ἵνα ὑπὸ χεῖρα ἀναγινώσκῃς αὐτὰς καὶ δυνηθῇς φυλάξαι αὐτάς. πότερον δ’ οὐδ’ ὅλως ἢ τισὶ καταλειπτέον συγγράμματα; καὶ εἰ μὲν τὸ πρότερον, τίς ἡ τῶν γραμμάτων χρεία; εἰ δὲ τὸ ἕτερον, ἤτοι τοῖς σπουδαίοις ἢ τοῖς μή; γελοῖον μεντἂν εἴη τὴν τῶν σπουδαίων ἀποδοκιμάζοντα γραφὴν τοὺς μὴ τοιούτους ἀποδέχεσθαι συντάττοντας. ἀλλ’ ἄρα θεοπόμπῳ μὲν καὶ Τιμαίῳ μύθους καὶ βλασφημίας συντάττουσιν, πρός δὲ καὶ Ἐπικούρῳ ἀθεότητος κατάρχοντι, ἔτι δὲ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ αἰσχρῶς οὕτως ἐπιτρεπτέον γράφειν, τὸν δὲ τὴν ἀλήθειαν κηρύσσοντα κωλυτέον τοῖς ὕστερον ἀνθρώποις ὠφέλειαν ἀπολιπεῖν; καλὸν δ’ οἶμαι καὶ παῖδας ἀγαθοὺς τοῖς ἔπειτα καταλείπειν. οἱ μέν γε παῖδες σωμάτων, ψυχῆς δὲ ἔγγονοι οἱ λόγοι. αὐτίκα πατέρας τοὺς κατηχήσαντάς φαμεν, κοινωνικὸν δὲ ἡ σοφία καὶ φιλάνθρωπον. λέγει γοῦν ὁ Σολομών· υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐντολῆς ἐμῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὖς σου. σπειρόμενον τὸν λόγον κρύπτεσθαι μηνύει καθάπερ ἐν γῇ τῇ τοῦ μανθάνοντος ψυχῇ, καὶ αὕτη πνευματικὴ φυτεία. διὸ καὶ ἐπιφέρει· καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου. ψυχὴ γάρ, οἶμαι, ψυχῇ καὶ πνεῦμα πνεύματι συναπτόμενα κατὰ τὴν τοῦ λόγου σπορὰν αὔξει τὸ καταβληθὲν καὶ ζῳογονεῖ· υἱὸς δὲ πᾶς ὁ παιδευόμενος καθ’ ὑπακοὴν τοῦ παιδεύοντος. υἱέ, φησίν, ἐμῶν θεσμῶν μὴ ἐπιλανθάνου. εἰ δὲ μὴ πάντων ἡ γνῶσις, ὄνος λύρας, ᾗ φασιν οἱ παροιμιαζόμενοι, τοῖς πολλοῖς τὰ συγγράμματα. ὕες γοῦν βορβόρῳ ἥδονται μᾶλλον ἢ καθαρῷ ὕδατι. διὰ τοῦτο , φησὶν ὁ κύριος, ἐν παραβολαῖς αὐτοῖς λαλῶ. ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ οὐ συνιᾶσι. τὴν ἄγνοιαν αὐτοῖς ὡς μὴ παρέχοντος τοῦ κυρίου (μὴ γὰρ οὐ θεμιτὸν οὕτω φρονεῖν), ἀλλὰ τὴν ὑπάρχουσαν διελέγξαντος προφητικῶς καὶ ἀσυνέτους τῶν λεγομένων ἐσομένους μηνύσαντος. Ἤδη δὲ καταφαίνεται ἐκ περιουσίας ὁ σωτὴρ αὐτός, κατὰ τὴν τοῦ λαμβάνοντος δύναμιν, ἥν δεῖ ἐκ συνασκήσεως αὔξειν, τοῖς δούλοις τὰ ὑπάρχοντα διανείμας, αὖθις ἐπανελθὼν τιθέναι λόγον μετ’ αὐτῶν. ὁπηνίκα τοὺς μὲν αὐξήσαντας τὸ ἀργύριον αὐτοῦ, τοὺς ἐν ὀλίγῳ πιστούς , ἀποδεξάμενος καὶ ἐπαγγειλάμενος ἐπὶ πολλῶν καταστήσειν εἰς τὴν τοῦ κυρίου χαρὰν προσέταξεν εἰσελθεῖν. τῷ δὲ ἀποκρυψαμένῳ τὸ πιστευθὲν ἀργύριον εἰς τὸ ἐκδανεῖσαι καὶ αὐτὸ ὅπερ ἔλαβεν ἀποδιδόντι ἀργόν, πονηρὲ δοῦλε εἶπεν καὶ ὀκνηρέ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμόν· ἐπὶ τούτοις ὁ ἀχρεῖος δοῦλος εἰς τὸ ἐξώτερον ἐμβληθήσεται σκότος . σὺ οὖν ἐνδυναμοῦ , καὶ Παῦλος λέγει, ἐν χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων. ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. καὶ πάλιν· σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ. ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Εἰ τοίνυν ἄμφω κηρύττουσι τὸν λόγον, ὃ μὲν τῇ γραφῇ, ὃ δὲ τῇ φωνῇ, πῶς οὐκ ἄμφω ἀποδεκτέοι, ἐνεργὸν τὴν πίστιν διὰ τῆς ἀγάπης πεποιημένοι; τῇ δὲ αἰτίᾳ τοῦ μὴ τὸ βέλτιστον ἑλομένου θεὸς ἀναίτιος. αὐτίκα τῶν μὲν ἐκδανεῖσαι τὸν λόγον ἔργον ἐστίν. τῶν δὲ δοκιμάσαι καὶ ἤτοι ἑλέσθαι ἢ μή. ἡ κρίσις δὲ ἐν αὐτοῖς κρίνεται. ἀλλ’ ἡ μὲν κηρυκικὴ ἐπιστήμη ἤδη πως ἀγγελική, ὁποτέρως ἂν ἐνεργῇ, διά τε τῆς χειρὸς διά τε τῆς γλώττης, ὠφελοῦσα· ὅτι ὁ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον· τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· συμβάλλεται γοῦν τὰ μέγιστα τῷ περιτυχόντι κατὰ τὴν θείαν πρόνοιαν, ἀρχὴν πίστεως, πολιτείας προθυμίαν, ὁρμὴν τὴν ἐπὶ τὴν ἀλήθειαν, κίνησιν ζητητικήν. ἴχνος γνώσεως. συνελόντι εἰπεῖν ἀφορμὰς δίδωσι σωτηρίας. οἱ δὲ ἐντραφέντες γνησίως τοῖς τῆς ἀληθείας λόγοις ἐφόδια ζωῆς ἀιδίου λαβόντες εἰς οὐρανὸν πτεροῦνται. θαυμασιώτατα τοίνυν ὁ ἀπόστολος ἐν παντὶ φησὶ συνιστάντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες. ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες· τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς. διαμαρτύρομαι δέ , τῷ Τιμοθέῳ φησὶν ἐπιστέλλων, ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Ἀνάγκη τοίνυν ἄμφω τούτω δοκιμάζειν σφᾶς αὐτούς, τὸν μὲν εἰ ἄξιος λέγειν τε καὶ ὑπομνήματα καταλιμπάνειν, τὸν δὲ εἰ ἀκροᾶσθαί τε καὶ ἐντυγχάνειν δίκαιος· ᾗ καὶ τὴν εὐχαριστίαν τινὲς διανείμαντες. ὡς ἔθος, αὐτὸν δὴ ἕκαστον τοῦ λαοῦ λαβεῖν τὴν μοῖραν ἐπιτρέπουσιν. ἀρίστη γὰρ πρὸς τὴν ἀκριβῆ αἵρεσίν τε καὶ φυγὴν ἡ συνείδησις, θεμέλιος δὲ αὐτῆς βέβαιος ὀρθὸς βίος ἅμα μαθήσει τῇ καθηκούσῃ τό τε ἕπεσθαι ἑτέροις δοκιμασθεῖσιν ἤδη καὶ κατωρθωκόσιν ἄριστον πρός τε τῆς ἀληθείας τὴν νόησιν καὶ τὴν κατάπραξιν τῶν ἐντολῶν. ὥστε ὅς ἂν ἐσθίῃ τὸν ἄρτον καὶ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.