μετανοησάντων δὲ αὐτῶν ἡγεῖται Ἰεφθαὲ ὁ Γαλααδίτης ἐκ φυλῆς Μανασσῆ καὶ ἦρξεν ἔτη ἕξ, μεθ’ ὃν ἦρξεν Ἀβατθὰν ὁ ἐκ Βηθλεὲμ φυλῆς Ἰούδα ἔτη ἑπτά, ἔπειτα Ἑβρὼν ὁ Ζαβουλωνίτης ἔτη ὀκτώ, ἔπειτα Ἐγλὼμ Ἐφραῒμ ἔτη ὀκτώ. ἔνιοι δὲ τοῖς τοῦ Ἀβατθὰν ἔτεσιν ἑπτὰ συνάπτουσι τὰ Ἑβρὼν ὀκτὼ ἔτη. καὶ μετὰ τοῦτον ἐξαμαρτὼν πάλιν ὁ λαὸς ὑπὸ ἀλλοφύλοις γίνεται τοῖς Φυλιστιεὶμ ἔτη τεσσαράκοντα. ἐπιστρεψάντων δὲ αὐτῶν Σαμψὼν ἡγεῖται ἐκ φυλῆς Δάν, νικήσας ἐν πολέμῳ τοὺς ἀλλοφύλους. οὗτος ἦρξεν ἔτεσιν εἴκοσι. καὶ μετὰ τοῦτον ἀναρχίας οὔσης διέκρινε τὸν λαὸν Ἠλὶ ὁ ἱερεὺς τεσσαράκοντα ἔτη. τοῦτον δὲ διαδέχεται Σαμουὴλ ὁ προφήτης, σὺν οἷς Σαοὺλ ἐβασίλευσεν, ἔτη εἴκοσι ἑπτὰ κατασχών. οὗτος καὶ τὸν Δαβὶδ ἔχρισεν. ἐτελεύτα δὲ Σαμουὴλ δυοῖν ἐτῶν πρότερος τοῦ Σαοὺλ ἐπὶ ἀρχιερέως Ἀβιμέλεχ. οὗτος τὸν Σαοὺλ εἰς βασιλέα ἔχρισεν, ὃς πρῶτος ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ μετὰ τοὺς κριτάς, ὧν ὁ πᾶς ἀριθμὸς ἕως τοῦ Σαμουὴλ γίνεται ἔτη τετρακόσια ἑξήκοντα τρία μῆνες ἑπτά. ἔπειτα διὰ τῆς πρώτης βίβλου τῶν Βασιλειῶν τοῦ Σαοὺλ ἔτη εἴκοσι, ἐπεὶ ἀνακαινισθεὶς ἐβασίλευσε. μετὰ δὲ τὴν τελευτὴν Σαοὺλ βασιλεύει Δαβὶδ τὸ δεύτερον ἐν Χεβρὼν ὁ τοῦ Ἰεσσαὶ ἐκ φυλῆς Ἰούδα ἔτη τεσσαράκοντα, ὡς περιέχει ἡ δευτέρα τῶν Βασιλειῶν, καὶ ἦν ἀρχιερεὺς Ἀβιάθαρ ὁ τοῦ Ἀβιμέλεχ ἐκ συγγενείας Ἠλί, προφητεύουσι δὲ Γὰδ καὶ Νάθαν ἐπ’ αὐτοῦ. γίνονται οὖν ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ ἕως παρέλαβε τὴν βασιλείαν Δαβίδ, ὡς μέν τινες, ἔτη τετρακόσια πεντήκοντα, ὡς δὲ ἡ προκειμένη δείκνυσι χρονογραφία, συνάγονται ἔτη πεντακόσια εἴκοσι τρία μῆνες ἑπτὰ εἰς τὴν τοῦ Δαβὶδ τελευτήν. καὶ μετὰ ταῦτα ἐβασίλευσε Σολομὼν υἱὸς Δαβὶδ ἔτη τεσσαράκοντα. διαμένει ἐπὶ τούτου Νάθαν προφητεύων, ὃς καὶ παρεκάλει αὐτὸν περὶ τῆς τοῦ ναοῦ οἰκοδομῆς· ὁμοίως καὶ Ἀχίας ἐκ Σηλὼμ προφητεύει, ἦσαν δὲ καὶ οἱ βασιλεῖς ἄμφω, ὃ τε Δαβὶδ ὅ τε Σολομών, προφῆται. Σαδὼν δὲ ὁ ἀρχιερεὺς πρῶτος ἐν τῷ ναῷ, ὃν ᾠκοδόμησε Σολομών, ἱεράτευσεν, ὄγδοος ὢν ἀπὸ Ἀαρὼν τοῦ πρώτου ἀρχιερέως. γίνονται οὖν ἁπὸ Μωυσέως ἐπὶ τὴν Σολομῶνος ἡλικίαν, ὡς μέν τινές φασιν, ἔτη πεντακόσια ἐνενήκοντα πέντε, ὡς δὲ ἕτεροι, πεντακόσια