Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως εἰς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται, Τριόπας δὲ συγχρονεῖ Ἴσιδι ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου (Ἶσιν δὲ τὴν καὶ Ἰώ φασιν διὰ τὸ ἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην), ταύτην δὲ Ἴστρος ἐν τῷ περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί. Προμηθεὺς δὲ κατὰ Τριόπαν ἑβδόμῃ γενεᾷ μετὰ Μωυσέα, ὥστε καὶ πρὸ τῆς καθ’ Ἕλληνας ἀνθρωπογονίας ὁ Μωυσῆς ἠκμακέναι φαίνεται. Λέων δὲ ὁ τὰ περὶ τῶν κατ’ Αἴγυπτον θεῶν πραγματευσάμενος τήν Ἶσιν ὑπὸ Ἑλλήνων Δήμητρα καλεῖσθαί φησιν, ἥ κατὰ Λυγκέα γίνεται ἑνδεκάτῃ ὕστερον Μωυσέως γενεᾷ. Ἆπίς τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτῃ Ἀρκαδικῶν. τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν καὶ τοῦτον εἶναι ὅν Αἰγύπτιοι σέβουσιν, Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος. κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν συνηθείᾳ τινὶ τῶν ἐγχωρίων ὕστερον. Ἆπις δὲ τρίτος ἐστὶν ἀπὸ Ἰνάχου. ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται, Λητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν, Τιτυὸς δὲ συνεχρόνισεν Ταντάλῳ. εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει· ἐν χρόνῳ δὲ γένετ’ Ἀπόλλων, καὶ οὐδὲν θαυμαστόν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται σὺν καὶ Ἡρακλεῖ μέγαν εἰς ἐνιαυτόν . Ζῆθος δὲ καὶ Ἀμφίων οἱ μουσικῆς εὑρεταὶ περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ’ ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον εἴκοσι ἑπτὰ οἱ περὶ Ὀρφέα καὶ Μουσαῖον καὶ Λίνον τὸν Ἡρακλέους διδάσκαλον. Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶν Ἰλιακῶν, μεθ’ οὕς μακρῷ νεώτεροι οἱ παρ’ Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων, καὶ οἱ ἑπτὰ σοφοί, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν. καὶ θεῶν ἄρα τῶν πλείστων παρ’ Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωυσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος. Καὶ οὔτι γε μόνος οὗτος, ἀλλὰ καὶ ἡ Σίβυλλα Ὀρφέως παλαιοτέρα· λέγονται γὰρ καὶ περὶ τῆς ἐπωνυμίας αὐτῆς καὶ περὶ τῶν χρησμῶν τῶν καταπεφημισμένων ἐκείνης εἶναι λόγοι πλείους, Φρυγίαν