Φέρε δὴ οὖν καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῶν οἱ θεοὶ καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύοντες· νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονεικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων· ἤδη δὲ κατὰ πόλεις καὶ ἔθνη, οἱονεὶ λοιμοὶ ἐπισκήψαντες, σπονδὰς ἀπῄτησαν ἀνημέρους. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος τῷ Ἰθωμήτῃ Διὶ τριακοσίους ἀπέσφαξεν, τοσαύτας ὁμοῦ καὶ τοιαύτας καλλιερεῖν οἰόμενος ἑκατόμβας· ἐν οἷς καὶ Θεόπομπος ἦν ὁ Λακεδαιμονίων βασιλεύς, ἱερεῖον εὐγενές. Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν Χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ᾿ αὐτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι· ταύτας σου τὰς θυσίας Εὐριπίδης ἐπὶ σκηνῆς τραγῳδεῖ. Μόνιμος δ᾿ ἱστορεῖ ἐν τῇ τῶν θαυμασίων συναγωγῇ ἐν Πέλλῃ τῆς Θετταλίας Ἀχαιὸν ἄνθρωπον Πηλεῖ καὶ Χείρωνι καταθύεσθαι· Λυκτίους γὰρ (Κρητῶν δὲ ἔθνος εἰσὶν οὗτοι) Ἀντικλείδης ἐν Νόστοις ἀποφαίνεται ἀνθρώπους ἀποσφάττειν τῷ Διί, καὶ Λεσβίους Διονύσῳ τὴν ὁμοίαν προσάγειν θυσίαν Δωσίδας λέγει· Φωκαεῖς δέ (οὐδὲ γὰρ αὐτοὺς παραπέμψομαι) — τούτους Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ Ταυροπόλῳ Ἀρτέμιδι ἄνθρωπον ὁλοκαυτεῖν ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὃ μὲν τῇ Φερεφάττῃ, ὡς Δημάρατος ἐν πρώτῃ Τραγῳδουμένων, ὃ δὲ τοῖς Ἀποτροπαίοις, ὁ Μάριος, ὡς Δωρόθεος ἐν τῇ τετάρτῃ Ἰταλικῶν ἱστορεῖ. φιλάνθρωποί γε ἐκ τούτων καταφαίνονται οἱ δαίμονες· πῶς δὲ οὐχ ὅσιοι ἀναλόγως οἱ δεισιδαίμονες; οἳ μὲν σωτῆρες εὐφημούμενοι, οἳ δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας. καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς λελήθασιν ἀποσφάττοντες ἀνθρώπους. οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος, οὐδ᾿ εἰ Ἀρτέμιδί τις καὶ Διὶ ἐν. ἱερῷ δῆθεν χωρίῳ μᾶλλον ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν, ἐπὶ βωμοῖς ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, [ἱερὸν] ἱερεῖον ἐπιφημίσας, ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία ἡ τοιαύτη θυσία. τί δὴ οὐν, ὦ σοφώτατοι τῶν ἄλλων ζῴων ἄνθρωποι, τὰ μὲν θηρία περιφεύγομεν τὰ ἀνήμερα, κἄν που περιτύχωμεν ἄρκῳ ἢ λέοντι, ἐκτρεπόμεθα, ὡς