Καὶ μυρίας ἂν ἔχοιμί σοι γραφὰς παραφέρειν, ὧν οὐδὲ »κεραία παρελεύσεται μία,« μὴ οὐχὶ ἐπιτελὴς γενομένη· τὸ γὰρ στόμα κυρίου, τὸ ἅγιον πνεῦμα, ἐλάλησεν ταῦτα. »μὴ τοίνυν μηκέτι,« φησίν, »υἱέ μου, ὀλιγώρει παιδείας κυρίου, μηδ᾿ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος.« ὢ τῆς ὑπερβαλλούσης φιλανθρωπίας· οὐδ᾿ ὡς μαθηταῖς ὁ διδάσκαλος οὐδ᾿ ὡς οἰκέταις ὁ κύριος οὐδ᾿ ὡς θεὸς ἀν θρώποις, »πατὴρ δὲ ὣς ἤπιος« νουθετεῖ υἱούς. εἶτα Μωυσῆς μὲν ὁμολογεῖ »ἔμφοβος εἶναι καὶ ἔντρομος,« ἀκούων περὶ τοῦ λόγου, σὺ δὲ τοῦ λόγου ἀκροώμενος τοῦ θείου οὐ δέδιας; οὐκ ἀγωνιᾷς; οὐχὶ ἅμα τε εὐλαβῇ καὶ σπεύδεις ἐκμαθεῖν, τουτέστι σπεύδεις εἰς σωτηρίαν, φοβούμενος τὴν ὀργήν, ἀγαπήσας τὴν χάριν, ζηλώσας τὴν ἐλπίδα, ἵνα ἐκκλίνῃς τὴν κρίσιν; ἥκετε ἥκετε, ὦ νεολαία ἡ ἐμή· »ἢν γὰρ μὴ αὖθις ὡς τὰ παιδία γένησθε καὶ ἀναγεννηθῆτε,« ὥς φησιν ἡ γραφή, τὸν ὄντως ὄντα πατέρα οὐ μὴ ἀπολάβητε, »οὐδ᾿ οὐ μὴ εἰσελεύσεσθέ ποτε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.« πῶς γὰρ εἰσελθεῖν ἐπιτέτραπται τῷ ξένῳ; ἀλλ᾿ ὅταν, οἶμαι, ἐγγραφῇ καὶ πολιτευθῇ καὶ τὸν πατέρα ἀπολάβῃ, τότε »ἐν τοῖς τοῦ πατρὸς« γενήσεται, τότε κληρονομῆσαι καταξιωθήσεται, τότε τῆς βασιλείας τῆς πατρῴας κοινωνήσει τῷ γνησίῳ, τῷ »ἠγαπημένῳ«· αὕτη γὰρ ἡ πρωτότοκος ἐκκλησία ἡ ἐκ πολλῶν ἀγαθῶν συγκειμένη παιδίων· ταῦτ᾿ ἔστι τὰ »πρωτότοκα τὰ ἐναπογεγραμμένα ἐν οὐρανοῖς« καὶ τοσαύταις »μυριάσιν ἀγγέλων« συμπανηγυρίζοντα· πρωτότοκοι δὲ παῖδες ἡμεῖς οἱ τρόφιμοι τοῦ θεοῦ, οἱ τοῦ »πρωτοτόκου« γνήσιοι φίλοι, οἱ πρῶτοι τῶν ἄλλων ἀνθρώπων τὸν θεὸν νενοηκότες, οἱ πρῶτοι τῶν ἁμαρτιῶν ἀπεσπασμένοι, οἱ πρῶτοι τοῦ διαβόλου κεχωρισμένοι. νυνὶ δὲ τοσούτῳ τινές εἰσιν ἀθεώτεροι, ὅσῳ φιλανθρωπότερος ὁ θεός· ὃ μὲν γὰρ ἐκ δούλων υἱοὺς ἡμᾶς γενέσθαι βούλεται, οἳ δὲ καὶ υἱοὶ γενέσθαι ὑπερηφανήκασιν. ὢ τῆς ἀπονοίας τῆς πολλῆς· τὸν κύριον ἐπαισχύνεσθε. ἐλευθερίαν ἐπαγγέλλεται, ὑμεῖς δὲ εἰς δουλείαν ἀποδιδράσκετε. σωτηρίαν χαρίζεται, ὑμεῖς δὲ εἰς θάνατον ὑποφέρεσθε. ζωὴν δωρεῖται αἰώνιον, ὑμεῖς δὲ τὴν κόλασιν ἀναμένετε· καὶ »τὸ πῦρ« δὲ προσκοπεῖτε, »ὃ ἡτοίμασεν ὁ κύριος τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.« διὰ τοῦτο ὁ μακάριος ἀπόστολος »μαρτύρομαι ἐν κυρίῳ,« φησίν, »μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες καὶ ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· οἵτινες ἑαυτοὺς παρέδωκαν ἀπηλγηκότες τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης καὶ πλεονεξίας.« τοιούτου μάρτυρος ἐλέγχοντος τὴν τῶν ἀνθρώπων ἄνοιαν καὶ θεὸν ἐπιβοωμένου, τί δὴ ἕτερον ὑπολείπεται τοῖς ἀπίστοις ἢ κρίσις καὶ καταδίκη; οὐ κάμνει δὲ ὁ κύριος παραινῶν, ἐκφοβῶν, προτρέπων, διεγείρων, νουθετῶν· ἀφυπνίζει γέ τοι καὶ τοῦ σκότους αὐτοῦ τοὺς πεπλανημένους διανίστησιν· »ἔγειρε,« φησίν, »ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστὸς κύριος,« ὁ τῆς ἀναστάσεως ἥλιος, ὁ »πρὸ ἑωσφόρου« γεννώμενος, ὁ ζωὴν χαρισάμενος ἀκτῖσιν ἰδίαις. μὴ οὖν περιφρονείτω τις τοῦ λόγου, μὴ λάθῃ καταφρονῶν ἑαυτοῦ. λέγει γάρ που ἡ γραφή· »σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ.« ἡ δὲ δοκιμασία τίς ἐστιν εἰ θέλεις μαθεῖν, τὸ ἅγιόν σοι πνεῦμα ἐξηγήσεται· »καὶ εἶδον τὰ ἔργα μου,« φησί, »τεσσαράκοντα ἔτη· δι᾿ ὃ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.« ὁρᾶτε τὴν ἀπειλήν· ὁρᾶτε τὴν προτροπήν· ὁρᾶτε τὴν τιμήν· τί δὴ οὖν ἔτι τὴν χάριν εἰς ὀργὴν μεταλλάσσομεν καὶ οὐχὶ ἀναπεπταμέναις ταῖς ἀκοαῖς καταδεχόμενοι τὸν λόγον ἐν ἁγναῖς ξενοδοχοῦμεν ταῖς ψυχαῖς τὸν θεόν; μεγάλη γὰρ τῆς ἐπαγγελίας αὐτοῦ ἡ χάρις, ἐὰν σήμερον τῆς φωνῆς αὐτοῦ ἀκούσωμεν· τὸ δὲ σήμερον καθ᾿ ἑκάστην [αὐτοῦ] αὔξεται τὴν ἡμέραν, ἔστ᾿ ἂν ἡ σήμερον ὀνομάζηται. μέχρι δὲ συντελείας καὶ ἡ σήμερον καὶ ἡ μάθησις διαμένει· καὶ τότε ἡ ὄντως σήμερον ἡ ἀνελλιπὴς τοῦ θεοῦ ἡμέρα τοῖς αἰῶσι συνεκτείνεται. ἀεὶ οὖν τῆς φωνῆς ὑπακούωμεν τοῦ θείου λόγου· ἡ σήμερον γὰρ ἀιδίου αἰῶνός ἐστιν εἰκών, σύμβολον δὲ τοῦ φωτὸς ἡ ἡμέρα, φῶς δὲ ὁ λόγος ἀνθρώποις, δι᾿ οὗ καταυγαζόμεθα τὸν θεόν. εἰκότως ἄρα πιστεύσασι μὲν καὶ ὑπακούουσιν ἡ χάρις ὑπερπλεονάσει, ἀπειθήσασι δὲ καὶ πλανωμένοις κατὰ καρδίαν ὁδούς τε τὰς κυριακὰς μὴ ἐγνωκόσιν, ἃς εὐθείας ποιεῖν καὶ εὐτρεπίζειν παρήγγειλεν Ἰωάννης, τούτοις δὲ προσώχθισεν ὁ θεὸς καὶ ἀπειλεῖ· καὶ δὴ καὶ τὸ τέλος τῆς ἀπειλῆς αἰνιγματωδῶς ἀπειλή φασιν οἱ παλαιοὶ τῶν Ἑβραίων πλανῆται· οὐ γὰρ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἢ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωυσέως διαδόχῳ ὀψέ ποτε ἔργῳ μαθεῖν οὐκ ἂν ἄλλως σωθῆναι μὴ οὐχὶ ὡς Ἰησοῦς πεπιστευκότας. φιλάνθρωπος δὲ ὢν ὁ κύριος πάντας ἀνθρώπους »εἰς ἐπίγνωσιν τῆς ἀληθείας« παρακαλεῖ, ὁ τὸν παράκλητον ἀποστέλλων. τίς οὖν ἡ ἐπίγνωσις; θεοσέβεια· »θεοσέβεια δὲ πρὸς πάντα ὠφέλιμος« κατὰ τὸν Παῦλον, »ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.