Ὅτι φιλάνθρωπος ὁ παιδαγωγός. Πάντα ὀνίνησιν ὁ κύριος καὶ πάντα ὠφελεῖ καὶ ὡς ἄνθρωπος καὶ ὡς θεός, τὰ μὲν ἁμαρτήματα ὡς θεὸς ἀφιείς, εἰς δὲ τὸ μὴ ἐξαμαρτάνειν παραπαιδαγωγῶν ὡς ἄνθρωπος. εἰκότως ἄρα φίλος ὁ ἄνθρωπος τῷ θεῷ, ἐπεὶ καὶ πλάσμα αὐτοῦ ἐστιν. καὶ τὰ μὲν ἄλλα κελεύων μόνον πεποίηκεν, τὸν δὲ ἄνθρωπον δι᾿ αὑτοῦ ἐχειρούργησεν καί τι αὐτῷ ἴδιον ἐνεφύσησεν. τὸ οὖν ὑπ᾿ αὐτοῦ καὶ πρὸς αὐτὸν ἀπεικονισμένον ἢ ὡς δι᾿ αὑτὸ αἱρετὸν τῷ θεῷ ὑπ᾿ αὐτοῦ δεδημιούργηται τοῦ θεοῦ ἢ ὡς ἕνεκεν ἄλλου αἱρετὸν διαπέπλασται. εἰ μὲν οὖν δι᾿ αὑτὸ αἱρετὸν ὁ ἄνθρωπος, ἀγαθὸς ὢν ἀγαθὸν ἠγάπησεν, καὶ τὸ φίλτρον ἔνδον ἐστὶν ἐν τῷ ἀνθρώπῳ, τοῦθ᾿ ὅπερ ἐμφύσημα εἴρηται θεοῦ· εἰ δὲ ἕνεκεν τῶν ἄλλων ὁ ἄνθρωπος αἱρετὸν γέγονεν, οὐκ ἄλλην αἰτίαν ἔσχεν τοῦ ποιεῖν αὐτὸν ὁ θεὸς ἢ ὡς οὐκ ἄνευ αὐτοῦ οἵου τε ὄντος τὸν μὲν γενέσθαι δημιουργὸν ἀγαθόν, τὸν δὲ εἰς γνῶσιν ἀφικέσθαι θεοῦ (οὐ γὰρ ἄλλως ἂν τὸ οὗ ἕνεκεν ἄνθρωπος γέγονεν ἐποίησεν ὁ θεός, εἰ μὴ ἄνθρωπος ἐγεγόνει), καὶ ἣν εἶχεν ἐναποκεκρυμμένην ἰσχύν, τὸ βούλεσθαι, ὁ θεὸς διὰ τῆς ἔξωθεν τοῦ πεποιηκέναι προσανεπλήρωσεν δυνάμεως, λαβὼν παρὰ ἀνθρώπου ὃ πεποίηκεν ἄνθρωπον καὶ ὃ εἶχεν εἶδεν καὶ γέγονεν ὃ ἠθέλησεν· οὐδὲν δὲ ὃ μὴ δύναται θεός. ὁ ἄνθρωπος ἄρα ὃν πεποίηκεν ὁ θεός, δι᾿ αὑτὸν αἱρετόν ἐστιν, τὸ δὲ δι᾿ αὑτὸν αἱρετὸν οἰκεῖόν ἐστιν ὅτῳ περ ἂν ᾖ δι᾿ αὑτὸν αἱρετόν, τούτῳ δὲ καὶ ἀσμενιστὸν καὶ φιλητόν. ἀλλὰ καὶ φιλητὸν μέν τί ἐστί τινι, οὐχὶ δὲ καὶ φιλεῖται ὑπ᾿ αὐτοῦ; φιλητὸς δὲ ὁ ἄνθρωπος ἀποδέδεικται, φιλεῖται ἄρα πρὸς τοῦ θεοῦ ὁ ἄνθρωπος. πῶς γὰρ οὐ φιλεῖται, δι᾿ ὃν ὁ μονογενὴς ἐκ κόλπων πατρὸς καταπέμπεται λόγος τῆς πίστεως; [ἡ] πίστις ἐκ περιουσίας αὐτὸς σαφῶς ὁ κύριος ὁμολογῶν καὶ λέγων »αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε,« καὶ πάλιν ὁ αὐτὸς »καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας«. τί μὲν οὖν ὁ παιδαγωγὸς βούλεται καὶ τί ἐπαγγέλλεται, ἐν ἔργῳ καὶ λόγῳ διακείμενος καὶ ὑπαγορεύσει μὲν τῶν πρακτέων, ἀπαγορεύσει δὲ τῶν ἐναντίων, ἤδη που δῆλον. σαφὲς δὲ ὡς ἄρα θάτερον εἶδος τῶν λόγων, τὸ διδασκαλικόν, ἰσχνόν τέ ἐστι καὶ πνευματικόν, ἀκριβολογίας ἐχόμενον, τὸ ἐποπτικόν, ὃ δὴ ὑπερκείσθω τὰ νῦν. καθήκει δ᾿ ἡμῖν ἀνταγαπᾶν μὲν τὸν καθηγούμενον ἀγαπητικῶς ἀρίστου βίου, βιοῦν δὲ πρὸς τὰ διατάγματα τῆς αὐτοῦ προαιρέσεως, οὐ μόνον ἐπιτελοῦντας τὰ προσταττόμενα ἢ παραφυλάττοντας τὰ ἀπαγορευόμενα, ἀλλὰ καὶ τῶν εἰκόνων τὰς μὲν ἐκτρεπομένους, τὰς δὲ ὡς ἔνι μάλιστα μιμουμένους ἐπιτελεῖν καθ᾿ ὁμοίωσιν τὰ ἔργα τοῦ παιδαγωγοῦ, ἵνα δὴ τὸ »κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν« πληρωθῇ. ὡς γὰρ ἐν σκότῳ βαθεῖ ἀλώμενοι τῷ βίῳ ἀπταίστου καὶ ἀκριβοῦς καθοδηγοῦ δεόμεθα. ὁδηγὸς δὲ ἄριστος οὐχὶ τυφλός, καθά φησιν ἡ γραφή, τυφλοὺς εἰς τὸ βάραθρον χειραγωγῶν, ὀξὺ δὲ [ὁ] βλέπων καὶ διορῶν τὰ ἐγκάρδια λόγος. καθάπερ οὖν οὐκ ἔστι φῶς ὃ μὴ φωτίζει οὐδὲ κινοῦν ὃ μὴ κινεῖ οὐδὲ φιλοῦν ὃ μὴ φιλεῖ, οὐδὲ ἀγαθόν ἐστιν ὃ μὴ ὠφελεῖ καὶ εἰς σωτηρίαν καθοδηγεῖ. ἀγαπῶμεν οὖν τὰς ἐντολὰς δι᾿ ἔργων τοῦ κυρίου (καὶ γὰρ ὁ λόγος αὐτὸς ἐναργῶς σὰρξ γενόμενος τὴν αὐτὴν ἀρετὴν πρακτικὴν ἅμα καὶ θεωρητικὴν ἐπιδεικνύς) καὶ δὴ νόμον ὑπολαμβάνοντες τὸν λόγον, τὰς ἐντολὰς καὶ τὰς ὑποθημοσύνας αὐτοῦ ὡς συντόμους ὁδοὺς καὶ συντόνους εἰς ἀιδιότητα γνωρίσωμεν· πειθοῦς γὰρ ἀνάπλεω, οὐ φόβου, τὰ προστάγματα.