δ᾿ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἄψ τ᾿ ἀνεχώρησεν· δαίμονας δὲ ὀλεθρίους καὶ ἀλιτηρίους ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθόμενοι καὶ συνιέντες οὐκ ἐκ τρέπεσθε οὐδὲ ἀποστρέφεσθε; τί δ᾿ ἂν καὶ ἀληθεύσαιεν οἱ κακοί, ἢ τίνα ἂν ὠφελήσαιεν; αὐτίκα γοῦν ἔχω σοι βελτίονα τῶν ὑμεδαπῶν τούτων θεῶν, τῶν δαιμόνων, ἐπιδεῖξαι τὸν ἄνθρωπον, τοῦ Ἀπόλλωνος τοῦ μαντικοῦ τὸν Κῦρον καὶ τὸν Σόλωνα. φιλόδωρος ὑμῶν ὁ Φοῖβος, ἀλλ᾿ οὐ φιλάνθρωπος. προὔδωκε τὸν Κροῖσον τὸν φίλον καὶ τοῦ μισθοῦ ἐκλαθόμενος (οὕτω φιλόδοξος ἦν) ἀνήγαγε τὸν Κροῖσον διὰ τοῦ Ἅλυος ἐπὶ τὴν πυράν. οὕτω φιλοῦντες οἱ δαίμονες ὁδηγοῦσιν εἰς τὸ πῦρ. ἀλλ᾿, ὦ φιλανθρωπότερε καὶ ἀληθέστερε τοῦ Ἀπόλλωνος ἄνθρωπε, τὸν ἐπὶ τῆς πυρᾶς οἴκτειρον δεδεμένον, καὶ σὺ μέν, ὦ Σόλων, μάντευσαι τὴν ἀλήθειαν, σὺ δέ, ὦ Κῦρε, κέλευσον ἀποσβεσθῆναι τὴν πυράν. σωφρόνησον ὕστατον γοῦν, ὦ Κροῖσε, τῷ πάθει μεταμαθών· ἀχάριστός ἐστιν ὃν προσκυνεῖς, λαμβάνει τὸν μισθὸν καὶ μετὰ τὸ χρυσίον ψεύδεται πάλιν. τέλος ἄρα οὐχ ὁ δαίμων, ἀλλὰ ὁ ἄνθρωπός σοι λέγει. οὐ λοξὰ μαντεύεται Σόλων· τοῦτον εὑρήσεις ἀληθῆ μόνον, ὦ βάρβαρε, τὸν χρησμόν· τοῦτον ἐπὶ τῆς πυρᾶς δοκιμάσεις. Ὅθεν ἔπεισί μοι θαυμάζειν τίσι ποτὲ φαντασίαις ἀπαχθέντες οἱ πρῶτοι πεπλανημένοι δεισιδαιμονίαν ἀνθρώποις κατήγγειλαν, δαίμονας ἀλιτηρίους νομοθετοῦντες σέβειν, εἴτε Φορωνεὺς ἐκεῖνος ἦν εἴτε Μέροψ εἴτε ἄλλος τις, οἳ νεὼς καὶ βωμοὺς ἀνέστησαν αὐτοῖς, πρὸς δὲ καὶ θυσίας παραστῆσαι πρῶτοι μεμύθευνται. καὶ γὰρ δὴ καὶ κατὰ χρόνους ὕστερον ἀνέπλαττον θεούς, οἷς προσκυνοῖεν. ἀμέλει τὸν Ἔρωτα τοῦτον τὸν ἐν τοῖς πρεσβυτάτοις τῶν θεῶν εἶναι λεγόμενον ἐτίμα πρότερον οὐδὲ εἷς πρὶν ἢ Χάρμον μειράκιόν τι ἑλεῖν καὶ βωμὸν ἱδρύσασθαι ἐν Ἀκαδημίᾳ χαριστήριον ἐπιτελοῦς γενομένης ἐπιθυμίας· καὶ τῆς νόσου τὴν ἀσέλγειαν Ἔρωτα κεκλήκασι, θεοποιοῦντες ἀκόλαστον ἐπιθυμίαν. Ἀθηναῖοι δὲ οὐδὲ τὸν Πᾶνα ᾔδεσαν ὅστις ἦν, πρὶν ἢ Φιλιππίδην εἰπεῖν αὐτοῖς. εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαιμονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή· εἶτα δὲ μὴ ἀνακοπεῖσα, ἀλλ᾿ εἰς ἐπίδοσιν ἐλθοῦσα καὶ πολλὴ δὴ ῥυεῖσα, δημιουργὸς πολλῶν καθίσταται δαιμόνων, ἑκατόμβας θύουσα καὶ πανηγύρεις ἐπιτελοῦσα καὶ ἀγάλματα ἀνιστᾶσα καὶ νεὼς ἀνοικοδομοῦσα, τοὺς δή — οὐ γὰρ οὐδὲ τούτους σιωπήσομαι, πρὸς δὲ καὶ αὐτοὺς ἐξελέγξω — νεὼς μὲν εὐφήμως ὀνομαζομένους, τάφους δὲ γενομένους [τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους]. ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι. ἐν τῷ νεῲ τῆς Ἀθηνᾶς ἐν Λαρίσῃ ἐν τῇ ἀκροπόλει τάφος ἐστὶν Ἀκρισίου, Ἀθήνησιν δὲ ἐν ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν Ἱστοριῶν. τί δὲ Ἐριχθόνιος; οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται; Ἰμμάραδος δὲ ὁ Εὐμόλπου καὶ Δαείρας οὐχὶ ἐν τῷ περιβόλῳ τοῦ Ἐλευσινίου τοῦ ὑπὸ τῇ ἀκροπόλει; αἱ δὲ Κελεοῦ θυγατέρες οὐχὶ ἐν Ἐλευσῖνι τετάφαται; τί σοι καταλέγω τὰς ἐξ Ὑπερβορέων γυναῖκας; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον, ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου ἐστὶν ἱερῷ. Λεάνδριος δὲ Κλέοχον ἐν Μιλήτῳ τεθάφθαι ἐν τῷ Διδυμαίῳ φησίν. ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνημεῖον οὐκ ἄξιον παρελθεῖν ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ, ἣ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται, οὐδὲ μὴν τὸν ἐν Τελμησσῷ βωμὸν τοῦ Ἀπόλλωνος· μνῆμα εἶναι καὶ τοῦτον Τελμησσοῦ τοῦ μάντεως ἱστοροῦσιν. Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ α΄ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι. ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδ᾿ ὁ πᾶς ἂν ἀρκέσαι χρόνος· ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς [ὄντως] πεπιστευκότες περιέρχεσθε· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμῶν εἰλύαται κεφαλαί. Εἰ δ᾿ ἔτι πρὸς τούτοις φέρων ὑμῖν τὰ ἀγάλματα αὐτὰ ἐπισκοπεῖν παραθείην, ἐπιόντες ὡς ἀληθῶς λῆρον εὑρήσετε τὴν συνήθειαν, »ἔργα χειρῶν ἀνθρώπων« ἀναίσθητα προστρεπόμενοι. πάλαι μὲν οὖν οἱ Σκύθαι τὸν ἀκινάκην, οἱ Ἄραβες τὸν λίθον, οἱ Πέρσαι τὸν ποταμὸν προσεκύνουν, καὶ τῶν ἄλλων ἀνθρώπων οἱ ἔτι παλαιότεροι ξύλα ἱδρύοντο περιφανῆ καὶ κίονας ἵστων ἐκ λίθων· ἃ δὴ καὶ ξόανα προσηγορεύετο διὰ τὸ ἀπεξέσθαι τῆς ὕλης. ἀμέλει ἐν Ἰκάρῳ τῆς Ἀρτέμιδος τὸ ἄγαλμα ξύλον ἦν οὐκ εἰργασμένον, καὶ τῆς Κιθαιρωνίας Ἥρας ἐν Θεσπείᾳ πρέμνον ἐκκεκομμένον· καὶ τὸ τῆς Σαμίας Ἥρας, ὥς φησιν Ἀέθλιος, πρότερον μὲν ἦν σανίς, ὕστερον δὲ ἐπὶ Προκλέους ἄρχοντος ἀνδριαντοειδὲς ἐγένετο. ἐπεὶ δὲ ἀνθρώποις ἀπεικονίζεσθαι τὰ ξόανα ἤρξατο, βρέτη τὴν ἐκ βροτῶν ἐπωνυμίαν ἐκαρπώσατο. ἐν Ῥώμῃ δὲ τὸ παλαιὸν δόρυ φησὶ γεγονέναι τοῦ Ἄρεως τὸ ξόανον Οὐάρρων ὁ συγγραφεύς, οὐδέπω τῶν τεχνιτῶν ἐπὶ τὴν εὐπρόσωπον ταύτην κακοτεχνίαν ὡρμηκότων. ἐπειδὴ δὲ ἤνθησεν ἡ τέχνη, ηὔξησεν ἡ πλάνη. ὡς μὲν οὖν τοὺς λίθους καὶ τὰ ξύλα καὶ συνελόντι φάναι τὴν ὕλην ἀγάλματα ἀνδρείκελα ἐποιήσαντο, οἷς ἐπιμορφάζετε εὐσέβειαν συκοφαντοῦντες τὴν ἀλήθειαν, ἤδη μὲν αὐτόθεν δῆλον· οὐ μὴν ἀλλὰ καὶ ἀποδείξεως ποσῆς ἐπιδεομένου τοῦ τόπου οὐ παραιτητέον. τὸν μὲν οὖν Ὀλυμπίασι Δία καὶ τὴν Ἀθήνησι Πολιάδα ἐκ χρυσοῦ καὶ ἐλέφαντος κατασκευάσαι Φειδίαν παντί που σαφές· τὸ δὲ ἐν Σάμῳ τῆς Ἥρας ξόανον Σμίλιδι τῷ Εὐκλείδου πεποιῆσθαι Ὀλύμπιχος ἐν Σαμιακοῖς ἱστορεῖ. μὴ οὖν ἀμφιβάλλετε, εἰ τῶν Σεμνῶν Ἀθήνησι καλουμένων θεῶν τὰς μὲν δύο Σκόπας ἐποίησεν ἐκ τοῦ καλουμένου λυχνέως λίθου, Κάλως δὲ τὴν μέσην αὐταῖν· ἱστοροῦντα ἔχω σοι Πολέμωνα δεικνύναι ἐν τῇ τετάρτῃ τῶν πρὸς Τίμαιον· μηδ᾿ εἰ τὰ ἐν Πατάροις τῆς Λυκίας ἀγάλματα Διὸς καὶ Ἀπόλλωνος Φειδίας πάλιν ἐκεῖνος [τὰ ἀγάλματα] καθάπερ τοὺς λέοντας τοὺς σὺν αὐτοῖς ἀνακειμένους εἴργασται· εἰ δέ, ὥς φασί τινες, Βρυάξιος ἡ τέχνη, οὐ διαφέρομαι· ἔχεις καὶ τοῦτον ἀγαλματουργόν· ὁπότερον αὐτοῖν βούλει ἐπίγραφε. καὶ μὴν Τελεσίου τοῦ Ἀθηναίου, ὥς φησι Φιλόχορος, ἔργον εἰσὶν ἀγάλματα ἐννεαπήχη Ποσειδῶνος καὶ Ἀμφιτρίτης ἐν Τήνῳ προσκυνούμενα. Δημήτριος γὰρ ἐν δευτέρῳ τῶν Ἀργολικῶν τοῦ ἐν Τίρυνθι τῆς Ἥρας ξοάνου καὶ τὴν ὕλην ὄγχνην καὶ τὸν ποιητὴν Ἄργον ἀναγράφει. πολλοὶ δ᾿ ἂν τάχα που θαυμάσειαν, εἰ μάθοιεν τὸ Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ Διομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ Δημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσκευάσθαι, καθάπερ τὸν Ὀλύμπιον ἐξ ἄλλων ὀστῶν Ἰνδικοῦ θηρίου. καὶ δὴ τὸν ἱστοροῦντα Διονύσιον ἐν τῷ πέμπτῳ μέρει τοῦ Κύκλου παρίστημι. Ἀπελλᾶς δὲ ἐν τοῖς Δελφικοῖς δύο φησὶ γεγονέναι τὰ Παλλάδια, ἄμφω δ᾿ ὑπ᾿ ἀνθρώπων δεδημιουργῆσθαι. ἀλλ᾿ ὅπως μηδεὶς ὑπολάβῃ καὶ ταῦτά με ἀγνοίᾳ παρεικέναι, παραθήσομαι τοῦ Μορύχου Διονύσου. τὸ ἄγαλμα Ἀθήνησι γεγονέναι μὲν ἐκ τοῦ φελλάτα καλουμένου λίθου, ἔργον δὲ εἶναι Σίκωνος τοῦ Εὐπαλάμου, ὥς φησι Πολέμων ἔν τινι ἐπιστολῇ. ἐγενέσθην