« πόσου ὡμολογήσατε, ὦ ἄνθρωποι, εἰ ἐπιπράσκετο σωτηρία ἀίδιος, ὠνήσασθαι ἄν; οὐδὲ εἰ τὸν Πακτωλόν τις ὅλον, τοῦ χρυσίου τὸ ῥεῦμα τὸ μυθικόν, ἀπομετρήσαι, ἀντάξιον σωτηρίας μισθὸν ἀριθμήσει. μὴ οὖν ἀποκάμητε· ἔξεστιν ὑμῖν, ἢν ἐθέλητε, ἐξωνήσασθαι τὴν πολυτίμητον σωτηρίαν οἰκείῳ θησαυρῷ, ἀγάπῃ καὶ πίστει ζωῆς, ὅς ἐστιν ἀξιόλογος μισθός. ταύτην ἡδέως τὴν τιμὴν ὁ θεὸς λαμβάνει. »ἠλπίκαμεν γὰρ ἐπὶ θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.« οἱ δὲ ἄλλοι περιπεφυκότες τῷ κόσμῳ, οἷα φυκία τινὰ ἐνάλοις πέτραις, ἀθανασίας ὀλιγωροῦσιν, καθάπερ ὁ Ἰθακήσιος γέρων οὐ τῆς ἀληθείας καὶ τῆς ἐν οὐρανῷ πατρίδος, πρὸς δὲ καὶ τοῦ ὄντως ὄντος ἱμειρόμενοι φωτός, ἀλλὰ τοῦ καπνοῦ. θεοσέβεια δέ, ἐξομοιοῦσα τῷ θεῷ κατὰ τὸ δυνατὸν τὸν ἄνθρωπον, κατάλληλον ἐπιγράφεται διδάσκαλον θεὸν τὸν καὶ μόνον ἀπεικάσαι κατ᾿ ἀξίαν δυνάμενον ἄνθρωπον θεῷ. ταύτην ὁ ἀπόστολος τὴν διδασκαλίαν θείαν ὄντως ἐπιστάμενος »σὺ δέ, ὦ Τιμόθεε,« φησίν, »ἀπὸ βρέφους ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως ἐν Χριστῷ.« ἱερὰ γὰρ ὡς ἀληθῶς τὰ ἱεροποιοῦντα καὶ θεοποιοῦντα γράμματα, ἐξ ὧν γραμμάτων καὶ συλλαβῶν τῶν ἱερῶν τὰς συγκειμένας γραφάς, τὰ συντάγματα, ὁ αὐτὸς ἀκολούθως ἀπόστολος »θεοπνεύστους« καλεῖ, »ὠφελίμους οὔσας πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτημένος.« οὐκ ἄν τις οὕτως ἐκπλαγείη τῶν ἄλλων ἁγίων τὰς προτροπὰς ὡς αὐτὸν τὸν κύριον τὸν φιλάνθρωπον· οὐδὲν γὰρ ἀλλ᾿ ἢ τοῦτο ἔργον μόνον ἐστὶν αὐτῷ σῴζεσθαι τὸν ἄνθρωπον. βοᾷ γοῦν ἐπείγων εἰς σωτηρίαν αὐτὸς »ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν·« ἐπιστρέφει τοὺς ἀνθρώπους πλησιάζοντας τῷ φόβῳ. ταύτῃ καὶ ὁ ἀπόστολος τοῦ κυρίου παρακαλῶν τοὺς Μακεδόνας ἑρμηνεὺς γίνεται τῆς θείας φωνῆς, »ὁ κύριος ἤγγικεν« λέγων, »εὐλαβεῖσθε μὴ καταληφθῶμεν κενοί.« ὑμεῖς δὲ ἐς τοσοῦτον ἀδεεῖς, μᾶλλον δὲ ἄπιστοι, μήτε αὐτῷ πειθόμενοι τῷ κυρίῳ μήτε τῷ Παύλῳ, καὶ ταῦτα ὑπὲρ Χριστοῦ δεδεμένῳ. »γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ θεός.« ἡ πίστις εἰσάξει, ἡ πεῖρα διδάξει, ἡ γραφὴ παιδαγωγήσει »δεῦτε, ὦ τέκνα,« λέγουσα, »ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς.« εἶτα ὡς ἤδη πεπιστευκόσι συντόμως ἐπιλέγει »τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;« ἡμεῖς ἐσμεν, φήσομεν, οἱ τἀγαθοῦ προσκυνηταί, οἱ τῶν ἀγαθῶν ζηλωταί. ἀκούσατε οὖν »οἱ μακράν,« ἀκούσατε »οἱ ἐγγύς·« οὐκ ἀπεκρύβη τινὰς ὁ λόγος· φῶς ἐστι κοινόν, ἐπιλάμπει πᾶσιν ἀνθρώποις· οὐδεὶς Κιμμέριος ἐν λόγῳ· σπεύσωμεν εἰς σωτηρίαν, ἐπὶ τὴν παλιγγενεσίαν· εἰς μίαν ἀγάπην συναχθῆναι οἱ πολλοὶ κατὰ τὴν τῆς μοναδικῆς οὐσίας ἕνωσιν σπεύσωμεν· ἀγαθοεργούμενοι ἀναλόγως ἑνότητα διώκωμεν, τὴν ἀγαθὴν ἐκζητοῦντες μονάδα. ἡ δὲ ἐκ πολλῶν ἕνωσις ἐκ πολυφωνίας καὶ διασπορᾶς ἁρμονίαν λαβοῦσα θεϊκὴν μία γίνεται συμφωνία, ἑνὶ χορευτῇ καὶ διδασκάλῳ τῷ λόγῳ ἑπομένη, ἐπ᾿ αὐτὴν τὴν ἀλήθειαν ἀναπαυομένη, »Ἀββᾶ« λέγουσα »ὁ πατήρ«· ταύτην ὁ θεὸς τὴν φωνὴν τὴν ἀληθινὴν ἀσπάζεται παρὰ τῶν αὐτοῦ παίδων πρώτην καρπούμενος. Ἀλλ᾿ ἐκ πατέρων, φατέ, παραδεδομένον ἡμῖν ἔθος ἀνατρέπειν οὐκ εὔλογον. καὶ τί δὴ οὐχὶ τῇ πρώτῃ τροφῇ, τῷ γάλακτι, χρώμεθα, ᾧ δήπουθεν συνείθισαν ἡμᾶς ἐκ γενετῆς αἱ τίτθαι; τί δὲ αὐξάνομεν ἢ μειοῦμεν τὴν πατρῴαν οὐσίαν, καὶ οὐχὶ τὴν ἴσην, ὡς παρειλήφαμεν, διαφυλάττομεν; τί δὲ οὐκέτι τοῖς κόλποις τοῖς πατρῴοις ἐναποβλύζομεν, ἢ καὶ τὰ ἄλλα, ἃ νηπιάζοντες ὑπὸ μητράσιν τε ἐκτρεφόμενοι γέλωτα ὤφλομεν, ἐπιτελοῦμεν ἔτι, ἀλλὰ σφᾶς αὐτούς, καὶ εἰ μὴ παιδαγωγῶν ἐτύχομεν ἀγαθῶν, ἐπανωρθώσαμεν; εἶτα ἐπὶ τῶν πλόων αἱ παρεκβάσεις καίτοι ἐπιζήμιοι καὶ ἐπισφαλεῖς οὖσαι, ὅμως γλυκεῖαί πως προσπίπτουσιν, ἐπὶ δὲ τοῦ βίου οὐχὶ τὸ ἔθος καταλιπόντες τὸ πονηρὸν καὶ ἐμπαθὲς καὶ ἄθεον, κἂν οἱ πατέρες χαλεπαίνωσιν, ἐπὶ τὴν ἀλήθειαν ἐκκλινοῦμεν καὶ τὸν ὄντως ὄντα πατέρα ἐπιζητήσομεν, οἷον δηλητήριον φάρμακον τὴν συνήθειαν ἀπωσάμενοι; τοῦτ᾿ αὐτὸ γάρ τοι τὸ κάλλιστον τῶν ἐγχειρουμένων ἐστίν, ὑποδεῖξαι ὑμῖν ὡς ἀπὸ μανίας καὶ τοῦ τρισαθλίου τούτου ἔθους ἐμισήθη ἡ θεοσέβεια· οὐ γὰρ ἂν ἐμισήθη ποτὲ ἢ ἀπηγορεύθη ἀγαθὸν τοσοῦτον, οὗ μεῖζον οὐδὲν ἐκ θεοῦ δεδώρηταί πω τῇ τῶν ἀνθρώπων γενέσει, εἰ μὴ συναρπαζόμενοι τῷ ἔθει, εἶτα μέντοι ἀποβύσαντες τὰ ὦτα ἡμῖν, οἷον ἵπποι σκληραύχενες ἀφηνιάζοντες, τοὺς χαλινοὺς ἐνδακόντες, ἀπεφεύγετε τοὺς λόγους, ἀποσείσασθαι μὲν τοὺς ἡνιόχους ὑμῶν τοῦ βίου ἡμᾶς ἐπιποθοῦντες, ἐπὶ δὲ τοὺς κρημνοὺς τῆς ἀπωλείας ὑπὸ τῆς ἀνοίας φερόμενοι ἐναγῆ τὸν ἅγιον ὑπελαμβάνετε τοῦ θεοῦ λόγον. ἕπεται τοιγαροῦν ὑμῖν κατὰ τὸν Σοφοκλέα τὰ ἐπίχειρα τῆς ἐκλογῆς, νοῦς φροῦδος, ὦτα ἀχρεῖα, φροντίδες κεναί, καὶ οὐκ ἴστε ὡς παντὸς μᾶλλον τοῦτο ἀληθές, ὅτι ἄρα οἱ μὲν ἀγαθοὶ καὶ θεοσεβεῖς ἀγαθῆς τῆς ἀμοιβῆς τεύξονται τἀγαθὸν τετιμηκότες, οἱ δὲ ἐκ τῶν ἐναντίων πονηροὶ τῆς καταλλήλου τιμωρίας, καὶ τῷ γε ἄρχοντι τῆς κακίας ἐπήρτηται κόλασις. ἀπειλεῖ γοῦν αὐτῷ ὁ προφήτης Ζαχαρίας »ἐπιτιμήσαι ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο δαλὸς ἐξεσπασμένος ἐκ πυρός;« τίς οὖν ἔτι τοῖς ἀνθρώποις ὄρεξις ἔγκειται θανάτου ἑκουσίου; τί δὲ τῷ δαλῷ τῷ θανατηφόρῳ τούτῳ προσπεφεύγασιν, μεθ᾿ οὗ κατα φλεχθήσονται, ἐξὸν βιῶναι καλῶς κατὰ τὸν θεόν, οὐ κατὰ τὸ ἔθος; θεὸς μὲν γὰρ ζωὴν χαρίζεται, ἔθος δὲ πονηρὸν μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν μετάνοιαν κενὴν ἅμα τιμωρίᾳ προστρίβεται, »παθὼν δέ τε νήπιος ἔγνω«, ὡς ἀπολλύει δεισιδαιμονία καὶ σῴζει θεοσέβεια. ἰδέτω τις ὑμῶν τοὺς παρὰ τοῖς εἰδώλοις λατρεύοντας, κόμῃ ῥυπῶντας, ἐσθῆτι πιναρᾷ καὶ κατερρωγυίᾳ καθυβρισμένους, λουτρῶν μὲν παντάπασιν ἀπειράτους, ταῖς δὲ τῶν ὀνύχων ἀκμαῖς ἐκτεθηριωμένους, πολλοὺς δὲ καὶ τῶν αἰδοίων ἀφῃρημένους, ἔργῳ δεικνύντας τῶν εἰδώλων τὰ τεμένη τάφους τινὰς ἢ δεσμωτήρια· οὗτοί μοι δοκοῦσι πενθεῖν, οὐ θρῃσκεύειν τοὺς θεούς, ἐλέου μᾶλλον ἢ θεοσεβείας ἄξια πεπονθότες. καὶ ταῦτα ὁρῶντες ἔτι τυφλώττετε καὶ οὐχὶ πρὸς τὸν δεσπότην τῶν πάντων καὶ κύριον τῶν ὅλων ἀναβλέψετε; οὐχὶ δὲ καταφεύξεσθε, ἐκ τῶν ἐνταῦθα δεσμωτηρίων ἐκφεύγοντες, ἐπὶ τὸν ἔλεον τὸν ἐξ οὐρανῶν; ὁ γὰρ θεὸς ἐκ πολλῆς τῆς φιλανθρωπίας ἀντέχεται τοῦ ἀνθρώπου, ὥσπερ ἐκ καλιᾶς ἐκπίπτοντος νεοττοῦ ἡ μήτηρ ὄρνις ἐφίπταται· εἰ δέ που καὶ θηρίον ἑρπηστικὸν περιχάνοι τῷ νεοττῷ, μήτηρ δ᾿ ἀμφιποτᾶται ὀδυρομένη φίλα τέκνα· ὁ δὲ θεὸς πατὴρ καὶ ζητεῖ τὸ πλάσμα καὶ ἰᾶται τὸ παράπτωμα καὶ διώκει τὸ θηρίον καὶ τὸν νεοττὸν αὖθις ἀναλαμβάνει ἐπὶ τὴν καλιὰν ἀναπτῆναι παρορμῶν. εἶτα κύνες μὲν ἤδη πεπλανημένοι ὀδμαῖς ῥινηλατοῦντες ἐξίχνευσαν τὸν δεσπότην καὶ ἵπποι τὸν ἀναβάτην ἀποσεισάμενοι ἑνί που συρίγματι ὑπήκουσαν τῷ δεσπότῃ· »ἔγνω δέ«, φησί, »βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω.« τί οὖν ὁ κύριος; οὐ μνησικακεῖ, ἔτι ἐλεεῖ, ἔτι τὴν μετάνοιαν ἀπαιτεῖ. ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους [ἐπι]γεγονότας τοῦ θεοῦ καὶ παρ᾿ αὐτοῦ τὴν ψυχὴν εἰληφότας καὶ ὄντας ὅλως τοῦ θεοῦ ἑτέρῳ δουλεύειν δεσπότῃ, πρὸς δὲ καὶ θεραπεύειν ἀντὶ μὲν τοῦ βασιλέως τὸν τύραννον, ἀντὶ δὲ τοῦ ἀγαθοῦ τὸν πονηρόν. τίς γάρ, ὢ πρὸς τῆς ἀληθείας, σωφρονῶν γε τἀγαθὸν καταλείπων κακίᾳ σύνεστιν; τίς δὲ ὅστις τὸν θεὸν ἀποφεύγων δαιμονίοις συμβιοῖ; τίς δὲ υἱὸς εἶναι δυνάμενος τοῦ θεοῦ δουλεύειν ἥδεται; ἢ τίς οὐρανοῦ πολίτης εἶναι δυνάμενος ἔρεβος διώκει, ἐξὸν παράδεισον γεωργεῖν καὶ οὐρανὸν περιπολεῖν καὶ τῆς ζωτικῆς καὶ ἀκηράτου μεταλαμβάνειν πηγῆς, κατ᾿ ἴχνος ἐκείνης τῆς φωτεινῆς ἀεροβατοῦντα νεφέλης, ὥσπερ ὁ Ἡλίας, θεωροῦντα τὸν ὑετὸν τὸν σωτήριον; οἱ δὲ σκωλήκων δίκην περὶ τέλματα καὶ βορβόρους, τὰ ἡδονῆς ῥεύματα, καλινδούμενοι ἀνονήτους καὶ ἀνοήτους ἐκβόσκονται τρυφάς, ὑώδεις τινὲς ἄνθρωποι. ὕες γάρ, φησίν, »ἥδονται βορβόρῳ« μᾶλλον ἢ καθαρῷ ὕδατι καὶ »ἐπὶ φορυτῷ μαργαίνουσιν« κατὰ Δημόκριτον. μὴ δῆτα οὖν, μὴ δῆτα ἐξανδραποδισθῶμεν μηδὲ ὑώδεις γενώμεθα, ἀλλ᾿ »ὡς τέκνα φωτὸς« γνήσια, ἀναθρήσωμεν καὶ ἀναβλέψωμεν