τε οὖσαν κεκλῆσθαι Ἄρτεμιν καὶ ταύτην παραγενομένην εἰς Δελφοὺς ᾆσαι· ὦ Δελφοί, θεράποντες ἑκηβόλου Ἀπόλλωνος, ἦλθον ἐγὼ χρήσουσα Διὸς νόον αἰγιόχοιο, αὐτοκασιγνήτῳ κεχολωμένη Ἀπόλλωνι. ἔστι δὲ καὶ ἄλλη Ἐρυθραία Ἡροφίλη καλουμένη· μέμνηται τούτων Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ χρηστηρίων. ἐῶ δὲ τὴν Αἰγυπτίαν καὶ τὴν Ἰταλήν, ἥ τὸ ἐν Ῥώμῃ Κάρμαλον ᾤκησεν, ἧς υἱὸς Εὔανδρος ὁ τὸ ἐν Ῥώμῃ τοῦ Πανὸς ἱερὸν τὸ Λουπέρκιον καλούμενον κτίσας. Ἄξιον δὴ ἐνταῦθα γενομένους διερευνῆσαι καὶ τῶν ἄλλων τῶν μετὰ Μωσέα παρὰ τοῖς Ἑβραίοις προφητῶν τοὺς χρόνους. Μετὰ τὴν Μωυσέως τοῦ βίου τελευτὴν διαδέχεται τὴν ἡγεμονίαν τοῦ λαοῦ Ἰησοῦς πολεμῶν μὲν ἔτη † ξε΄, ἐν δὲ τῇ γῇ τῇ ἀγαθῇ ἄλλα πέντε καὶ εἴκοσι ἀναπαυσάμενος. ὡς δὲ τὸ βιβλίον τοῦ Ἰησοῦ περιέχει, διεδέξατο τὸν Μωυσέα ὁ προειρημένος ἀνὴρ ἔτη κζ΄. ἔπειτα ἁμαρτόντες οἱ Ἑβραῖοι παραδίδονται Χουσαχὰρ βασιλεῖ Μεσοποταμίας ἔτεσιν ὀκτώ, ὡς ἡ τῶν Κριτῶν ἱστορεῖ βίβλος· δεηθέντες δὲ ὕστερον τοῦ θεοῦ λαμβάνουσιν ἡγεμόνα Γοθονιὴλ τὸν ἀδελφὸν τοῦ Χαλὲβ τὸν νεώτερον ἐκ φυλῆς Ἰούδα, ὅς ἀποκτείνας τὸν τῆς Μεσοποταμίας βασιλέα ἦρξε τοῦ λαοῦ ἔτεσιν ἐφεξῆς ν΄. καὶ πάλιν ἁμαρτόντες παρεδόθησαν Αἰγλὼμ βασιλεῖ Μωαβιτῶν ἔτεσιν ὀκτωκαίδεκα, ἐπιστρεψάντων δὲ αὐτῶν αὖθις ἡγήσατο αὐτῶν Ἀὼδ ἔτεσιν ὀγδοήκοντα, ἀνὴρ ἀμφοτεροδέξιος ἐκ φυλῆς Ἐφραΐμ· οὗτός ἐστιν ὁ ἀνελὼν τὸν Αἰγλώμ. τελευτήσαντος δὲ Ἀὼδ ἁμαρτήσαντες αὖθις παρεδόθησαν βασιλεῖ Χαναὰν Ἰαβεὶμ ἔτεσιν εἴκοσι· ἐπὶ τούτου προφητεύει Δεββώρα γυνὴ Λαβιδὼθ ἐκ φυλῆς Ἐφραΐμ, καὶ ἦν ἀρχιερεὺς Ὀζιοῦς ὁ τοῦ Ῥιησοῦ. διὰ ταύτης ἡγησάμενος τῆς στρατιᾶς Βαρὰκ ὁ τοῦ Βεννὴρ ἐκ φυλῆς Νεφθαλὶμ παραταξάμενος Σισάρᾳ τῷ ἀρχιστρατήγῳ τοῦ Ἰαβεὶμ ἐνίκησε, καὶ ἦρξεν ἐντεῦθεν τοῦ λαοῦ διακρίνουσα ἡ Δεββώρα ἔτη τεσσαράκοντα. τελευτησάσης δὲ αὐτῆς ἁμαρτὼν αὖθις ὁ λαὸς παραδίδοται Μαδιηναίοις ἔτη ἑπτά. ἐπὶ τούτοις Γεδεὼν ἐκ φυλῆς Μανασσῆ ὁ τοῦ Ἰωὰς τριακοσίους ἐκστρατεύσας καὶ δώδεκα μυριάδας, αὐτῶν ἀπολέσας ἦρξεν ἔτη τεσσαράκοντα. μεδ’ ὂν ὁ υἱὸς αὐτοῦ Ἀβιμέλεχ ἔτη τρία. διαδέχεται τοῦτον Βωλεᾶς υἱὸς Βηδᾶν υἱοῦ Χαρρὰν ἐκ φυλῆς Ἐφραῒμ ἄρξας ἔτη τρία πρὸς τοῖς εἴκοσι. μεθ’ ὃν ἐξαμαρτὼν πάλιν ὁ λαὸς ἔτεσιν ὀκτωκαίδεκα Ἀμμανίταις παραδίδοται.