δὲ καὶ ἄλλω τινὲ δύω Κρητικὼ οἶμαι ἀνδριαντοποιὼ (Σκύλλις καὶ Δίποινος ὠνομαζέσθην)· τούτων δὲ τὰ ἐν Ἄργει τοῖς Διοσκούροιν ἀγάλματα κατεσκευασάτην καὶ τὸν ἐν Τίρυνθι Ἡρακλέους ἀνδριάντα καὶ τὸ τῆς Μουνυχίας Ἀρτέμιδος ξόανον ἐν Σικυῶνι. Καὶ τί περὶ ταῦτα διατρίβω, ἐξὸν αὐτὸν τὸν μεγαλοδαίμονα ὑμῖν ἐπιδεῖξαι ὅστις ἦν, ὃν δὴ κατ᾿ ἐξοχὴν πρὸς πάντων σεβασμοῦ κατηξιωμένον ἀκούομεν, τοῦτον ὃν ἀχειροποίητον εἰπεῖν τετολμήκασιν, τὸν Αἰγύπτιον Σάραπιν; οἳ μὲν γὰρ αὐτὸν ἱστοροῦσιν χαριστήριον ὑπὸ Σινωπέων Πτολεμαίῳ τῷ Φιλαδέλφῳ τῷ Αἰγυπτίων πεμφθῆναι βασιλεῖ, ὃς λιμῷ τρυχομένους αὐτοὺς ἀπ᾿ Αἰγύπτου μεταπεμψαμένους σῖτον [ὁ Πτολεμαῖος] ἀνεκτήσατο, εἶναι δὲ τὸ ξόανον τοῦτο ἄγαλμα Πλούτωνος· ὃ δὲ δεξάμενος τὸν ἀνδριάντα καθίδρυσεν ἐπὶ τῆς ἄκρας, ἣν νῦν Ῥακῶτιν καλοῦσιν, ἔνθα καὶ τὸ ἱερὸν τετίμηται τοῦ Σαράπιδος, γειτνιᾷ δὲ τοῖς τόποις τὸ χωρίον. Βλιστίχην δὲ τὴν παλλακίδα τελευτήσασαν ἐν Κανώβῳ μεταγαγὼν ὁ Πτολεμαῖος ἔθαψεν ὑπὸ τὸν προδεδηλωμένον σηκόν. ἄλλοι δέ φασι Ποντικὸν εἶναι βρέτας τὸν Σάραπιν, μετῆχθαι δὲ εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς πανηγυρικῆς. Ἰσίδωρος μόνος παρὰ Σελευκέων τῶν πρὸς Ἀντιοχείᾳ τὸ ἄγαλμα μεταχθῆναι λέγει, ἐν σιτοδείᾳ καὶ αὐτῶν γενομένων καὶ ὑπὸ Πτολεμαίου διατραφέντων. ἀλλ᾿ ὅ γε Ἀθηνόδωρος ὁ τοῦ Σάνδωνος ἀρχαΐζειν τὸν Σάραπιν βουληθεὶς οὐκ οἶδ᾿ ὅτῳ περιέπεσεν, ἐλέγξας αὐτὸν ἄγαλμα εἶναι γενητόν· Σέσωστρίν φησι τὸν Αἰγύπτιον βασιλέα, τὰ πλεῖστα τῶν παρ᾿ Ἕλλησι παραστησάμενον, ἐθνῶν ἐπανελθόντα εἰς Αἴγυπτον ἐπαγαγέσθαι τεχνίτας ἱκανούς· τὸν οὖν Ὄσιριν τὸν προπάτορα τὸν αὑτοῦ δαιδαλθῆναι ἐκέλευσεν αὐτοῖς πολυτελῶς, κατασκευάζει δὲ αὐτὸν Βρύαξις ὁ δημιουργός, οὐχ ὁ Ἀθηναῖος, ἄλλος δέ τις ὁμώνυμος ἐκείνῳ τῷ Βρυάξιδι· ὃς ὕλῃ κατακέχρηται εἰς δημιουργίαν μικτῇ καὶ ποικίλῃ. ῥίνημα γὰρ χρυσοῦ ἦν αὐτῷ καὶ ἀργύρου χαλκοῦ τε καὶ σιδήρου καὶ μολίβδου, πρὸς δὲ καὶ κασσιτέρου, λίθων δὲ Αἰγυπτίων ἐνέδει οὐδὲ εἷς, σαπφείρου καὶ αἱματίτου θραύσματα σμαράγδου τε, ἀλλὰ καὶ τοπαζίου. λεάνας οὖν τὰ πάντα καὶ ἀναμίξας ἔχρωσε κυάνῳ, οὗ δὴ χάριν μελάντερον τὸ χρῶμα τοῦ ἀγάλματος, καὶ τῷ ἐκ τῆς Ὀσίριδος καὶ τοῦ Ἄπιος κηδείας ὑπολελειμμένῳ φαρμάκῳ φυράσας τὰ πάντα διέπλασεν τὸν Σάραπιν· οὗ καὶ τοὔνομα αἰνίττεται τὴν κοινωνίαν τῆς κηδείας καὶ τὴν ἐκ τῆς ταφῆς δημιουργίαν, σύνθετον ἀπό τε Ὀσίριδος καὶ Ἄπιος γενόμενον Ὀσίραπις. Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ᾿ Ἕλλησι, σεβασμίως τεθείακεν θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενόμενον· Ἀντίνοον [ὃν] ἀνιέρωσεν οὕτως ὡς Γανυμήδην ὁ Ζεύς· οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία φόβον οὐκ ἔχουσα· καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσκυνοῦσιν ἄνθρωποι νῦν, ἃς αἰσχρὰς ἠπίστατο ὁ συναγρυπνήσας ἐραστής. τί μοι θεὸν καταλέγεις τὸν πορνείᾳ τετιμημένον; τί δὲ καὶ ὡς υἱὸν θρηνεῖσθαι προσέταξας; τί δὲ καὶ τὸ κάλλος αὐτοῦ διηγῇ; αἰσχρόν ἐστι τὸ κάλλος ὕβρει μεμαραμμένον. μὴ τυραννήσῃς, ἄνθρωπε, τοῦ κάλλους μηδὲ ἐνυβρίσῃς ἀνθοῦντι τῷ νέῳ· τήρησον αὐτὸ καθαρόν, ἵνα ᾖ καλόν. βασιλεὺς τοῦ κάλλους γενοῦ, μὴ τύραννος· ἐλεύθερον μεινάτω· τότε σου γνωρίσω τὸ κάλλος, ὅτε καθαρὰν τετήρηκας τὴν εἰκόνα· τότε προσκυνήσω τὸ κάλλος, ὅτε ἀληθινὸν ἀρχέτυπόν ἐστι τῶν καλῶν. ἤδη δὲ τάφος ἐστὶ τοῦ ἐρωμένου, νεώς ἐστιν Ἀντινόου καὶ πόλις· καθάπερ δέ, οἶμαι, οἱ ναοί, οὕτω δὲ καὶ οἱ τάφοι θαυμάζονται, πυραμίδες καὶ μαυσώλεια καὶ λαβύρινθοι, ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν. διδάσκαλον δὲ ὑμῖν παραθήσομαι τὴν προφῆτιν Σίβυλλαν οὐ ψευδοῦς Φοίβου χρησμηγόρον, ὅν τε μάταιοι ἄνθρωποι θεὸν εἶπον, ἐπεψεύσαντο δὲ μάντιν, ἀλλὰ θεοῦ μεγάλοιο, τὸν οὐ χέρες ἔπλασαν ἀνδρῶν εἰδώλοις ἀλάλοισι λιθοξέστοισιν ὅμοιον. αὕτη μέντοι ἐρείπια τοὺς νεὼς προσαγορεύει, τὸν μὲν τῆς Ἐφεσίας Ἀρτέμιδος »χάσμασι καὶ σεισμοῖς« καταποθήσεσθαι προμηνύουσα οὕτως, ὕπτια δ᾿ οἰμῴξει Ἔφεσος κλαίουσα παρ᾿ ὄχθαις καὶ νηὸν ζητοῦσα τὸν οὐκέτι ναιετάοντα· τὸν δὲ Ἴσιδος καὶ Σαράπιδος ἐν Αἰγύπτῳ κατενεχθήσεσθαί φησι καὶ ἐμπρησθήσεσθαι· Ἶσι, θεὰ τριτάλαινα, μένεις ἐπὶ χεύματα Νείλου μούνη, μαινὰς ἄναυδος ἐπὶ ψαμάθοις Ἀχέροντος, εἶτα ὑποβᾶσα· καὶ σύ, Σάραπι λίθους ἀργοὺς ἐπικείμενε πολλούς, κεῖσαι πτῶμα μέγιστον ἐν Αἰγύπτῳ τριταλαίνῃ. σὺ δὲ ἀλλ᾿ εἰ μὴ προφήτιδος ἐπακούεις, τοῦ γε σοῦ ἄκουσον φιλοσόφου, τοῦ Ἐφεσίου Ἡρακλείτου, τὴν ἀναισθησίαν ὀνειδίζοντος τοῖς ἀγάλμασι· »καὶ τοῖς ἀγάλμασι τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις τοῖς δόμοις λεσχηνεύοιτο.