εἰς τὸ φῶς, μὴ νόθους ἡμᾶς ἐξελέγξῃ ὁ κύριος ὥσπερ ὁ ἥλιος τοὺς ἀετούς. μετανοήσωμεν οὖν καὶ μεταστῶμεν ἐξ ἀμαθίας εἰς ἐπιστήμην, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρασίας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀθεότητος εἰς θεόν. καλὸς ὁ κίνδυνος αὐτομολεῖν πρὸς θεόν. πολλῶν δὲ καὶ ἄλλων ἔστιν ἀπολαῦσαι ἀγαθῶν τοὺς δικαιοσύνης ἐραστάς, οἳ τὴν ἀίδιον διώκομεν σωτηρίαν, ἀτὰρ δὴ καὶ ὧν αὐτὸς αἰνίττεται ὁ θεὸς διὰ Ἡσαΐου λαλῶν »ἔστι κληρονομία τοῖς θεραπεύουσι κύριον«· καλή γε καὶ ἐράσμιος ἡ κληρονομία, οὐ χρυσίον, οὐκ ἄργυρος, οὐκ ἐσθής, ἔνθα που σὴς καὶ [τὰ τῆς γῆς] λῃστής που καταδύεται περὶ τὸν χαμαίζηλον πλοῦτον ὀφθαλμιῶν, ἀλλ᾿ ἐκεῖνος ὁ θησαυρὸς τῆς σωτηρίας, πρὸς ὅν γε ἐπείγεσθαι χρὴ φιλολόγους γενομένους, συναπαίρει δὲ ἡμῖν ἐνθένδε τὰ ἔργα τὰ ἀστεῖα καὶ συνίπταται τῷ τῆς ἀληθείας πτερῷ. ταύτην ἡμῖν τὴν κληρονομίαν ἐγχειρίζει ἡ ἀίδιος διαθήκη τοῦ θεοῦ τὴν ἀίδιον δωρεὰν χορηγοῦσα· ὁ δὲ φιλόστοργος οὗτος ἡμῶν πατήρ, ὁ ὄντως πατήρ, οὐ παύεται προτρέπων, νουθετῶν, παιδεύων, φιλῶν· οὐδὲ γὰρ σῴζων παύεται, συμβουλεύει δὲ τὰ ἄριστα· »δίκαιοι γένεσθε, λέγει κύριος· οἱ διψῶντες πορεύεσθε ἐφ᾿ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσατε καὶ ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου.« ἐπὶ τὸ λουτρόν, ἐπὶ τὴν σωτηρίαν, ἐπὶ τὸν φωτισμὸν παρακαλεῖ μονονουχὶ βοῶν καὶ λέγων· γῆν σοι δίδωμι καὶ θάλατταν, παιδίον, οὐρανόν τε καὶ τὰ ἐν αὐτοῖς πάντα ζῷά σοι χαρίζομαι· μόνον, ὦ παιδίον, δίψησον τοῦ πατρός, ἀμισθεί σοι δειχθήσεται ὁ θεός· οὐ καπηλεύεται ἡ ἀλήθεια, δίδωσί σοι καὶ τὰ πτηνὰ καὶ τὰ νηκτὰ καὶ τὰ ἐπὶ τῆς γῆς· ταῦτά σου ταῖς εὐχαρίστοις τρυφαῖς δεδημιούργηκεν ὁ πατήρ. ἀργυρίῳ μὲν ὠνήσεται ὁ νόθος, ὃς ἀπωλείας ἐστὶ παιδίον, ὃς »μαμωνᾷ δουλεύειν« προῄρηται, σοὶ δὲ τὰ σὰ ἐπιτρέπει, τῷ γνησίῳ λέγω, τῷ φιλοῦντι τὸν πατέρα, δι᾿ ὃν ἔτι ἐργάζεται, ᾧ μόνῳ καὶ ὑπισχνεῖται λέγων· »καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν·« οὐ γὰρ κυροῦται τῇ φθορᾷ· »ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ,« ἔστι δὲ καὶ σή, ἐὰν ἀπολάβῃς τὸν θεόν. ὅθεν ἡ γραφὴ εἰκότως εὐαγγελίζεται τοῖς πεπιστευκόσιν· »οἱ δὲ ἅγιοι κυρίου κληρονομήσουσι τὴν δόξαν τοῦ θεοῦ καὶ τὴν δύναμιν αὐτοῦ.« ποίαν, ὦ μακάριε, δόξαν, εἰπέ μοι· »ἣν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· καὶ χαρήσονται ἐπὶ τῇ βασιλείᾳ τοῦ κυρίου αὐτῶν εἰς τοὺς αἰῶνας, ἀμήν.« ἔχετε, ὦ ἄνθρωποι, τὴν θείαν τῆς χάριτος ἐπαγγελίαν, ἀκηκόατε καὶ τὴν ἄλλην τῆς κολάσεως ἀπειλήν, δι᾿ ὧν ὁ κύριος σῴζει, φόβῳ καὶ χάριτι παιδαγωγῶν τὸν ἄνθρωπον· τί μέλλομεν; τί οὐκ ἐκκλίνομεν τὴν κόλασιν; τί οὐ καταδεχόμεθα τὴν δωρεάν; τί δὲ οὐχ αἱρούμεθα τὰ βελτίονα, θεὸν ἀντὶ τοῦ πονηροῦ, καὶ σοφίαν εἰδωλολατρείας προκρίνομεν καὶ ζωὴν ἀντικαταλλασσόμεθα θανάτου; »ἰδοὺ τέθεικα πρὸ προσώπου ὑμῶν,« φησί, »τὸν θάνατον καὶ τὴν ζωήν.« πειράζει σε ὁ κύριος ἐκλέξασθαι τὴν ζωήν, συμβουλεύει σοι ὡς πατὴρ πείθεσθαι τῷ θεῷ. »ἐὰν γὰρ ἀκούσητέ μου«, φησί, »καὶ θελήσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε,« ὑπακοῆς ἡ χάρις· »ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ θελήσητε, μάχαιρα ὑμᾶς καὶ πῦρ κατέδεται,« παρακοῆς ἡ κρίσις. »τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα·« νόμος ἀληθείας λόγος κυρίου· βούλεσθε ὑμῖν ἀγαθὸς γένωμαι σύμβουλος; ἀλλ᾿ ὑμεῖς μὲν ἀκούσατε· ἐγὼ δέ, εἰ δυνατόν, ἐνδείξομαι. ἐχρῆν μὲν ὑμᾶς, ὦ ἄνθρωποι, αὐτοῦ πέρι ἐννοουμένους τοῦ ἀγαθοῦ ἔμφυτον ἐπάγεσθαι πίστιν, μάρτυρα ἀξιόχρεων αὐτόθεν οἴκοθεν, περιφανῶς αἱρουμένην τὸ βέλτιστον, μηδὲ ζητεῖν εἰ μεταδιωκτέον, τὸ δ᾿ ἀγαθὸν ἐκπονεῖν. καὶ γὰρ εἴ τῳ μεθυστέον, φέρε εἰπεῖν, ἀμφιβάλλειν χρή· ὑμεῖς δὲ πρὶν ἢ ἐπισκέψασθαι μεθύετε· καὶ εἰ ὑβριστέον, οὐ πολυπραγμονεῖτε, ἀλλ᾿ ᾗ τάχος ὑβρίζετε. μόνον δ᾿ ἄρα εἰ θεοσεβητέον, ζητεῖτε, καὶ εἰ τῷ σοφῷ τούτῳ [δὴ] τῷ θεῷ καὶ τῷ Χριστῷ κατακολουθητέον, τοῦτο δὴ βουλῆς καὶ σκέψεως ἀξιοῦτε, οὐδ᾿ ὃ πρέπει θεῷ, ὅ τι ποτέ ἐστι, νενοηκότες. πιστεύσατε ἡμῖν κἂν ὡς μέθῃ, ἵνα σωφρονήσητε· πιστεύσατε κἂν ὡς ὕβρει, ἵνα ζήσητε. εἰ δὲ καὶ πείθεσθαι βούλεσθε τὴν ἐναργῆ τῶν ἀρετῶν ἐποπτεύσαντες πίστιν, φέρε ὑμῖν ἐκ περιουσίας τὴν περὶ τοῦ λόγου παραθήσομαι