Ἐπιδράμωμεν δέ, εἰ βούλει, καὶ τῶν φιλοσόφων τὰς δόξας, ὅσας αὐχοῦσι περὶ τῶν θεῶν, εἴ πως καὶ φιλοσοφίαν αὐτὴν κενοδοξίας ἕνεκεν ἀνειδωλοποιοῦσαν τὴν ὕλην ἐφεύρωμεν, ἢ καὶ δαιμόνια ἄττα ἐκθειάζουσαν κατὰ παραδρομὴν παραστῆσαι δυνηθῶμεν ὀνειρώττουσαν τὴν ἀλήθειαν. στοιχεῖα μὲν οὖν ἀρχὰς ἀπέλιπον ἐξυμνήσαντες Θαλῆς ὁ Μιλήσιος τὸ ὕδωρ καὶ Ἀναξιμένης ὁ καὶ αὐτὸς Μιλήσιος τὸν ἀέρα, ᾧ Διογένης ὕστερον ὁ Ἀπολλωνιάτης κατηκολούθησεν. Παρμενίδης δὲ ὁ Ἐλεάτης θεοὺς εἰσηγήσατο πῦρ καὶ γῆν, θάτερον δὲ αὐτοῖν μόνον, τὸ πῦρ, θεὸν ὑπειλήφατον Ἵππασός τε ὁ Μεταποντῖνος καὶ ὁ Ἐφέσιος Ἡράκλειτος· Ἐμπεδοκλῆς γὰρ ὁ Ἀκραγαντῖνος εἰς πλῆθος ἐμπεσὼν πρὸς τοῖς τέτταρσι στοι χείοις τούτοις νεῖκος καὶ φιλίαν καταριθμεῖται. Ἄθεοι μὲν δὴ καὶ οὗτοι, σοφίᾳ τινὶ ἀσόφῳ τὴν ὕλην προσκυνήσαντες καὶ λίθους μὲν ἢ ξύλα οὐ τιμήσαντες, γῆν δὲ τὴν τούτων μητέρα ἐκθειάσαντες καὶ Ποσειδῶνα μὲν οὐκ ἀναπλάττοντες, ὕδωρ δὲ αὐτὸ προστρεπόμενοι. τί γάρ ἐστί ποτε ὁ Ποσειδῶν ἢ ὑγρά τις οὐσία ἐκ τῆς πόσεως ὀνοματοποιουμένη; ὥσπερ ἀμέλει ὁ πολέμιος Ἄρης ἁπὸ τῆς ἄρσεως καὶ ἀναιρέσεως κεκλημένος, ᾖ καὶ δοκοῦσί μοι πολλοὶ μάλιστα τὸ ξίφος μόνον πήξαντες ἐπιθύειν ὡς Ἄρει· ἔστι δὲ Σκυθῶν τὸ τοιοῦτον, καθάπερ Εὔδοξος ἐν δευτέρᾳ Γῆς περιόδου λέγει, Σκυθῶν δὲ οἱ Σαυρομάται, ὥς φησιν Ἱκέσιος ἐν τῷ περὶ μυστηρίων, ἀκινάκην σέβουσιν. τοῦτό τοι καὶ οἱ ἀμφὶ τὸν Ἡράκλειτον τὸ πῦρ ὡς ἀρχέγονον σέβοντες πεπόνθασιν· τὸ γὰρ πῦρ τοῦτο ἕτεροι Ἥφαιστον ὠνόμασαν. Περσῶν δὲ οἱ μάγοι τὸ πῦρ τετιμήκασι καὶ τῶν τὴν Ἀσίαν κατοικούντων πολλοί, πρὸς δὲ καὶ Μακεδόνες, ὥς φησι Διογένης ἐν α΄ Περσικῶν. τί μοι Σαυρομάτας καταλέγειν, οὕς Νυμφόδωρος ἐν Νομίμοις βαρβαρικοῖς τὸ πῦρ σέβειν ἱστορεῖ, ἢ τοὺς Πέρσας καὶ τοὺς Μήδους καὶ τοὺς μάγους; θύειν ἐν ὑπαίθρῳ τούτους ὁ Δίνων λέγει, θεῶν ἀγάλματα μόνα τὸ πῦρ καὶ ὕδωρ νομίζοντας. οὐκ ἀπεκρυψάμην οὐδὲ τὴν τούτων ἄγνοιαν. εἰ γὰρ καὶ τὰ μάλιστα ἀποφεύγειν οἴονται τῆς πλάνης, ἀλλ᾿ εἰς ἑτέραν κατολισθαίνουσιν ἀπάτην· ἀγάλματα μὲν θεῶν οὐ ξύλα καὶ λίθους ὑπειλήφασιν ὥσπερ Ἕλληνες οὐδὲ μὴν ἴβιδας καὶ ἰχνεύμονας καθάπερ Αἰγύπτιοι, ἀλλὰ πῦρ τε καὶ ὕδωρ ὡς φιλόσοφοι. μετὰ πολλὰς μέντοι ὕστερον περιόδους ἐτῶν ἀνθρωποειδῆ ἀγάλματα σέβειν αὐτοὺς Βήρωσσος ἐν τρίτῃ Χαλδαϊκῶν παρίστησι, τοῦτο Ἀρταξέρξου τοῦ Δαρείου τοῦ Ὤχου εἰσηγησαμένου, ὃς πρῶτος τῆς Ἀφροδίτης Ἀναΐτιδος τὸ ἄγαλμα ἀναστήσας ἐν Βαβυλῶνι καὶ Σούσοις καὶ Ἐκβατάνοις Πέρσαις καὶ Βάκτροις καὶ Δαμασκῷ καὶ Σάρδεσιν ὑπέδειξε σέβειν. ὁμολογούντων τοίνυν οἱ φιλόσοφοι τοὺς διδασκάλους τοὺς σφῶν Πέρσας ἢ Σαυρομάτας ἢ μάγους, παρ᾿ ὧν τὴν ἀθεότητα τῶν σεβασμίων αὐτοῖς μεμαθήκασιν ἀρχῶν, ἄρχοντα τὸν πάντων ποιητὴν καὶ τῶν ἀρχῶν αὐτῶν δημιουργὸν ἀγνοοῦντες, τὸν ἄναρχον θεόν, τὰ δὲ »πτωχὰ« ταῦτα καὶ »ἀσθενῆ,« ᾗ φησιν ὁ ἀπόστολος, τὰ εἰς τὴν ἀνθρώπων ὑπηρεσίαν πεποιημένα »στοιχεῖα« προστρεπόμενοι. Τῶν δὲ ἄλλων φιλοσόφων ὅσοι τὰ στοιχεῖα ὑπερβάντες ἐπολυπραγμόνησάν τι ὑψηλότερον καὶ περιττότερον, οἳ μὲν αὐτῶν τὸ ἄπειρον καθύμνησαν, ὡς Ἀναξίμανδρος (Μιλήσιος ἦν) καὶ Ἀναξαγόρας ὁ Κλαζομένοις καὶ ὁ Ἀθηναῖος Ἀρχέλαος. τούτω μέν γε ἄμφω τὸν νοῦν ἐπεστησάτην τῇ ἀπειρίᾳ, ὁ δὲ Μιλήσιος Λεύκιππος καὶ ὁ Χῖος Μητρόδωρος διττάς, ὡς ἔοικεν, καὶ αὐτὼ ἀρχὰς ἀπελιπέτην, τὸ πλῆρες καὶ τὸ κενόν· προσέθηκε δὲ λαβὼν τούτοιν τοῖν δυεῖν τὰ εἴδωλα ὁ Ἀβδηρίτης Δημόκριτος. ὁ γάρ τοι Κροτωνιάτης Ἀλκμαίων θεοὺς ᾤετο τοὺς ἀστέρας εἶναι ἐμψύχους ὄντας. οὐ σιωπήσομαι τὴν τούτων ἀναισχυντίαν· Ξενοκράτης (Καλχηδόνιος οὗτος) ἑπτὰ μὲν θεοὺς τοὺς πλανήτας, ὄγδοον δὲ τὸν ἐκ πάντων τῶν ἀπλανῶν συνεστῶτα κόσμον αἰνίττεται. οὐδὲ μὴν τοὺς ἀπὸ τῆς Στοᾶς παρελεύσομαι διὰ πάσης ὕλης, καὶ διὰ τῆς ἀτιμοτάτης, τὸ θεῖον διήκειν λέγοντας, οἳ καταισχύνουσιν ἀτεχνῶς τὴν φιλοσοφίαν. οὐδὲν δὲ οἶμαι χαλεπὸν ἐνταῦθα γενόμενος καὶ τῶν ἐκ τοῦ Περιπάτου μνησθῆναι· καὶ ὅ γε τῆς αἱρέσεως πατήρ, τῶν ὅλων οὐ νοήσας τὸν πατέρα, τὸν καλούμενον »ὕπατον« ψυχὴν εἶναι τοῦ παντὸς οἴεται· τουτέστι τοῦ κόσμου τὴν ψυχὴν θεὸν ὑπολαμβάνων αὐτὸς αὑτῷ περιπείρεται. ὁ γάρ τοι μέχρι τῆς σελήνης αὐτῆς διορίζων τὴν πρόνοιαν, ἔπειτα τὸν κόσμον θεὸν ἡγούμενος περιτρέπεται, τὸν ἄμοιρον τοῦ θεοῦ θεὸν δογματίζων. ὁ δὲ Ἐρέσιος ἐκεῖνος Θεόφραστος ὁ Ἀριστοτέλους γνώριμος πῇ μὲν οὐρανόν, πῇ δὲ πνεῦμα τὸν θεὸν ὑπονοεῖ. Ἐπικούρου μὲν γὰρ μόνου καὶ ἑκὼν ἐκλήσομαι, ὃς οὐδὲν μέλειν οἴεται τῷ θεῷ, διὰ πάντων ἀσεβῶν. τί γὰρ Ἡρακλείδης ὁ Ποντικός; ἔσθ᾿ ὅπῃ οὐκ ἐπὶ τὰ Δημοκρίτου καὶ αὐτὸς κατασύρεται εἴδωλα; Καὶ πολύς μοι ἐπιρρεῖ τοιοῦτος ὄχλος, οἱονεὶ μορμώ τινα, δαιμονίων παρεισάγων ξένων ἄτοπον σκιαγραφίαν, μυθολογῶν ὕθλῳ γραϊκῷ· πολλοῦ γε δεῖ ἀνδράσιν ἐπιτρέπειν ἀκροᾶσθαι τοιούτων λόγων, οἳ μηδὲ τοὺς παῖδας τοὺς ἑαυτῶν, τοῦτο δὴ τὸ λεγόμενον, κλαυθμυριζομένους ἐθίζομεν παρηγορεῖσθαι μυθίζοντες, ὀρρωδοῦντες συνανατρέφειν αὐτοῖς ἀθεότητα τὴν πρὸς τῶν δοκησισόφων δὴ τούτων καταγγελλομένην, μηδέν τι νηπίων μᾶλλον τἀληθὲς εἰδότων. τί γάρ, ὢ πρὸς τῆς ἀληθείας, τοὺς σοὶ πεπιστευκότας δεικνύεις ῥύσει καὶ φορᾷ δίναις τε ἀτάκτοις ὑποβεβλημένους; τί δέ μοι εἰδώλων ἀναπίμπλης τὸν βίον, ἀνέμους τε ἢ ἀέρα ἢ πῦρ ἢ γῆν ἢ λίθους ἢ ξύλα ἢ σίδηρον, κόσμον τόνδε, θεοὺς ἀναπλάττουσα, θεοὺς δὲ καὶ τοὺς ἀστέρας τοὺς πλανήτας, τοῖς ὄντως πεπλανημένοις τῶν ἀνθρώπων διὰ τῆς πολυθρυλήτου ταύτης ἀστρολογίας, οὐκ ἀστρονομίας, μετεωρολογοῦσα καὶ ἀδολεσχοῦσα; τὸν κύριον τῶν πνευμάτων ποθῶ, τὸν κύριον τοῦ πυρός, τὸν κόσμου δημιουργόν, τὸν ἡλίου ἡλίου φωταγωγόν· θεὸν ἐπιζητῶ, οὐ τὰ ἔργα τοῦ θεοῦ. τίνα δὴ λάβω παρὰ σοῦ συνεργὸν τῆς ζητήσεως; οὐ γὰρ παντάπασιν ἀπεγνώκαμέν σε. εἰ βούλει, τὸν Πλάτωνα. πῇ δὴ οὖν ἐξιχνευτέον τὸν θεόν, ὦ Πλάτων; »τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς ἅπαντας ἐξειπεῖν ἀδύνατον.« διὰ τί δῆτα, ὢ πρὸς αὐτοῦ; »ῥητὸν γὰρ οὐδαμῶς ἐστίν.« εὖ γε, ὦ Πλάτων, ἐπαφᾶσαι τῆς ἀληθείας· ἀλλὰ μὴ ἀποκάμῃς· ξύν μοι λαβοῦ τῆς ζητήσεως τἀγαθοῦ πέρι· πᾶσιν γὰρ ἁπαξαπλῶς ἀνθρώποις, μάλιστα δὲ τοῖς περὶ λόγους ἐνδιατρίβουσιν ἐνέστακταί τις ἀπόρροια θεϊκή. οὗ δὴ χάριν καὶ ἄκοντες μὲν ὁμολογοῦσιν ἕνα γε εἶναι θεόν, ἀνώλεθρον καὶ ἀγένητον τοῦτον, ἄνω που περὶ τὰ νῶτα τοῦ οὐρανοῦ ἐν τῇ ἰδίᾳ καὶ οἰκείᾳ περιωπῇ ὄντως ὄντα ἀεί. θεὸν δὲ ποῖον, εἰπέ μοι, νοητέον; τὸν πάνθ᾿ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον, Εὐριπίδης λέγει. πεπλανῆσθαι γοῦν ὁ Μένανδρός μοι δοκεῖ, ἔνθα φησίν ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν, δι᾿ ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς· οὐδὲ γὰρ ἥλιος ἐπιδείξει ποτ᾿ ἂν τὸν θεὸν τὸν ἀληθῆ, ὁ δὲ λόγος ὁ ὑγιής, ὅς ἐστιν ἥλιος ψυχῆς, δι᾿ οὗ μόνου ἔνδον ἀνατείλαντος