ἀλλὰ καὶ αἱ τῶν ἀποστατησάντων βουλαί τε καὶ ἐνέργειαι, μερικαὶ οὖσαι, γίνονται μὲν ἐκ φαύλης διαθέσεως, καθάπερ καὶ αἱ νόσοι αἱ σωματικαί· κυβερνῶνται δὲ ὑπὸ τῆς καθόλου προνοίας ἐπὶ τέλος ὑγιεινόν, κἂν νοσοποιὸς ᾖ ἡ αἰτία. μέγιστον γοῦν τῆς θείας προνοίας τὸ μὴ ἐᾶσαι τὴν ἐξ ἀποστάσεως ἑκουσίου φυεῖσαν κακίαν ἄχρηστον καὶ ἀνωφελῆ μένειν μηδὲ μὴν κατὰ πάντα βλαβερὰν αὐτὴν γενέσθαι· τῆς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν (φύσις γὰρ ὡς εἰπεῖν αὕτη τοῦ θεοῦ ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν), ἀλλὰ κἀκεῖνο μάλιστα τὸ διὰ κακῶν τῶν ἐπινοηθέντων πρός τινων ἀγαθόν τι καὶ χρηστὸν τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι καθάπερ καὶ τῷ ἐκ πειρασμοῦ μαρτυρίῳ. ἔστιν οὖν κἀν φιλοσοφίᾳ, τῇ κλαπείσῃ καθάπερ ὑπὸ Προμηθέως, πῦρ ὀλίγον εἰς φῶς ἐπιτήδειον χρησίμως ζωπυρούμενον, ἴχνος τι σοφίας καὶ κίνησις περὶ θεοῦ. ταύτῃ δ’ ἂν εἶεν κλέπται καὶ λῃσταὶ οἱ παρ’ Ἕλλησι φιλόσοφοι, καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας παρὰ τῶν Ἑβραϊκῶν προφητῶν μέρη τῆς ἀληθείας οὐ κατ’ ἐπίγνωσιν λαβόντες, ἀλλ’ ὡς ἴδια σφετερισάμενοι δόγματα, καὶ τὰ μὲν παραχαράξαντες, τὰ δὲ ὑπὸ περιεργίας ἀμαθῶς σοφισάμενοι, τὰ δὲ καὶ ἐξευρόντες· ἴσως γὰρ καὶ πνεῦμα αἰσθήσεως ἐσχήκασιν. ὡμολόγησε δὲ καὶ Ἀριστοτέλης τῇ γραφῇ, κλεπτικὴν σοφίας τὴν σοφιστικὴν εἰπών, ὡς προεμηνύσαμεν. ὁ δὲ ἀπόστολος ἃ καὶ λαλοῦμεν λέγει οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος. ἐπὶ μὲν γὰρ τῶν προφητῶν πάντες φησὶν ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν, δηλονότι τοῦ Χριστοῦ. ὥστε οὐ κλέπται οἱ προφῆται. καὶ ἡ διδαχὴ ἡ ἐμὴ οὐκ ἔστιν ἐμὴ ὁ κύριος λέγει, ἀλλὰ τοῦ πέμψαντός με πατρός. ἐπὶ δὲ τῶν κλεπτόντων ὁ δὲ ἀφ’ ἑαυτοῦ φησὶ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. τοιοῦτοι δὲ οἱ Ἕλληνες φίλαυτοι καὶ ἀλαζόνες . σοφοὺς δὲ αὐτοὺς λέγουσα ἡ γραφὴ οὐ τοὺς ὄντως σοφοὺς διαβάλλει, ἀλλὰ τοὺς δοκησισόφους. καὶ τούτων, φησίν, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ἐπιφέρει γοῦν ὁ ἀπόστολος· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; πρὸς ἀντιδιαστολὴν τῶν γραμματέων τοὺς τοῦ αἰῶνος τούτου ζητητάς, τἀς, τοὺς ἐξ ἐθνῶν φιλοσόφους τάξας. οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου; ἐπ’ ἴσης τῷ μωρὰν ἔδειξε καὶ οὐκ ἀληθῆ. ὡς ᾤοντο. κἂν πύθῃ τὴν αἰτίαν τῆς δοξοσοφίας αὐτῶν, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν ἐρεῖ. ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ . τουτέστι διὰ τῶν προφητῶν κατηγγελμένῃ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας , τῆς διὰ τῶν προφητῶν λαλούσης, αὐτόν, δηλονότι τὸν θεόν, εὐδόκησεν οὗτος ὁ θεὸς διὰ τοῦ κηρύγματος τῆς μωρίας , τῆς δοκούσης Ἕλλησιν εἶναι μωρίας, σῶσαι τοὺς πιστεύοντας· ἐπειδὴ Ἰουδαῖοι , φησί, σημεῖα αἰτοῦσι πρὸς πίστιν, Ελληνες δὲ σοφίαν ζητοῦσι, τοὺς ἀναγκαστικοὺς καλουμένους λόγους καὶ τοὺς ἄλλους συλλογισμοὺς δηλονότι, ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον διὰ τὸ εἰδότας τὴν προφητείαν μὴ πιστεύειν τῇ ἐκβάσει, Ἕλλησι δὲ μωρίαν· μυθῶδες γὰρ ἡγοῦνται οἱ δοκησίσοφοι διά τε ἀνθρώπου υἱὸν θεοῦ λαλεῖν υἱόν τε ἔχειν τὸν θεὸν καὶ δὴ καὶ πεπονθέναι τοῦτον· ὅθεν αὐτοὺς ἡ πρόληψις τῆς οἰήσεως ἀναπείθει ἀπιστεῖν· ἡ γὰρ παρουσία τοῦ σωτῆρος οὐ μωροὺς ἐποίησεν καὶ σκληροκαρδίους καὶ ἀπίστους, ἀλλὰ συνετοὺς καὶ εὐπειθεῖς καὶ πρὸς ἔτι πιστούς. ἐδείχθησαν δὲ ἐκ τῆς τῶν ὑπακουσάντων ἑκουσίου προσκλίσεως χωρισθέντες οἱ μὴ ἐθελήσαντες πείθεσθαι ἀσύνετοί τε καὶ ἄπιστοι καὶ μωροί· αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφία. μή τι οὖν, ὅπερ καὶ ἄμεινον, ἀποφατικὸν ἡγητέον τὸ οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου ἐπ’ ἴσης τῷ οὐκ ἐμώρανεν , ἵνα μὴ ἡ αἰτία τῆς σκληροκαρδίας αὐτοῖς παρὰ τοῦ θεοῦ φαίνηται γενομένη. τοῦ μωράναντος τὴν σοφίαν· ἔμπαλιν γὰρ καίτοι σοφοὶ ὄντες ἐν μείζονι αἰτίᾳ γεγόνασι μὴ πιστεύσαντες τῷ κηρύγματι· ἑκούσιος γὰρ ἥ τε αἵρεσις ἥ τε τῆς ἀληθείας ἐκτροπή. ἀλλὰ καὶ τῷ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν τῇ τῆς καταφρονουμένης καὶ ὑπερορωμένης βαρβάρου φιλοσοφίας ἀντιπαραθέσει καταλάμψαι φησίν, ὡς καὶ ὁ λύχνος ὑπὸ τοῦ ἡλίου καταλαμπόμενος ἀπολωλέναι λέγεται τῷ μὴ τὴν ἴσην ἐκτελεῖν ἐνέργειαν. πάντων τοίνυν ἀνθρώπων κεκλημένων οἱ ὑπακοῦσαι βουληθέντες κλητοὶ ὠνομάσθησαν. οὐ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ . αὐτίκα ἐξ ἑκατέρου γένους οἱ πιστεύσαντες, οὗτοι λαὸς περιούσιος . κὰν ταῖς Πράξεσι τῶν ἀποστόλων εὕροις ἂν κατὰ λέξιν· οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, οἱ δὲ μὴ θελήσαντες πείθεσθαι ἑαυτοὺς ἀπέστησαν δηλαδή. πρὸς τούτους ἡ προφητεία λέγει· κἂν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐφ’ ἡμῖν κείμενα διελέγχουσα καὶ τὴν αἵρεσιν καὶ τὴν ἐκτροπήν· θεοῦ δὲ σοφίαν εἴρηκεν ὁ ἀπόστολος τὴν τὴν κατὰ τὸν κύριον διδασκαλίαν, σοφίαν ἵνα δείξῃ τὴν ἀληθῆ φιλοσοφίαν δἰ υἱοῦ παραδιδομένην. ἀλλὰ γὰρ καὶ ὁ δοκησίσοφος παραινέσεις ἔχει τινὰς τὰς παρὰ τῷ ἀποστόλῳ κελευούσας ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν· μὴ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν. ἐργάζεσθαι δέ ἐστι τὸ προσεκπονεῖν ζητοῦντα τὴν ἀλήθειαν, σὺν γὰρ τῇ λογικῇ εὐποιίᾳ, ἵνα ἔχητε μεταδοῦναι τῷ χρείαν ἔχοντι καὶ τῆς κοσμικῆς περιουσίας καὶ τῆς θείας σοφίας. βούλεται γὰρ ἐκδιδάσκεσθαι τὸν λόγον καὶ εἰς τὰς τραπέζας τὸ ἀργύριον βάλλεσθαι δεδοκιμασμένον ἀκριβῶς εἰς τὸ ἐκδανείζεσθαι. ὅθεν ἐπιφέρει· λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, σαπρὸς λόγος οὗτος ὁ ἐξ οἰήσεως, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. ἀγαθοῦ δ’ ἂν ἀνάκη θεοῦ ἀγαθὸν εἶναι τὸν λόγον. πῶς δὲ οὐκ ἀγαθὸς ὁ σῴζων;