πειθώ. ὑμεῖς δέ, οὐ γὰρ τὰ πάτρια ὑμᾶς ἔτι τῆς ἀληθείας ἀπασχολεῖ ἔθη προκατηχημένους, ἀκούοιτ᾿ ἂν ἤδη τὸ μετὰ τοῦτο ὅπως ἔχει· καὶ δὴ μή τις ὑμᾶς τοῦδε τοῦ ὀνόματος αἰσχύνη προκαταλαμβανέτω, »ἥτ᾿ ἄνδρας μέγα σίνεται,« παρατρέπουσα σωτηρίας. ἀποδυσάμενοι δ᾿ οὖν περιφανῶς ἐν τῷ τῆς ἀληθείας σταδίῳ γνησίως ἀγωνιζώμεθα, βραβεύοντος μὲν τοῦ λόγου τοῦ ἁγίου, ἀγωνοθετοῦντος δὲ τοῦ δεσπότου τῶν ὅλων. οὐ γὰρ σμικρὸν ἡμῖν τὸ ἆθλον ἀθανασία πρόκειται. μὴ οὖν ἔτι φροντίζετε μηδὲ [εἰ] ὀλίγον, τί ὑμᾶς ἀγορεύουσι σύρφακές τινες ἀγοραῖοι, δεισιδαιμονίας ἄθεοι χορευταί, ἀνοίᾳ καὶ παρανοίᾳ ἐς αὐτὸ ὠθούμενοι τὸ βάραθρον, εἰδώλων ποιηταὶ καὶ λίθων προσκυνηταί· οἵδε γὰρ ἀνθρώπους ἀποθεοῦν τετολμήκασι, τρισκαιδέκατον Ἀλέξανδρον τὸν Μακεδόνα ἀναγράφοντες θεόν, »ὃν Βαβυλὼν ἤλεγξε νεκρόν.« ἄγαμαι τοίνυν τὸν Χῖον σοφιστήν, Θεόκριτος ὄνομα αὐτῷ· μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπισκώπτων ὁ Θεόκριτος τὰς δόξας τὰς κενὰς τῶν ἀνθρώπων ἃς εἶχον περὶ θεῶν, πρὸς τοὺς πολίτας »ἄνδρες,« εἶπεν, »θαρρεῖτε ἄχρις ἂν ὁρᾶτε τοὺς θεοὺς πρότερον τῶν ἀνθρώπων ἀποθνῄσκοντας.« θεοὺς δὲ δὴ τοὺς ὁρατοὺς καὶ τὸν σύγκλυδα τῶν γενητῶν τούτων ὄχλον ὁ προσκυνῶν καὶ προσεταιριζόμενος, αὐτῶν ἐκείνων τῶν δαιμόνων ἀθλιώτερος μακρῷ. θεὸς γὰρ οὐδαμῇ οὐδαμῶς ἄδικος ὥσπερ οἱ δαίμονες, ἀλλ᾿ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν γένηται ὅτι δικαιότατος. βᾶτ᾿ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς, οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην θεὸν στατοῖσι λίκνοις προστρέπεσθε, ἠλίθιοι τῶν λίθων δημιουργοί τε καὶ προσκυνηταί. ὁ Φειδίας ὑμῶν καὶ ὁ Πολύκλειτος ἡκόντων Πραξιτέλης τε αὖ καὶ Ἀπελλῆς καὶ ὅσοι τὰς βαναύσους μετέρχονται τέχνας, γήινοι γῆς ὄντες ἐργάται. τότε γὰρ φησί τις προφητεία δυστυχήσειν τὰ τῇδε πράγματα, ὅταν ἀνδριᾶσι πιστεύσωσιν. ἡκόντων οὖν αὖθις, οὐ γὰρ ἀνήσω καλῶν, οἱ μικροτέχναι. οὐδείς που τούτων ἔμπνουν εἰκόνα δεδημιούργηκεν, οὐδὲ μὴν ἐκ γῆς μαλθακὴν ἐμάλαξε σάρκα. τίς ἔτηξε μυελὸν ἢ τίς ἔπηξεν ὀστέα; τίς νεῦρα διέτεινεν ἢ τίς φλέβας ἐφύσησεν; τίς αἷμα ἐνέχεεν ἐν αὐταῖς ἢ τίς δέρμα περιέ τεινεν; ποῦ δ᾿ ἄν τις αὐτῶν ὀφθαλμοὺς ποιήσαι βλέποντας; τίς ἐνεφύσησε ψυχήν; τίς δικαιοσύνην ἐδωρήσατο; τίς ἀθανασίαν ὑπέσχηται; μόνος ὁ τῶν ὅλων δημιουργός, ὁ »ἀριστοτέχνας πατήρ,« τοιοῦτον ἄγαλμα ἔμψυχον ἡμᾶς τὸν ἄνθρωπον ἔπλασεν· ὁ δὲ Ὀλύμπιος ὑμῶν, εἰκόνος εἰκών, πολύ τι τῆς ἀληθείας ἀπᾴδων, ἔργον ἐστὶ κωφὸν χειρῶν Ἀττικῶν. »εἰκὼν« μὲν γὰρ »τοῦ θεοῦ« ὁ λόγος αὐτοῦ (καὶ υἱὸς τοῦ νοῦ γνήσιος ὁ θεῖος λόγος, φωτὸς ἀρχέτυπον φῶς), εἰκὼν δὲ τοῦ λόγου ὁ ἄνθρω πος ὁ ἀληθινός, ὁ νοῦς ὁ ἐν ἀνθρώπῳ, ὁ »κατ᾿ εἰκόνα« τοῦ θεοῦ καὶ »καθ᾿ ὁμοίωσιν« διὰ τοῦτο γεγενῆσθαι λεγόμενος, τῇ κατὰ καρδίαν φρονήσει τῷ θείῳ παρεικαζόμενος λόγῳ καὶ ταύτῃ λογικός. ἀνθρώπου δὲ τοῦ ὁρωμένου τοῦ γηγενοῦς γήινος εἰκὼν τὰ ἀγάλματα τὰ ἀνδρείκελα καὶ πόρρω τῆς ἀληθείας ἐπίκαιρον ἐκμαγεῖον καταφαίνεται. οὐδὲν οὖν ἀλλ᾿ ἢ μανίας ἔμπλεως ὁ βίος ἔδοξέ μοι γεγονέναι, τοσαύτῃ σπουδῇ περὶ τὴν ὕλην καταγινόμενος. ἐπιτέτριπται δὲ ὑπὸ κενῆς δόξης ἡ συνήθεια δουλείας μὲν γεύσασα ὑμᾶς καὶ ἀλόγου περιεργασίας· νομίμων δὲ ἀνόμων καὶ ἀπατηλῶν ὑποκρίσεων ἄγνοια αἰτία, ἣ δὴ † κατασκευασθεῖσα τὸ τῶν ἀνθρώπων γένος κηρῶν ὀλεθρίων καὶ εἰδώλων ἐπιστυγῶν πολλὰς τῶν δαιμόνων ἐπινοήσασα μορφάς, κηλῖδα τοῖς ἑπομένοις αὐτῇ ἐναπεμάξατο θανάτου μακροῦ. λάβετε οὖν ὕδωρ λογικόν, λούσασθε οἱ μεμολυσμένοι, περιρράνατε αὑτοὺς ἀπὸ τῆς συνηθείας ταῖς ἀληθιναῖς σταγόσιν· καθαροὺς εἰς οὐρανοὺς ἀναβῆναι δεῖ. ἄνθρωπος εἶ, τὸ κοινότατον, ἐπιζήτησον τὸν δημιουργήσαντά σε· υἱὸς εἶ, τὸ ἰδιαίτατον, ἀναγνώρισον τὸν πατέρα. σὺ δὲ ἔτι ταῖς ἁμαρτίαις παραμένεις, προστετηκὼς ἡδοναῖς; τίνι λαλήσει κύριος »ὑμῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν«; ὑμῶν ἐστιν, ἐὰν θελήσητε, τῶν πρὸς τὸν θεὸν τὴν προαίρεσιν ἐσχηκότων· ὑμῶν, ἐὰν ἐθελήσητε πιστεῦσαι μόνον καὶ τῇ συντομίᾳ τοῦ κηρύγματος ἕπεσθαι, ἧς ὑπακούσαντες οἱ Νινευῖται τῆς προσδοκηθείσης ἁλώσεως μετανοίᾳ γνησίῳ τὴν καλὴν ἀντικατηλλάξαντο σωτηρίαν. πῶς οὖν ἀνέλθω, φησίν, εἰς οὐρανούς; »ὁδός« ἐστιν ὁ κύριος, »στενὴ« μέν, ἀλλ᾿ »ἐξ οὐρανῶν,« στενὴ μέν, ἀλλ᾿ εἰς οὐρανοὺς ἀναπέμπουσα· στενὴ ἐπὶ γῆς ὑπερορωμένη, πλατεῖα ἐν οὐρανοῖς προσκυνουμένη. εἶθ᾿ ὁ μὲν ἄπυστος τοῦ λόγου συγγνώμην τῆς πλάνης ἔχει τὴν ἄγνοιαν, ὁ δὲ εἰς ὦτα βαλλόμενος [καὶ] τῇ ψυχῇ παρὰ τῆς γνώμης φέρει τὴν ἀπείθειαν, καὶ ὅσῳ γε φρονιμώτερος εἶναι δόξει, πρὸς κακοῦ ἡ σύνεσις αὐτῷ, ὅτι τῇ φρονήσει κέχρηται κατηγόρῳ τὸ βέλτιστον οὐχ ἑλόμενος· πέφυκε γὰρ ὡς ἄνθρωπος οἰκείως ἔχειν πρὸς θεόν. ὥσπερ οὖν τὸν ἵππον ἀροῦν οὐ βιαζόμεθα οὐδὲ τὸν ταῦρον κυνηγετεῖν, πρὸς ὃ πέφυκε δὲ ἕκαστον τῶν ζῴων περιέλκομεν, οὕτως ἀμέλει καὶ τὸν ἄνθρωπον ἐπὶ τὴν οὐρανοῦ γενόμενον θέαν, φυτὸν οὐράνιον ὡς ἀληθῶς, ἐπὶ τὴν γνῶσιν παρακαλοῦμεν τοῦ θεοῦ, τὸ οἰκεῖον αὐτοῦ καὶ ἐξαίρετον καὶ ἰδιωματικὸν παρὰ τὰ ἄλλα ζῷα κατειλημμένοι, αὔταρκες ἐφόδιον αἰώνων, θεοσέβειαν, παρασκευάζεσθαι συμβουλεύοντες. γεώργει, φαμέν, εἰ γεωργὸς εἶ, ἀλλὰ γνῶθι τὸν θεὸν γεωργῶν, καὶ πλεῖθι ὁ τῆς ναυτιλίας ἐρῶν, ἀλλὰ τὸν οὐράνιον κυβερνήτην παρακαλῶν· στρατευόμενόν σε κατείληφεν ἡ γνῶσις· τοῦ δίκαια σημαίνοντος ἄκουε στρατηγοῦ. καθάπερ οὖν κάρῳ καὶ μέθῃ βεβαρημένοι ἀνανήψατε καὶ διαβλέψαντες ὀλίγον ἐννοήθητε, τί θέλουσιν ὑμῖν οἱ προσκυνούμενοι λίθοι καὶ ἃ περὶ τὴν ὕλην κενοσπούδως δαπανᾶτε· εἰς ἄγνοιαν [καὶ] τὰ χρήματα καὶ τὸν βίον ὡς τὸ ζῆν ὑμῶν εἰς θάνατον καταναλίσκετε, τοῦτο μόνον τῆς ματαίας ὑμῶν ἐλπίδος εὑρόμενοι τὸ πέρας, οὐδὲ αὑτοὺς οἷοί τε ὄντες οἰκτεῖραι, ἀλλ᾿ οὐδὲ τοῖς κατελεῶσιν ὑμᾶς τῆς πλάνης ἐπιτήδειοι πείθεσθαι γίνεσθε, συνηθείᾳ κακῇ δεδουλωμένοι, ἧς ἀπηρτημένοι αὐθαίρετοι μέχρι τῆς ἐσχάτης ἀναπνοῆς εἰς ἀπώλειαν ὑποφέρεσθε· »ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς,« ἐξὸν ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ δὲ καὶ αὐτὸς πλάζομαι; οὐ βούλεσθε οὖν τὰς φαντασίας ταύτας τὰς κενὰς ἀπορρίψαντες τῇ συνηθείᾳ αὐτῇ ἀποτάξασθαι, κενοδοξίᾳ ἐπιλέγοντες· ψευδεῖς ὄνειροι χαίρετ᾿, οὐδὲν ἦτ᾿ ἄρα; τί γὰρ ἡγεῖσθε, ὦ ἄνθρωποι, τὸν Τύχωνα Ἑρμῆν καὶ τὸν Ἀνδοκίδου καὶ τὸν Ἀμύητον; ἦ παντί τῳ δῆλον ὅτι λίθους, ὥσπερ καὶ αὐτὸν τὸν Ἑρμῆν. ὡς δὲ οὐκ ἔστι θεὸς ἡ ἅλως καὶ ὡς οὐκ ἔστι θεὸς ἡ ἶρις, ἀλλὰ πάθη ἀέρος καὶ νεφῶν, καὶ ὃν τρόπον οὐκ ἔστιν ἡμέρα θεός, οὐδὲ μὴν οὐδὲ ἐνιαυτὸς οὐδὲ χρόνος ὁ ἐκ τούτων συμπληρούμενος, οὕτως οὐδὲ ἥλιος οὐδὲ σελήνη, οἷς ἕκαστον τῶν προειρημένων διορίζεται. τίς ἂν οὖν τὴν εὔθυναν καὶ τὴν κόλασιν καὶ τὴν δίκην καὶ τὴν νέμεσιν εὖ φρονῶν ὑπολάβοι θεούς; οὐδὲ γὰρ οὐδ᾿ ἐρινῦς οὐδὲ μοῖραι οὐδὲ εἱμαρμένη, ἐπεὶ μηδὲ πολιτεία μηδὲ δόξα μηδὲ πλοῦτος θεοί, ὃν καὶ ζωγράφοι τυφλὸν ἐπιδεικνύουσιν· εἰ δὲ αἰδῶ καὶ ἔρωτα καὶ ἀφροδίτην ἐκθειάζετε, ἀκολουθούντων αὐτοῖς αἰσχύνη καὶ ὁρμὴ καὶ κάλλος καὶ συνουσία. οὔκουν ἔτ᾿ ἂν εἰκότως ὕπνος καὶ θάνατος θεὼ διδυμάονε παρ᾿ ὑμῖν νομίζοιντο, πάθη ταῦτα περὶ τὰ ζῷα συμβαίνοντα φυσικῶς· οὐδὲ μὴν κῆρα οὐδε εἱμαρμένην οὐδὲ μοίρας θεὰς ἐνδίκως ἐρεῖτε. εἰ δὲ ἔρις καὶ μάχη οὐ θεοί, οὐδὲ Ἄρης οὐδὲ Ἐνυώ. ἔτι τε εἰ αἱ ἀστραπαὶ καὶ οἱ κεραυνοὶ καὶ οἱ ὄμβροι οὐ θεοί, πῶς τὸ πῦρ καὶ τὸ ὕδωρ θεοί; πῶς δὲ καὶ οἱ διᾴσσοντες καὶ οἱ κομῆται διὰ πάθος ἀέρος γεγενημένοι; ὁ δὲ τὴν τύχην θεὸν λέγων καὶ τὴν πρᾶξιν λεγέτω θεόν. εἰ δὴ οὖν τούτων οὐδὲ ἓν θεὸς εἶναι νομίζεται οὐδὲ μὴν ἐκείνων τῶν χειροκμήτων καὶ ἀναισθήτων πλασμάτων, πρόνοια δέ τις περὶ ἡμᾶς καταφαίνεται δυνάμεως θεϊκῆς, λείπεται οὐδὲν ἄλλο ἢ τοῦτο ὁμολογεῖν, ὅτι ἄρα ὄντως μόνος ἔστι τε καὶ ὑφέστηκεν ὁ μόνος ὄντως ὑπάρχων θεός. ἀλλὰ γὰρ μανδραγόραν ἤ τι ἄλλο φάρμακον πεπωκόσιν ἀνθρώποις ἐοίκατε οἱ ἀνόητοι, θεὸς δὲ ὑμῖν ἀνανῆψαι δοίη ποτὲ τοῦδε τοῦ ὕπνου καὶ συνιέναι θεὸν μηδὲ χρυσὸν ἢ λίθον ἢ δένδρον ἢ πρᾶξιν ἢ πάθος ἢ νόσον ἢ φόβον ἰνδάλλεσθαι ὡς θεόν. »τρὶς γὰρ μύριοί εἰσιν« ὡς ἀληθῶς »ἐπὶ χθονὶ πουλυβοτείρῃ δαίμονες« οὐκ »ἀθάνατοι« οὐδὲ μὴν θνητοί (οὐδὲ γὰρ αἰσθήσεως, ἵνα καὶ θανάτου, μετειλήφασιν), λίθινοι δὲ καὶ ξύλινοι δεσπόται ἀνθρώπων, ὑβρίζοντες καὶ παρασπονδοῦντες τὸν βίον διὰ τῆς συνηθείας. »ἡ γῆ δὲ τοῦ κυρίου,« φησί, »καὶ τὸ πλήρωμα αὐτῆς·« εἶτα τί τολμᾷς ἐν τοῖς τοῦ κυρίου τρυφῶν ἀγνοεῖν τὸν δεσπότην; κατάλειπε τὴν γῆν τὴν ἐμήν, ἐρεῖ σοι ὁ κύριος, μὴ θίγῃς τοῦ ὕδατος ὃ ἐγὼ ἀναδίδωμι, τῶν καρπῶν ὧν ἐγὼ γεωργῶ, μὴ μεταλάμβανε· ἀπόδος, ἄνθρωπε, τὰ τροφεῖα τῷ θεῷ· ἐπίγνωθί σου τὸν