ἐν τῷ βάθει τοῦ νοῦ αὐτῆς καταυγάζεται τὸ ὄμμα· ὅθεν οὐκ ἀπεικότως ὁ Δημόκριτος »τῶν λογίων ἀνθρώπων ὀλίγους« φησίν »ἀνατείναντας τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, [πάντα] Δία μυθεῖσθαι· καὶ γὰρ πάντα οὗτος οἶδεν καὶ διδοῖ πάντα καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων«. ταύτῃ πῃ καὶ Πλάτων διανοούμενος τὸν θεὸν αἰνίττεται »περὶ τὸν πάντων βασιλέα πάντ᾿ ἐστί, κἀκεῖνο αἴτιον ἁπάντων τῶν καλῶν.« τίς οὖν ὁ βασιλεὺς τῶν πάντων; θεὸς τῆς τῶν ὄντων ἀληθείας τὸ μέτρον. ὥσπερ οὖν τῷ μέτρῳ καταληπτὰ τὰ μετρούμενα, οὑτωσὶ δὲ καὶ τῷ νοῆσαι τὸν θεὸν μετρεῖται καὶ καταλαμβάνεται ἡ ἀλήθεια. ὁ δὲ ἱερὸς ὄντως Μωυσῆς »οὐκ ἔσται«, φησίν, »ἐν τῷ μαρσίππῳ σου στάθμιον καὶ στάθμιον μέγα ἢ μικρόν, οὐδὲ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον μέγα ἢ μικρόν, ἀλλ᾿ ἢ στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι,« στάθμιον καὶ μέτρον καὶ ἀριθμὸν τῶν ὅλων ὑπολαμβάνων τὸν θεόν· τὰ μὲν γὰρ ἄδικα καὶ ἄνισα εἴδωλα οἴκοι ἐν τῷ μαρσίππῳ καὶ ἐν τῇ ὡς ἔπος εἰπεῖν ῥυπώσῃ ψυχῇ κατακέκρυπται· τὸ δὲ μόνον δίκαιον μέτρον, ὁ μόνος ὄντως θεός, ἴσος ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, μετρεῖ τε πάντα καὶ σταθμᾶται, οἱονεὶ τρυτάνῃ τῇ δικαιοσύνῃ τὴν τῶν ὅλων ἀρρεπῶς περιλαμβάνων καὶ ἀνέχων φύσιν. »ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δ᾿ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός.« πόθεν, ὦ Πλάτων, ἀλήθειαν αἰνίττῃ; πόθεν ἡ τῶν λόγων ἄφθονος χορηγία τὴν θεοσέβειαν μαντεύεται; σοφώτερα, φησίν, τούτων βαρβάρων τὰ γένη. οἶδά σου τοὺς διδασκάλους, κἂν ἀποκρύπτειν ἐθέλῃς· γεωμετρίαν παρ᾿ Αἰγυπτίων μανθάνεις, ἀστρονομίαν παρὰ Βαβυλωνίων, ἐπῳδὰς τὰς ὑγιεῖς παρὰ Θρᾳκῶν λαμβάνεις, πολλά σε καὶ Ἀσσύριοι πεπαιδεύκασι, νόμους δὲ τοὺς ὅσοι ἀληθεῖς καὶ δόξαν τὴν τοῦ θεοῦ παρ᾿ αὐτῶν ὠφέλησαι τῶν Ἑβραίων, οἵτινες οὐκ ἀπάτῃσι κεναῖς, οὐδὲ ἔργα ἀνθρώπων χρύσεα καὶ χάλκεια καὶ ἀργύρου ἠδ᾿ ἐλέφαντος καὶ ξυλίνων λιθίνων τε βροτῶν εἴδωλα θανόντων τιμῶσιν, ὅσα πέρ τε βροτοὶ κενεόφρονι βουλῇ· ἀλλὰ γὰρ ἀείρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς, ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον. Καί μοι μὴ μόνον, ὦ φιλοσοφία, ἕνα τοῦτον Πλάτωνα, πολλοὺς δὲ καὶ ἄλλους παραστῆσαι σπούδασον, τὸν ἕνα ὄντως μόνον θεὸν ἀναφθεγγομένους θεὸν κατ᾿ ἐπίπνοιαν αὐτοῦ, εἴ που τῆς ἀληθείας ἐπιδράξαιντο. Ἀντισθένης μὲν γὰρ οὐ Κυνικὸν δὴ τοῦτο ἐνενόησεν, Σωκράτους δὲ ἅτε γνώριμος »θεὸν οὐδενὶ ἐοικέναι« φησίν· »διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται«. Ξενοφῶν δὲ ὁ Ἀθηναῖος διαρρήδην ἂν καὶ αὐτὸς περὶ τῆς ἀληθείας ἐγεγράφει τι μαρτυρῶν ὡς Σωκράτης, εἰ μὴ τὸ Σωκράτους ἐδεδίει φάρμακον· οὐδὲν δὲ ἧττον αἰνίττεται. »ὁ« γοῦν »τὰ πάντα«, φησί, »σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δὲ τὴν μορφήν, ἀφανής· οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδ᾿ αὐτὸς ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ᾿ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.« πόθεν ἄρα ὁ τοῦ Γρύλλου σοφίζεται ἢ δηλαδὴ παρὰ τῆς προφήτιδος τῆς Ἑβραίων θεσπιζούσης ὧδέ πως; τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ᾿ οὐδ᾿ ἀκτίνων κατεναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες. Κλεάνθης δὲ ὁ Πηδασεύς, ὁ ἀπὸ τῆς Στοᾶς φιλόσοφος, οὐ θεογονίαν ποιητικήν, θεολογίαν δὲ ἀληθινὴν ἐνδείκνυται. οὐκ ἀπεκρύψατο τοῦ θεοῦ πέρι ὅτι περ εἶχεν φρονῶν· τἀγαθὸν ἐρωτᾷς μ᾿ οἷόν ἐστ᾿; ἄκουε δή· τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον * * * * * εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον. ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ᾿ ἐκείνης τευξόμενος καλοῦ τινος. ἐνταῦθα δὴ σαφῶς, οἶμαι, διδάσκει ὁποῖός ἐστιν ὁ θεός, καὶ ὡς ἡ δόξα ἡ κοινὴ καὶ ἡ συνήθεια τοὺς ἑπομένους αὐταῖν, ἀλλὰ μὴ τὸν θεὸν ἐπιζητοῦντας, ἐξανδραποδιζέσθην. οὐκ ἀποκρυπτέον οὐδὲ τοὺς ἀμφὶ τὸν Πυθαγόραν, οἵ φασιν »ὁ μὲν θεὸς εἷς, οὗτος δὲ οὐχ, ὥς τινες ὑπονοοῦσιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ᾿ ἐν αὐτᾷ, ὅλος ἐν ὅλῳ τῷ κύκλῳ, ἐπίσκοπος πάσας γενέσιος, κρᾶσις τῶν ὅλων αἰώνων καὶ ἐργάτας τῶν αὐτοῦ δυνάμιων καὶ ἔργων ἁπάντων ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶ ὅλω κύκλω, πάντων κίνασις.« ἀπόχρη καὶ τάδε εἰς ἐπίγνωσιν θεοῦ ἐπιπνοίᾳ θεοῦ πρὸς αὐτῶν μὲν ἀναγεγραμμένα, πρὸς δὲ ἡμῶν ἐξειλεγμένα τῷ γε καὶ σμικρὸν διαθρεῖν ἀλήθειαν δυναμένῳ.