ἑβδομήκοντα ἕξ. εἰ δέ τις τοῖς ἀπὸ Ἰησοῦ μέχρι Δαβὶδ τετρακοσίοις πεντήκοντα ἔτεσι συγκαταριθμήσαι τὰ τῆς Μωυσέως στρατηίας τεσσαράκοντα καὶ τὰ ἄλλα τὰ ὀγδοήκοντα ἔτη, ἃ γεγόνει ὁ Μωυσῆς πρὸ τοῦ τὴν ἔξοδον τοῖς Ἑβραίοις ἀπὸ Αἰγύπτου γεγονέναι, προσθείη τε τούτοις τά τῆς βασιλείας τῆς Δαβὶδ τεσσαράκοντα ἔτη, συνάξει ἔτη τὰ πάντα ἑξακόσια δίκα. ἀκριβέστερον δὲ ἡ καθ’ ἡμᾶς χρονογραφία πρόεισιν, εἰ τοῖς πεντακοσίοις εἴκοσι καὶ τρισὶ καὶ μησὶν ἑπτὰ μέχρι τῆς Δαβὶδ τελευτῆς προσθείη τις τά τε τοῦ Μωυσέως ἑκατὸν εἴκοσι ἔτη τά τε τοῦ Σολομῶνος τεσσαράκοντα· συνάξει γὰρ τὰ πάντα ἐπὶ τὴν Σολομῶνος τελευτὴν ἔτη ἑξακόσια ὀγδοήκοντα τρία μῆνας ἑπτά. Εἴραμος τὴν ἑαυτοῦ θυγατέρα Σολομῶνι δίδωσι καθ’ οὓς χρόνος μετὰ τὴν Τροίας ἅλωσιν Μενελάῳ εἰς Φοινίκην ἄφιξις, ὥς φησι Μένανδρος ὁ Περγαμηνὸς καὶ Λαῖτος ἐν τοῖς Φοινικικοῖς. μετὰ δὲ Σολομῶνα βασιλεύει Ῥοβοὰμ υἱὸς αὐτοῦ ἔτη ἑπτακαίδεκα, καὶ ἦν ἀρχιερεὺς Ἀβιμέλεχ ὁ τοῦ Σαδώκ. ἐπὶ τούτου μερισθείσης τῆς βασιλείας ἐν Σαμαρείᾳ βασιλεύει Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραῒμ ὁ δοῦλος Σολομῶνος, προφητεύει δὲ ἔτι Ἀχίας ὁ Σηλωνίτης καὶ Σαμαίας υἱὸς Αἰλὰμ καὶ ὁ ἐξ Ἰούδα ἀπελθὼν ἐπὶ Ἱεροβοὰμ καὶ προφητεύσας ἐπὶ τοῦ θυσιαστηρίου. μετὰ τοῦτον βασιλεύει Ἀβιοὺμ υἱὸς αὐτοῦ ἔτη εἴκοσι τρία, καὶ ὁμοίως ὁ τούτου υἱὸς Ἄσα μά· οὗτος ἐπὶ γήρως ἐποδάγρησε, προφητεύει δὲ ἐπ’ αὐτοῦ Ἰοὺ υἱὸς Ἀνανίου. μετὰ τοῦτον βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κ έ· ἐπὶ τούτου προφητεύουσιν Ἠλίας ὁ Θεσβίτης καὶ Μιχαίας υἱὸς Ἰεβλᾶ καὶ Ἀβδίας υἱὸς Ἀνανίου. ἐπὶ δὲ Μιχαίου καὶ ψευδοπροφήτης ἦν Σεδεκίας ὁ τοῦ Χαναάν. ἕπεται τούτοις ἡ βασιλεία Ἰωρὰμ τοῦ υἱοῦ Ἰωσαφὰτ ἐπὶ ἔτη ὀκτώ, ἐφ’ οὗ προφητεύει Ἠλίας καὶ μετὰ Ἠλίαν Ἐλισσαῖος ὁ τοῦ Σαφάτ. ἐπὶ τούτου οἱ ἐν Σαμαρείᾳ κόπρον ἔφαγον περιστερᾶς καὶ τὰ τέκνα τὰ ἑαυτῶν. ὁ δὲ χρόνος Ἰωσαφὰτ ἀπὸ τῶν ὑστάτων τῆς τρίτης τῶν Βασιλειῶν ἄχρι τῆς τετάρτης ἐπεκτείνει. ἐπὶ δὲ τοῦ Ἰωρὰμ ἀνελήφθη μὲν Ἠλίας, ἤρξατο δὲ προφητεύειν Ἐλισσαῖος υἱὸς Σαφὰτ ἔτη ἕξ, ὢ ἐτῶν τεσσαράκοντα. εἶτα Ὀχοζίας ἐβασίλευσεν ἔτος ἕν, ἐπὶ τούτου ἔτι προφητεύει Ἐλισσαῖος καὶ δὺν αὐτῷ Ἀβδαδωναῖος.