« ἦ γὰρ οὐχὶ τερατώδεις οἱ λίθους προστρεπόμενοι, εἶτα μέντοι καὶ πρὸ τῶν πυλῶν ἱστάντες αὐτοὺς ὡς ἐνεργεῖς, Ἑρμῆν προσκυνοῦντες ὡς θεὸν καὶ τὸν Ἀγυιέα θυρωρὸν ἱστάντες; εἰ γὰρ ὡς ἀναισθήτους ὑβρίζουσιν, τί προσκυνοῦσιν ὡς θεούς; εἰ δὲ αἰσθήσεως αὐτοὺς μετέχειν οἴονται, τί τούτους ἱστᾶσι θυρωρούς; Ῥωμαῖοι δὲ τὰ μέγιστα κατορθώματα τῇ Τύχῃ ἀνατιθέντες καὶ ταύτην μεγίστην οἰόμενοι θεόν, φέροντες εἰς τὸν κο πρῶνα ἀνέθηκαν αὐτήν, ἄξιον νεὼν τὸν ἀφεδρῶνα νείμαντες τῇ θεῷ. Ἀλλὰ γὰρ ἀναισθήτῳ λίθῳ καὶ ξύλῳ καὶ χρυσίῳ πλουσίῳ οὐδ᾿ ὁτιοῦν μέλει, οὐ κνίσης, οὐχ αἵματος, οὐ καπνοῦ, ᾧ δὴ τιμώμενοι καὶ τυφόμενοι ἐκμελαίνονται· ἀλλ᾿ οὐδὲ τιμῆς, οὐχ ὕβρεως· τὰ δὲ καὶ παντός ἐστιν ἀτιμότερα ζῴου, τὰ ἀγάλματα. καὶ ὅπως γε τεθείασται τὰ ἀναίσθητα, ἀπορεῖν ἔπεισί μοι καὶ κατελεεῖν τοὺς πλανωμένους τῆς ἀνοίας ὡς δειλαίους· εἰ γὰρ καί τινα τῶν ζῴων οὐχὶ πάσας ἔχει τὰς αἰσθήσεις, ὥσπερ εὐλαὶ καὶ κάμπαι καὶ ὅσα διὰ τῆς πρώτης γενέσεως εὐθὺς ἀνάπηρα φαίνεται, καθάπερ οἱ σπάλακες καὶ ἡ μυγαλῆ, ἥν φησιν ὁ Νίκανδρος »τυφλήν τε σμερδνήν τε«· ἀλλά γε ἀμείνους εἰσὶ τῶν ξοάνων τούτων καὶ τῶν ἀγαλμάτων τέλεον ὄντων κωφῶν· ἔχουσιν γὰρ αἴσθησιν μίαν γέ τινα, φέρε εἰπεῖν ἀκουστικὴν ἢ ἁπτικὴν ἢ τὴν ἀναλογοῦσαν τῇ ὀσφρήσει ἢ τῇ γεύσει· τὰ δὲ οὐδὲ μιᾶς αἰσθήσεως μετέχει, τὰ ἀγάλματα. πολλὰ δέ ἐστι τῶν ζῴων, ὅσα οὔτε ὅρασιν ἔχει οὔτε ἀκοὴν οὐδὲ μὴν φωνήν, οἷον καὶ τὸ τῶν ὀστρέων γένος, ἀλλὰ ζῇ γε καὶ αὔξεται, πρὸς δὲ καὶ τῇ σελήνῃ συμπάσχει τὰ δὲ ἀγάλματα ἀργά, ἄπρακτα, ἀναίσθητα, προσδεῖται καὶ προσκαθηλοῦται καὶ προσπήγνυται, χωνεύεται, ῥινᾶται, πρίεται, περιξέεται, γλύφεται. κωφὴν μὲν δὴ γαῖαν ἀεικίζουσιν οἱ ἀγαλματοποιοί, τῆς οἰκείας ἐξιστάντες φύσεως, ὑπὸ τῆς τέχνης προσκυνεῖν ἀναπείθοντες· προσκυνοῦσιν δὲ οἱ θεοποιοὶ οὐ θεοὺς καὶ δαίμονας κατά γε αἴσθησιν τὴν ἐμήν, γῆν δὲ καὶ τέχνην, τὰ ἀγάλματα ὅπερ ἐστίν. ἔστιν γὰρ ὡς ἀληθῶς τὸ ἄγαλμα ὕλη νεκρὰ τεχνίτου χειρὶ μεμορφωμένη· ἡμῖν δὲ οὐχ ὕλης αἰσθητῆς αἰσθητόν, νοητὸν δὲ τὸ ἄγαλμά ἐστιν. νοητόν, οὐκ αἰσθητόν ἐστι [τὸ ἄγαλμα] ὁ θεός, ὁ μόνος ὄντως θεός. Καὶ δὴ ἔμπαλιν ἐν αὐταῖς που ταῖς περιστάσεσιν οἱ δεισιδαίμονες, οἱ τῶν λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας· καταφρονοῦντες δ᾿ ὅμως τῶν ἀγαλμάτων, φαίνεσθαι δὲ μὴ βουλόμενοι