δεσπότην· ἴδιον εἶ πλάσμα τοῦ θεοῦ· τὸ δὲ οἰκεῖον αὐτοῦ πῶς ἂν ἐνδίκως ἀλλότριον γένοιτο; τὸ γὰρ ἀπηλλοτριωμένον στερόμενον τῆς οἰκειότητος στέρεται τῆς ἀληθείας. ἦ γὰρ οὐχ ᾗ Νιόβη τρόπον τινά, μᾶλλον δὲ ἵνα μυστικώτερον πρὸς ὑμᾶς ἀποφθέγξωμαι, γυναικὸς τῆς Ἑβραίας δίκην (Λὼτ ἐκάλουν αὐτὴν οἱ παλαιοὶ) εἰς ἀναισθησίαν μετατρέπεσθε; λελιθωμένην ταύτην παρειλήφαμεν τὴν γυναῖκα διὰ τὸ Σοδόμων ἐρᾶν· Σοδομῖται δὲ οἱ ἄθεοι καὶ οἱ πρὸς τὴν ἀσέβειαν ἐπιστρεφόμενοι σκληροκάρδιοί τε καὶ ἠλίθιοι. ταύτας οἴου θεόθεν ἐπιλέγεσθαί σοι τὰς φωνάς· μὴ γὰρ οἴου λίθους μὲν εἶναι ἱερὰ καὶ ξύλα καὶ ὄρνεα καὶ ὄφεις, ἀνθρώπους δὲ μή· πολὺ δὲ τοὐναντίον· ἱεροὺς μὲν ὄντως τοὺς ἀνθρώπους ὑπολάμβανε, τὰ δὲ θηρία καὶ τοὺς λίθους ὅπερ εἰσίν. οἱ γάρ τοι δείλαιοι τῶν ἀνθρώπων καὶ ἄθλιοι διὰ μὲν κόρακος καὶ κολοιοῦ νομίζουσι τὸν θεὸν ἐμβοᾶν, διὰ δὲ ἀνθρώπου σιωπᾶν, καὶ τὸν μὲν κόρακα τετιμήκασιν ὡς ἄγγελον θεοῦ, τὸν δὲ ἄνθρωπον τοῦ θεοῦ διώκουσιν, οὐ κρῴζοντα, οὐ κλώζοντα, φθεγγόμενον δέ· οἴμοι, λογικῶς καὶ φιλανθρώπως κατηχοῦντα ἀποσφάττειν ἀπανθρώπως ἐπιχειροῦσιν, ἐπὶ τὴν δικαιοσύνην καλοῦντα, οὔτε τὴν χάριν τὴν ἄνωθεν ἀπεκδεχόμενοι οὔτε τὴν κόλασιν ἐκτρεπόμενοι. οὐ γὰρ πιστεύουσι τῷ θεῷ οὐδὲ ἐκμανθάνουσι τὴν δύναμιν αὐτοῦ. οὗ δὲ ἄρρητος ἡ φιλανθρωπία, τούτου ἀχώρητος ἡ μισοπονηρία. τρέφει δὲ ὁ μὲν θυμὸς τὴν κόλασιν ἐπὶ ἁμαρτίᾳ, εὖ ποιεῖ δὲ ἐπὶ μετανοίᾳ ἡ φιλανθρωπία. οἰκτρότατον δὲ τὸ στέρεσθαι τῆς παρὰ τοῦ θεοῦ ἐπικουρίας. ὀμμάτων μὲν οὖν ἡ πήρωσις καὶ τῆς ἀκοῆς ἡ κώφωσις ἀλγεινοτέρα παρὰ τὰς λοιπὰς τοῦ πονηροῦ πλεονεξίας· ἣ μὲν γὰρ αὐτῶν ἀφῄρηται τῆς οὐρανίου προσόψεως, ἣ δὲ τῆς θείας μαθήσεως ἐστέρηται. ὑμεῖς δὲ πρὸς τὴν ἀλήθειαν ἀνάπηροι καὶ τυφλοὶ μὲν τὸν νοῦν, κωφοὶ δὲ τὴν σύνεσιν ὄντες οὐκ ἀλγεῖτε, οὐκ ἀγανακτεῖτε, οὐ τὸν οὐρανὸν ἰδεῖν καὶ τὸν τοῦ οὐρανοῦ ποιητὴν ἐπεθυμήσατε, οὐδὲ τὸν τῶν πάντων δημιουργὸν καὶ πατέρα ἀκοῦσαι καὶ μαθεῖν ἐξεζητήσατε, τὴν προαίρεσιν τῇ σωτηρίᾳ συνάψαντες· ἐμποδὼν γὰρ ἵσταται οὐδὲν τῷ σπεύδοντι πρὸς γνῶσιν θεοῦ, οὐκ ἀπαιδευσία, οὐ πενία, οὐκ ἀδοξία, οὐκ ἀκτημοσύνη· οὐδέ τις τὴν ὄντως ἀληθῆ σοφίαν »χαλκῷ δῃώσας« μεταλλάξαι εὔχεται οὐδὲ σιδήρῳ· εὖ γάρ τοι παντὸς μᾶλλον τοῦτο εἴρηται· ὁ χρηστός ἐστι πανταχοῦ σωτήριος· ὁ γὰρ τοῦ δικαίου ζηλωτής, ὡς ἂν τοῦ ἀνενδεοῦς ἐραστής, ὀλιγοδεής, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν αὐτῷ [καὶ] τῷ θεῷ τὸ μακάριον θησαυρίσας, ἔνθα οὐ σής, οὐ λῃστής, οὐ πειρατής, ἀλλ᾿ ὁ τῶν ἀγαθῶν ἀίδιος δοτήρ. ἄρα οὖν εἰκότως ὡμοίωσθε τοῖς ὄφεσιν ἐκείνοις, οἷς τὰ ὦτα πρὸς τοὺς κατεπᾴδοντας ἀποκέκλεισται. »θυμὸς γὰρ αὐτοῖς«, φησὶν ἡ γραφή, »κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων.« ἀλλ ὑμεῖς γε κατεπᾴσθητε τὴν ἀγριότητα καὶ παραδέξασθε τὸν ἥμερον καὶ ἡμέτερον λόγον καὶ τὸν ἰὸν ἀποπτύσατε τὸν δηλητήριον, ὅπως ὅτι μάλιστα ὑμῖν τὴν φθοράν, ὡς ἐκείνοις τὸ γῆρας, ἀποδύσασθαι δοθῇ. ἀκούσατέ μου καὶ μὴ τὰ ὦτα ἀποβύσητε μηδὲ τὰς ἀκοὰς ἀποφράξητε, ἀλλ᾿ εἰς νοῦν βάλεσθε τὰ λεγόμενα. καλόν ἐστι τὸ φάρμακον τῆς ἀθανασίας· στήσατέ ποτε τοὺς ὁλκοὺς τοὺς ἑρπηστικούς. »οἱ γὰρ ἐχθροὶ κυρίου χοῦν λείξουσι«, φησίν [ἡ γραφὴ λέγει]· ἀνανεύσατε τῆς γῆς εἰς αἰθέρα, ἀναβλέψατε εἰς οὐρανόν, θαυμάσατε, παύσασθε καραδοκοῦντες τῶν δικαίων τὴν πτέρναν καὶ »τὴν ὁδὸν τῆς ἀληθείας« ἐμποδίζοντες· φρόνιμοι γένεσθε καὶ ἀβλαβεῖς· τάχα που ὁ κύριος ἁπλότητος ὑμῖν δωρήσεται πτερόν (πτερῶσαι προῄρηται τοὺς γηγενεῖς), ἵνα δὴ τοὺς χηραμοὺς καταλείποντες οἰκήσητε τοὺς οὐρανούς. μόνον ἐξ ὅλης καρδίας μετανοήσωμεν, ὡς ὅλῃ καρδίᾳ δυνηθῆναι χωρῆσαι τὸν θεόν. »ἐλπίσατε ἐπ᾿ αὐτόν«, φησί, »πᾶσα συναγωγὴ λαοῦ, ἐκχέετε ἐνώπιον αὐτοῦ πάσας τὰς καρδίας ὑμῶν« πρὸς τοὺς κενοὺς τῆς πονηρίας λέγει· ἐλεεῖ καὶ δικαιοσύνης πληροῖ· πίστευσον, ἄν¦θρωπε, ἀνθρώπῳ καὶ θεῷ· πίστευσον, ἄνθρωπε τῷ παθόντι καὶ προσκυνουμένῳ, θεῷ ζῶντι πιστεύσατε οἱ δοῦλοι τῷ νεκρῷ· πάντες ἄνθρωποι πιστεύσατε μόνῳ τῷ πάντων ἀνθρώπων θεῷ· πιστεύσατε καὶ μισθὸν λάβετε σωτηρίαν· »ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.« ὁ ἐκζητῶν τὸν θεὸν τὴν ἰδίαν πολυπραγμονεῖ σωτηρίαν· εὗρες τὸν θεόν, ἔχεις τὴν ζωήν. ζητήσωμεν οὖν, ἵνα καὶ ζήσωμεν. ὁ μισθὸς τῆς εὑρέσεως ζωὴ παρὰ θεῷ. »ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ θεός.