεντακόσια τῶν ἐπὶ Ἰλίῳ στρατευσάντων γεγονέναι τὸν Ὅμηρον ἱστορεῖ. Εὐφορίων δὲ ἐν τῷ περὶ Ἀλευαδῶν κατὰ Γύγην αὐτὸν τίθησι γεγονέναι, ὃς βασιλεύειν ἤρξατο ἀπὸ τῆς ὀκτωκαιδεκάτης ὀλυμπιάδος, ὃν καὶ φησι πρῶτον ὠνομάσθαι τύραννον. Σωσίβιος δὲ ὁ Λάκων ἐν χρόνων ἀναγραφῇ κατὰ τὸ ὄγδοον ἔτος τῆς Χαρίλλου τοῦ Πολυδέκτου βασιλείας Ὅμηρον φέρει. βασιλεύει μὲν οὖν Χάριλλος ἔτη ἐξήκοντα τέσσαρα, μεθ’ ὃν υἱὸς Νίκανδρος ἔτη τριάκοντα ἐννέα· τούτου κατὰ τὸ τριακοστὸν τέταρτον ἔτος τεθῆναί φησι τὴν πρώτην ὀλυμπιάδα. ὡς εἶναι ἐνενήκοντά που ἐτῶν πρὸ τῆς τῶν Ὀλυμπίων θέσεως Ὅμηρον. Μετὰ δὲ τὸν Ἰωὰν διαδέχεται τὴν βασιλείαν Ἀμασίας ὁ υἱὸς αὐτοῦ ἔτη τριάκοντα ἐννέα, τοῦτον Ὀζίας ὁμοίως ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτη πεντήκοντα δύο, καὶ λεπρῶν οὗτος ἐτελεύτα· προφητεύουσι δὲ ἐπ’ αὐτοῦ Ἀμῶς καὶ Ἡσαΐας ὁ υἱὸς αὐτοῦ καὶ Ὠσηὲ ὁ τοῦ Βεηρὶ καὶ Ἰωνᾶς ὁ τοῦ Ἀμαθὶ ὁ ἐκ Γὲθ Χοβὲρ ὁ κηρύξας Νινευίταις, ὁ ἐκ τοῦ κήτους προελθών. ἔπειτα βασιλεύει Ἰωναθὰν ὁ υἱὸς Ὀζίου ἔτη ἑκκαίδεκα· ἐπὶ τούτου ἔτι Ἡσαΐας προφητεύει καὶ Ὠσηὲ καὶ Μιχαίας ὁ Μωρασθίτης καὶ Ἰωὴλ ὁ τοῦ Βαθουήλ. τοῦτον διαδέχεται ὁ υἱὸς αὐτοῦ Ἄχαζ ἐπὶ ἔτη ἑκκαίδεκα· ἐπὶ τούτου πεντεκαιδεκάτῳ ἔτει ὁ Ἰσραὴλ εἰς Βαβυλῶνα ἀπήχθη Σαλμανασάρ τε ὁ βασιλεὺς τῶν Ἀσσυρίων μετῴκισε τοὺς ἐν Σαμαρείᾳ εἰς Μήδους καὶ Βαβυλῶνα. πάλιν τὸν Ἄχαζ διαδέχεται Ὠσηὲ ἐπὶ ἔτη ὀκτώ, εἶτα Ἐζεκίας ἐπὶ ἔτη εἴκοσι ἐννέα. τούτῳ δἰ ὁσιότητα πρὸς τῷ τέλει τοῦ βίου γενομένῳ διὰ Ἡσαΐου δωρεῖται ὁ θεὸς ἄλλα ἔτη βιῶσαι πεντεκαίδεκα δἰ ἀναποδισμοῦ ἡλίου. μέχρι τούτου διατείνουσι προφητεύοντες Ἡσαΐας καὶ Ὠσηὲ καὶ Μιχαίας. λέγονται δὲ οὗτοι μετὰ τὴν Λυκούργου τοῦ νομοθέτου Λακεδαιμονίων ἡλικίαν γεγονέναι· Διευχίδας γὰρ ἐν τετάρτῳ Μεγαρικῶν περὶ τὸ διακοσιοστὸν ἐνενηκοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως τὴν ἀκμὴν Λυκούργου φέρει· Ἡσαΐας δὲ ἀπὸ τῆς Σολομῶντος βασιλείας, ἐφ’ οὗ Μενέλεως εἰς Φοινίκην γενόμενος ἐδείχθη, τριακοσιοστῷ ἔτει προφητεύων ἔτι φαίνεται Μιχαίας τε σὺν αὐτῷ καὶ Ὠσηὲ καὶ Ἰωὴλ ὁ τοῦ Βαθουήλ. μετὰ δὲ Ἐζεκίαν ὁ υἱὸς αὐτοῦ Μανασσῆς βασιλεύει ἔτη πεντήκοντα πέντε, ἔπειτα ὁ τούτου υἱὸς Ἀμὼς ἔτη δύο, μεθ’ ὃν Ἰωσίας ὁ υἱὸς αὐτοῦ ὁ νομικώτατος ἔτη τριάκοντα καὶ ἕν. οὗτος ἐπέθηκε τὰ κῶλα τῶν ἀνθρώπων ἐπὶ τὰ κῶλα τῶν εἰδώλων, καθὼς, ἐν τῷ Λευιτικῷ γέγραπται. ἐπὶ τούτου ὀκτωκαιδεκάτῳ ἔτει τὸ πάσχα ἤχθη, ἐξ οὗ † ἀπὸ Σαμουήλ, μήτε ἐν τῷ μεταξὺ χρόνῳ τελεσθέν. τότε καὶ Χελκίας ὁ ἱερεὺς τοῦ προφήτου Ἱερεμίου πατὴρ περιτυχὼν τῷ τοῦ νόμου βιβλίῳ ἐν τῷ ἱερῷ ἀποκειμένῳ ἀναγνοὺς ἐτελεύτησεν. ἐπὶ τούτου προφητεύει Ὀλδᾶ καὶ Σοφονίας καὶ Ἱερεμίας. ἐπὶ δὲ Ἱερεμίου ψευδοπροφήτης γίνεται Ἀνανίας. ὁ Ἰωσίας οὗτος παρακούσας Ἱερεμίου τοῦ προφήτου ὑπὸ Νεχαὼ βασιλέως Αἰγύπτου ἀνῃρέθη κατὰ ποταμὸν Εὐφράτην, ὁρμῶντι αὐτῷ πρὸς Ἀσσυρίους ἀπαντήσας.