Ἴτω δὲ ἡμῖν (οὐ γὰρ αὐταρκεῖ μόνον ἡ φιλοσοφία) ἀλλὰ καὶ αὐτὴ ἡ ποιητικὴ ἡ περὶ τὸ ψεῦδος τὰ πάντα ἠσχολημένη, μόλις ποτὲ ἤδη ἀλήθειαν μαρτυρήσουσα, μᾶλλον δὲ ἐξομολογουμένη τῷ θεῷ τὴν μυθώδη παρέκβασιν· παρίτω δὴ ὅστις καὶ βούλεται ποιητὴς πρῶτος. Ἄρατος μὲν οὖν διὰ πάντων τὴν δύναμιν τοῦ θεοῦ διήκειν νοεῖ, ὄφρ᾿ ἔμπεδα πάντα φύωνται, τῷ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται· χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ᾿ ἀνθρώποισιν ὄνειαρ. ταύτῃ τοι καὶ ὁ Ἀσκραῖος αἰνίττεται Ἡσίοδος τὸν θεόν· αὐτὸς γὰρ πάντων βασιλεὺς καὶ κοίρανός ἐστιν, ἀθανάτων τέο δ᾿ οὔτις ἐρήρισται κράτος ἄλλος. ἤδη δὲ καὶ ἐπὶ τῆς σκηνῆς παραγυμνοῦσι τὴν ἀλήθειαν· ὃ μὲν καὶ εἰς τὸν αἰθέρα καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψας »τόνδε ἡγοῦ θεόν,« φησίν, Εὐριπίδης· ὁ δὲ τοῦ Σοφίλλου Σοφοκλῆς, εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστὶν θεός, ὃς οὐρανόν τ᾿ ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίας· θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματ᾿ ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις νέμοντες, οὕτως εὐσεβεῖν νομίζομεν. οὑτοσὶ μὲν ἤδη καὶ παρακεκινδυνευμένως ἐπὶ τῆς σκηνῆς τὴν ἀλήθειαν τοῖς θεαταῖς παρεισήγαγεν. ὁ δὲ Θρᾴκιος ἱεροφάντης καὶ ποιητὴς ἅμα, ὁ τοῦ Οἰάγρου Ὀρφεύς, μετὰ τὴν τῶν ὀργίων ἱεροφαντίαν καὶ τῶν εἰδώλων τὴν θεολογίαν, παλινῳδίαν ἀληθείας εἰσάγει, τὸν ἱερὸν ὄντως ὀψέ ποτε, ὅμως δ᾿ οὖν ᾄδων λόγον· φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ᾿ ἐπίθεσθε βέβηλοι πάντες ὁμῶς· σὺ δ᾿ ἄκουε, φαεσφόρου ἔκγονε Μήνης, Μουσαῖε, ἐξερέω γὰρ ἀληθέα, μηδέ σε τὰ πρὶν ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ. εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ᾿ ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ᾿ ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον. εἶτα ὑποβὰς διαρρήδην ἐπιφέρει· εἷς ἔστ᾿ , αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται· ἐν δ᾿ αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. οὕτως μὲν δὴ Ὀρφεύς· χρόνῳ γέ ποτε συνῆκεν πεπλανημένος. ἀλλὰ σὺ μὴ μέλλων, βροτὲ ποικιλόμητι, βράδυνε, ἀλλὰ παλίμπλαγκτος στρέψας θεὸν ἱλάσκοιο. εἰ γὰρ καὶ τὰ μάλιστα ἐναύσματά τινα τοῦ λόγου τοῦ θείου λαβόντες Ἕλληνες ὀλίγα ἄττα τῆς ἀληθείας ἐφθέγξαντο, προσμαρτυροῦσι μὲν τὴν δύναμιν αὐτῆς οὐκ ἀποκεκρυμμένην, σφᾶς δὲ αὐτοὺς ἐλέγχουσιν ἀσθενεῖς, οὐκ ἐφικόμενοι τοῦ τέλους. ἤδη γὰρ οἶμαι παντί τῳ δῆλον γεγονέναι ὡς τῶν χωρὶς τοῦ λόγου τῆς ἀληθείας ἐνεργούντων τι ἢ καὶ φθεγγομένων ὁμοίων ὄντων τοῖς χωρὶς βάσεως βαδίζειν βιαζομένοις. δυσωπούντων δέ σε εἰς σωτηρίαν καὶ οἱ περὶ τοὺς θεοὺς ὑμῶν ἔλεγχοι, οὓς διὰ τὴν ἀλήθειαν ἐκβιαζόμενοι κωμῳδοῦσι ποιηταί. Μένανδρος γοῦν ὁ κωμικὸς ἐν Ἡνιόχῳ [ἐν Ὑποβολιμαίῳ] τῷ δράματι οὐδείς μ᾿ ἀρέσκει (φησὶ) περιπατῶν ἔξω θεὸς μετὰ γραός, οὐδ᾿ εἰς οἰκίας παρεισιὼν ἐπὶ τοῦ σανιδίου μητραγύρτης· τοιοῦτοι γὰρ οἱ μητραγύρται. ὅθεν εἰκότως ὁ Ἀντισθένης ἔλεγεν αὐτοῖς μεταιτοῦσιν· »οὐ τρέφω τὴν μητέρα τῶν θεῶν, ἣν οἱ θεοὶ τρέφουσιν«. πάλιν δὲ ὁ αὐτὸς κωμῳδιοποιὸς ἐν Ἱερείᾳ τῷ δράματι χαλεπαίνων πρὸς τὴν συνήθειαν διελέγχειν πειρᾶται τὸν ἄθεον τῆς πλάνης τῦφον, ἐπιφθεγγόμενος ἐμφρόνως εἰ γὰρ ἕλκει τὸν θεὸν τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ· ἀλλ᾿ ἔστι τόλμης καὶ βίας ταῦτ᾿ ὄργανα εὑρημένα ἀνθρώποισιν. καὶ οὐχὶ μόνος ὁ Μένανδρος, ἀλλὰ καὶ Ὅμηρος καὶ Εὐριπίδης καὶ ἄλλοι συχνοὶ ποιηταὶ διελέγχουσιν ὑμῶν τοὺς θεοὺς καὶ λοιδορεῖσθαι οὐ δεδίασιν οὐδὲ καθ᾿ ὁπόσον αὐτοῖς. αὐτίκα τὴν Ἀθηνᾶν »κυνάμυιαν« καὶ τὸν Ἥφαιστον »ἀμφιγύην« καλοῦσιν, τῇ δὲ Ἀφροδίτῃ ἡ Ἑλένη φησὶ μηκέτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον. ἐπὶ δὲ τοῦ Διονύσου· ἀναφανδὸν Ὅμηρος γράφει ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατ᾿ ἠγάθεον Νυσήιον· αἳ δ᾿ ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν ὑπ᾿ ἀνδροφόνοιο Λυκούργου. ἄξιος ὡς ἀληθῶς Σωκρατικῆς διατριβῆς ὁ Εὐριπίδης εἰς τὴν ἀλήθειαν ἀπιδὼν καὶ τοὺς θεατὰς ὑπεριδών, ποτὲ μὲν τὸν Ἀπόλλωνα, ὃς μεσομφάλους ἕδρας ναίει βροτοῖσι στόμα νέμων σαφέστατα, διελέγχων, κείνῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον, ἐκεῖνον ἡγεῖσθ᾿ ἀνόσιον καὶ κτείνετε· ἐκεῖνος ἥμαρτ᾿, οὐκ ἐγώ, ἀμαθέστερος ὢν τοῦ καλοῦ καὶ τῆς δίκης, τοτὲ δ᾿ ἐμμανῆ εἰσάγων Ἡρακλέα καὶ μεθύοντα ἀλλαχόθι καὶ ἄπληστον· πῶς γὰρ οὐχί; ὃς ἑστιώμενος τοῖς κρέασι χλωρὰ σῦκα ἐπήσθιεν ἄμουσα ὑλακτῶν ὥστε βαρβάρῳ μαθεῖν. ἤδη δὲ ἐν Ἴωνι τῷ δράματι γυμνῇ τῇ κεφαλῇ ἐκκυκλεῖ τῷ θεάτρῳ τοὺς θεούς· πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς γράψαντας αὐτοὺς ἀδικίας ὀφλισκάνειν; εἰ δ᾿, οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι, δίκας βιαίων δώσετ᾿ ἀνθρώποις γάμων, σὺ καὶ Ποσειδῶν Ζεύς θ᾿, ὃς οὐρανοῦ κρατεῖ, ναοὺς τίνοντες ἀδικίας κενώσετε. Ὥρα τοίνυν τῶν ἄλλων ἡμῖν τῇ τάξει προδιηνυσμένων ἐπὶ τὰς προφητικὰς ἰέναι γραφάς· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς τὴν θεοσέ βειαν ἡμῖν ἀφορμὰς ἐναργέστατα προτείνοντες θεμελιοῦσι τὴν ἀλήθειαν· γραφαὶ δὲ αἱ θεῖαι , εἰ καὶ πολιτεῖαι σώφρονες σύντομοι σωτηρίας ὁδοί, γυμναὶ κομμωτικῆς καὶ τῆς ἐκτὸς καλλιφωνίας καὶ στωμυλίας καὶ κολακείας ὑπάρχουσαι ἀνιστῶσιν ἀγχόμενον ὑπὸ κακίας τὸν ἄνθρωπον, ὑπεριδοῦσαι τὸν ὄλισθον τὸν βιωτικόν, μιᾷ καὶ τῇ αὐτῇ φωνῇ πολλὰ θεραπεύουσαι, ἀποτρέπουσαι μὲν ἡμᾶς τῆς ἐπιζημίου ἀπάτης, προτρέπουσαι δὲ ἐμφανῶς εἰς προὖπτον σωτηρίαν. αὐτίκα γοῦν ἡ προφῆτις ἡμῖν ᾀσάτω πρώτη Σίβυλλα τὸ ᾳσμα τὸ σωτήριον· οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει· ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ ζόφον αἰεί. ἠελίου γλυκυδερκές, ἰδού, φάος ἔξοχα λάμπει. γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν. εἷς θεός ἐστι, βροχάς, ἀνέμους, σεισμούς τ᾿ ἐπιπέμπων, ἀστεροπάς, λιμούς, λοιμοὺς καὶ κήδεα λυγρὰ καὶ νιφετούς, κρύσταλλα, τί δὴ καθ᾿ ἓν ἐξαγορεύω; οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει· ἐνθέως σφόδρα τὴν μὲν ἀπάτην ἀπεικάζουσα τῷ σκότει, τὴν δὲ γνῶσιν ἡλίῳ καὶ φωτὶ τοῦ θεοῦ, ἄμφω δὲ παραθεμένη τῇ συγκρίσει, τὴν ἐκλογὴν διδάσκει· τὸ γὰρ ψεῦδος οὐ ψιλῇ τῇ παραθέσει τἀληθοῦς διασκεδάννυται, τῇ δὲ χρήσει τῆς ἀληθείας ἐκβιαζόμενον φυγαδεύεται. Ἱερεμίας δὲ ὁ προφήτης ὁ πάνσοφος, μᾶλλον δὲ ἐν Ἱερεμίᾳ τὸ ἅγιον πνεῦμα ἐπιδείκνυσι τὸν θεόν. »θεὸς ἐγγίζων ἐγώ εἰμι«, φησί, »καὶ οὐχὶ θεὸς πόρρωθεν. εἰ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; οὐχὶ τοὺς οὐρανοὺς καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.« πάλιν δὲ αὖ διὰ Ἡσαΐου »τίς μετρήσει«, φησί, »τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;« ὅρα τὸ μέγεθος τοῦ θεοῦ καὶ καταπλάγηθι. τοῦτον προσκυνήσωμεν, ἐφ᾿ οὗ φησιν ὁ προφήτης »ἀπὸ προσώπου σου ὄρη τακήσονται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός.« οὗτος, φησίν, ἐστὶν ὁ θεός, »οὗ θρόνος μέν ἐστιν ὁ οὐρανός, ὑποπόδιον δὲ ἡ γῆ«, »ὃς ἐὰν ἀνοίξῃ τὸν οὐρανόν, τρόμος σε λήψεται.« βούλει καὶ περὶ τῶν εἰδώλων ἀκοῦσαι τί φησὶν ὁ προφήτης οὗτος; »παραδειγματισθήσονται ἔμπροσθεν τοῦ ἡλίου καὶ ἔσται τὰ θνησι μαῖα αὐτῶν βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ σαπήσεται ὑπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης, ἃ αὐτοὶ ἠγάπησαν καὶ οἷς αὐτοὶ ἐδούλευσαν, καὶ ἐμπρησθήσεται ἡ πόλις αὐτῶν.« φθαρήσεσθαι δὲ καὶ τὰ στοιχεῖα καὶ τὸν κόσμον σὺν καὶ αὐτοῖς λέγει· »ἡ γῆ«, φησί, »παλαιωθήσεται καὶ ὁ οὐρανὸς παρελεύσεται«, »τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα.« τί δὲ ὅταν πάλιν ἑαυτὸν δεικνύναι ὁ θεὸς βουληθῇ διὰ Μωυσέως; »ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.« ἀλλὰ καὶ ἑτέρου ἐπακοῦσαι θέλεις χρησμῳδοῦ; ἔχεις τὸν χορὸν πάντα τὸν προφητικόν, τοὺς συνθιασώτας τοῦ Μωυσέως. τί φησὶν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον διὰ Ὠσηέ; οὐκ ὀκνήσω λέγειν »ἰδού, ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα«, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν. ἔτι δὲ καὶ διὰ Ἡσαΐου (καὶ ταύτην ἀπομνημονεύσω σοι τὴν φωνήν) »ἐγώ εἰμι, ἐγώ εἰμι«, φησίν, »ὁ κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν· συνάχθητε καὶ ἥκετε· βουλεύσασθε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν. οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ προσευχόμενοι θεοῖς οἳ οὐ σώσουσιν αὐτούς.