« καλὸς ὕμνος τοῦ θεοῦ ἀθάνατος ἄνθρωπος, δικαιοσύνῃ οἰκοδομούμενος, ἐν ᾧ τὰ λόγια τῆς ἀληθείας ἐγκεχάρακται. ποῦ γὰρ ἀλλαχόθι ἢ ἐν σώφρονι ψυχῇ δικαιοσύνην ἐγγραπτέον; ποῦ ἀγάπην; αἰδῶ δὲ ποῦ; πραότητα δὲ ποῦ; ταύτας, οἶμαι, τὰς θείας γραφὰς ἐναποσφραγισαμένους χρὴ τῇ ψυχῇ καλὸν ἀφετήριον σοφίαν ἡγεῖσθαι τοῖς ἐφ᾿ ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν· δι᾿ ἣν ἀγαθοὶ μὲν πατέρες τέκνων οἱ τῷ πατρὶ προσδεδραμηκότες, ἀγαθοὶ δὲ γονεῦσιν υἱοὶ οἱ τὸν υἱὸν νενοηκότες, ἀγαθοὶ δὲ ἄνδρες γυναικῶν οἱ μεμνημένοι τοῦ νυμφίου, ἀγαθοὶ δὲ οἰκετῶν δεσπόται οἱ τῆς ἐσχάτης δουλείας λελυτρωμένοι. ὢ μακαριώτερα τῆς ἐν ἀνθρώποις πλάνης τὰ θηρία· ἐπινέμεται τὴν ἄγνοιαν, ὡς ὑμεῖς, οὐχ ὑποκρίνεται δὲ τὴν ἀλήθειαν· οὐκ ἔστι παρ᾿ αὐτοῖς κολάκων γένη, οὐ δεισιδαιμονοῦσιν ἰχθύες, οὐκ εἰδωλολατρεῖ τὰ ὄρνεα, ἕνα μόνον ἐκπλήττεται τὸν οὐρανόν, ἐπεὶ θεὸν νοῆσαι μὴ δύναται ἀπηξιωμένα τοῦ λόγου. εἶτ᾿ οὐκ αἰσχύνεσθε καὶ τῶν ἀλόγων σφᾶς αὐτοὺς ἀλογωτέρους πεποιηκότες, οἳ διὰ τοσούτων ἡλικιῶν ἐν ἀθεότητι κατατέτριφθε; παῖδες γεγόνατε, εἶτα μειράκια, εἶτα ἔφηβοι, εἶτα ἄνδρες, χρηστοὶ δὲ οὐδέποτε. κἂν τὸ γῆρας αἰδέσθητε, ἐπὶ δυσμαῖς τοῦ βίου γενόμενοι σωφρονήσατε, κἂν ἐπὶ τέλει τοῦ βίου τὸν θεὸν ἐπίγνωτε, ὡς δὴ τὸ τέλος ὑμῖν τοῦ βίου ἀρχὴν ἀναλάβοι σωτηρίας. ἐ γηράσατε πρὸς δεισιδαιμονίαν, νέοι ἀφίκεσθε πρὸς θεοσέβειαν· παῖδας ἀκάκους ἐγκρινεῖ θεός. ὁ μὲν οὖν Ἀθηναῖος τοῖς Σόλωνος ἑπέσθω νόμοις καὶ ὁ Ἀργεῖος τοῖς Φορωνέως καὶ ὁ Σπαρτιάτης τοῖς Λυκούργου, εἰ δὲ σεαυτὸν ἀναγράφεις τοῦ θεοῦ, οὐρανὸς μέν σοι ἡ πατρίς, ὁ δὲ θεὸς νομοθέτης. τίνες δὲ καὶ οἱ νόμοι; »οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, ἀγαπήσεις κύριον τὸν θεόν σου.« εἰσὶ δὲ καὶ τούτων τὰ παραπληρώματα, λόγιοι νόμοι καὶ ἅγιοι λόγοι ἐν αὐταῖς ἐγγραφόμενοι ταῖς καρδίαις· »ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν,« καὶ »τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην,« καὶ »οὐκ ἐπιθυμήσεις, ἐπιθυμίᾳ γὰρ μόνῃ μεμοίχευκας.« πόσῳ γοῦν ἄμεινον τοῖς ἀνθρώποις τοῦ τυγχάνειν τῶν ἐπιθυμιῶν ἀρχὴν μηδὲ ἐπιθυμεῖν ἐθέλειν ὧν μὴ δεῖ; ἀλλ᾿ ὑμεῖς μὲν τὸ αὐστηρὸν τῆς σωτηρίας ὑπομένειν οὐ καρτερεῖτε, καθάπερ δὲ τῶν σιτίων τοῖς γλυκέσιν ἡδόμεθα διὰ τὴν λειότητα τῆς ἡδονῆς προτιμῶντες, ἰᾶται δὲ ἡμᾶς καὶ ὑγιάζει τὰ πικρὰ τραχύνοντα τὴν αἴσθησιν, ἀλλὰ τοὺς ἀσθενεῖς τὸν στόμαχον ῥώννυσιν ἡ τῶν φαρμάκων αὐστηρία, οὕτως ἥδει μὲν καὶ γαργαλίζει ἡ συνήθεια, ἀλλ᾿ ἣ μὲν εἰς τὸ βάραθρον ὠθεῖ, ἡ συνήθεια, ἣ δὲ εἰς οὐρανὸν ἀνάγει, ἡ ἀλήθεια, »τραχεῖα« μὲν τὸ πρῶτον, »ἀλλ᾿ ἀγαθὴ κουροτρόφος·« καὶ σεμνὴ μὲν ἡ γυναικωνῖτις αὕτη, σώφρων δὲ ἡ γερουσία· οὐδέ ἐστι δυσπρόσιτος οὐδὲ ἀδύνατος λαβεῖν, ἀλλ᾿ ἔστιν ἐγγυτάτω ἔνοικος ἡμῶν, ᾗ φησιν αἰνιττόμενος ὁ πάνσοφος Μωυσῆς, τρισὶ τοῖς καθ᾿ ἡμᾶς ἐνδιαιτωμένη μέρεσι, »χερσὶ καὶ στόματι καὶ καρδίᾳ.« σύμβολον τοῦτο γνήσιον τρισὶ τοῖς πᾶσι συμπληρουμένης τῆς ἀληθείας, βουλῇ καὶ πράξει καὶ λόγῳ· μηδὲ γὰρ τόδε δείμαινε, μή σε τὰ πολλὰ καὶ ἐπιτερπῆ φανταζόμενα ἀφέληται σοφίας· αὐτὸς ἑκὼν ὑπερβήσῃ τὸν λῆρον τῆς συνηθείας, καθάπερ καὶ οἱ παῖδες τὰ ἀθύρματα ἄνδρες γενόμενοι ἀπέρριψαν. τάχει μὲν δὴ. ἀνυπερβλήτῳ εὐνοίᾳ τε εὐπροσίτῳ ἡ δύναμις ἡ θεϊκὴ ἐπιλάμψασα τὴν γῆν σωτηρίου σπέρματος ἐνέπλησε τὸ πᾶν. οὐ γὰρ ἂν οὕτως ἐν ὀλίγῳ χρόνῳ τοσοῦτον ἔργον ἄνευ θείας κομιδῆς ἐξήνυσεν ὁ κύριος, ὄψει καταφρονούμενος, ἔργῳ προσκυνούμενος, ὁ καθάρσιος καὶ σωτήριος καὶ μειλίχιος, ὁ θεῖος λόγος, ὁ φανερώτατος ὄντως θεός, ὁ τῷ δεσπότῃ τῶν ὅλων ἐξισωθείς, ὅτι ἦν υἱὸς αὐτοῦ καὶ »ὁ λόγος ἦν ἐν τῷ θεῷ«, οὔθ᾿ ὅτε τὸ πρῶτον προεκηρύχθη, ἀπιστηθείς, οὔθ᾿ ὅτε τὸ ἀνθρώπου προσωπεῖον ἀναλαβὼν καὶ σαρκὶ ἀναπλασάμενος τὸ σωτήριον δρᾶμα τῆς ἀνθρωπότητος ὑπεκρίνετο, ἀγνοηθείς· γνήσιος γὰρ ἦν ἀγωνιστὴς καὶ τοῦ πλάσματος συναγωνιστής, τάχιστα δὲ εἰς πάντας ἀνθρώπους διαδοθεὶς θᾶττον ἡλίου ἐξ αὐτῆς ἀνατείλας τῆς πατρικῆς βουλήσεως, ῥᾷστα ἡμῖν ἐπέλαμψε τὸν θεόν, ὅθεν τε ἦν αὐτὸς καὶ ὃς ἦν, δι᾿ ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παραστησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς χεόμενος, δι᾿ ὃν ὡς ἔπος εἰπεῖν τὰ πάντα ἤδη πέλαγος γέγονεν ἀγαθῶν.