« εἶθ᾿ ὑποβάς »ἐγώ,« φησίν, »ὁ θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ δίκαιος, καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ· ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ᾿ ἐσχάτου τῆς γῆς. ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος· κατ᾿ ἐμαυτοῦ ὀμνύω.« τοῖς δὲ εἰδωλολάτραις δυσχεραίνει λέγων »τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν;« καὶ τὰ ἐπὶ τούτοις. μὴ οὖν ἔτι ὑμεῖς εἰδωλολάτραι; ἀλλὰ κἂν νῦν φυλάξασθε τὰς ἀπειλάς· ὀλολύξει γὰρ τὰ γλυπτὰ καὶ τὰ χειροποίητα, μᾶλλον δὲ οἱ ἐπ᾿ αὐτοῖς πεποιθότες, ἀναίσθητος γὰρ ἡ ὕλη. ἔτι φησίν· »ὁ κύριος σείσει πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ ὡς νοσσιάν.« τί σοι σοφίας ἀναγγέλλω μυστήρια καὶ ῥήσεις ἐκ παιδὸς Ἑβραίου σεσοφισμένου; »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,« καὶ »κύριος δίδωσι σοφίαν καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις.« »ἕως πότε, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει σοι ὥσπερ πηγὴ ὁ ἄμητός σου,« ὁ λόγος ὁ πατρικός, ὁ ἀγαθὸς λύχνος, ὁ κύριος ἐπάγων τὸ φῶς, τὴν πίστιν πᾶσι καὶ σωτηρίαν. »κύριος« γὰρ »ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ,« ὥς φησιν Ἱερεμίας, »ἀνώρθωσεν τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ.« ἀποπεσόντας γὰρ ἡμᾶς ἐπὶ τὰ εἴδωλα ἡ σοφία, ἥ ἐστιν ὁ λόγος αὐτοῦ, ἀνορθοῖ ἐπὶ τὴν ἀλήθειαν. καὶ αὕτη πρώτη τοῦ παραπτώματος ἀνάστασις· ὅθεν ἀποτρέπων εἰδωλολατρείας ἁπάσης ὁ θεσπέσιος παγκάλως ἀνακέκραγε Μωυσῆς· »ἄκουε Ἰσραήλ· κύριος ὁ θεός σου, κύριος εἷς ἐστι,« καὶ »κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις·« νῦν δὴ οὖν σύνετε, ὦ ἄνθρωποι, κατὰ τὸν μακάριον ψαλμῳδὸν ἐκεῖνον τὸν Δαβίδ· »δράξασθε παιδείας, μή ποτε ὀργισθῇ κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ. μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.« ἤδη δὲ ὑπεροικτείρων ἡμᾶς ὁ κύριος τὸ σωτήριον ἐνδίδωσι μέλος, οἷον ἐμβατήριον ῥυθμόν· »υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;« τίς οὖν ἡ ματαιότης καὶ τί τὸ ψεῦδος; ὁ ἅγιος ἀπόστολος τοῦ κυρίου τοὺς Ἕλληνας αἰτιώμενος ἐξηγήσεταί σοι· »ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.« καὶ μὴν ὅ γε θεὸς οὗτος, ὃς »ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν·« σὺ δὲ τὸν μὲν θεὸν οὐ νοεῖς, τὸν δὲ οὐρανὸν προσκυνεῖς, καὶ πῶς οὐκ ἀσεβεῖς; ἄκουε πάλιν προφήτου λέγοντος »ἐκλείψει μὲν ὁ ἥλιος καὶ ὁ οὐρανὸς σκοτισθήσεται, λάμψει δὲ ὁ παντοκράτωρ εἰς τὸν αἰῶνα, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται καὶ οἱ οὐρανοὶ εἱλιγήσονται ὡς δέρρις ἐκτεινόμενοι καὶ συστελλόμενοι« (αὗται γὰρ αἱ προφητικαὶ φωναί) »καὶ ἡ γῆ φεύξεται ἀπὸ προσώπου κυρίου.«