αὐτῶν ὅλως περιφρονοῦντες, ἐλέγχονται ὑπ᾿ αὐτῶν τῶν θεῶν, οἷς δὴ. τὰ ἀγάλματα ἐπιπεφήμισται. Διονύσιος μὲν γὰρ ὁ τύραννος ὁ νεώτερος θοιμάτιον τὸ χρύσεον περιελόμενος τοῦ Διὸς ἐν Σικελίᾳ προσέταξεν αὐτῷ ἐρεοῦν περιτεθῆναι, χαριέντως φήσας τοῦτο ἄμεινον εἶναι τοῦ χρυσέου, καὶ θέρους κουφότερον ὂν καὶ κρύους ἀλεεινότερον. Ἀντίοχος δὲ ὁ Κυζικηνὸς ἀπορούμενος χρημάτων τοῦ Διὸς τὸ ἄγαλμα τὸ χρυσοῦν, πεντεκαίδεκα πηχῶν τὸ μέγεθος ὄν, προσέταξε χωνεῦσαι καὶ τῆς ἄλλης τῆς ἀτιμοτέρας ὕλης ἄγαλμα παραπλήσιον ἐκείνῳ πετάλοις κεχρυσωμένον ἀναθεῖναι πάλιν. αἱ δὲ χελιδόνες καὶ τῶν ὀρνέων τὰ πλεῖστα κατεξερῶσιν αὐτῶν τῶν ἀγαλμάτων εἰσπετόμενα, οὐδὲν φροντίσαντα οὔτε Ὀλυμπίου Διὸς οὔτε Ἐπιδαυρίου Ἀσκληπιοῦ οὐδὲ μὴν Ἀθηνᾶς Πολιάδος ἢ Σαράπιδος Αἰγυπτίου· παρ᾿ ὧν οὐδὲ αὐτῶν τὴν ἀναισθησίαν τῶν ἀγαλμάτων ἐκμανθάνετε. ἀλλ᾿ εἰσὶ μὲν καὶ κακοῦργοί τινες ἢ πολέμιοι ἐπιθέμενοι, οἳ δι᾿ αἰσχροκέρδειαν ἐδῄωσαν τὰ ἱερὰ καὶ τὰ ἀναθήματα ἐσύλησαν ἢ καὶ αὐτὰ ἐχώνευσαν τὰ ἀγάλματα. καὶ εἰ Καμβύσης τις ἢ Δαρεῖος ἢ ἄλλος μαινόμενος τοιαῦτα ἄττα ἐπεχείρησεν καὶ εἰ τὸν Αἰγύπτιόν τις ἀπέκτεινεν Ἆπιν, γελῶ μὲν ὅτι τὸν θεὸν ἀπέκτεινεν αὐτῶν, ἀγανακτῶ δὲ εἰ κέρδους χάριν ἐπλημμέλει. ἑκὼν οὖν ἐκλήσομαι τῆσδε τῆς κακουργίας, πλεονεξίας ἔργα, οὐχὶ δὲ ἀδρανείας τῶν εἰδώλων ἔλεγχον νομίζων. ἀλλ᾿ οὔτι γε τὸ πῦρ καὶ οἱ σεισμοὶ κερδαλέοι, οὐδὲ μὴν φοβοῦνται ἢ δυσωποῦνται οὐ τοὺς δαίμονας, οὐ τὰ ἀγάλματα, οὐ μᾶλλον ἢ τὰς ψηφῖδας τὰς παρὰ τοῖς αἰγιαλοῖς σεσωρευμένας τὰ κύματα. οἶδα ἐγὼ πῦρ ἐλεγκτικὸν καὶ δεισιδαιμονίας ἰατικόν· εἰ βούλει παύσασθαι τῆς ἀνοίας, φωταγωγήσει σε τὸ πῦρ. τοῦτο τὸ πῦρ καὶ τὸν ἐν Ἄργει νεὼν σὺν καὶ τῇ ἱερείᾳ κατέφλεξεν Χρυσίδι, καὶ τὸν ἐν Ἐφέσῳ τῆς Ἀρτέμιδος δεύτερον μετὰ Ἀμαζόνας καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἐπινενέμηται πολλάκις· οὐκ ἀπέσχετο δὲ οὐδὲ τοῦ ἐν Ἀλεξανδρέων πόλει Σαράπιδος ἱεροῦ. Ἀθήνησι γὰρ τοῦ Διονύσου τοῦ Ἐλευθερέως κατήρειψε τὸν νεών, καὶ τὸν ἐν Δελφοῖς τοῦ Ἀπόλλωνος πρότερον ἥρπασεν θύελλα, ἔπειτα ἠφάνισε πῦρ σωφρονοῦν. τοῦτό σοι προοίμιον ἐπιδείκνυται ὧν ὑπισχνεῖται τὸ πῦρ. Οἱ δὲ τῶν ἀγαλμάτων δημιουργοὶ οὐ δυσωποῦσιν ὑμῶν τοὺς ἔμφρονας τῆς ὕλης καταφρονεῖν; ὁ μὲν Ἀθηναῖος Φειδίας ἐπὶ τῷ δακτύλῳ τοῦ Διὸς τοῦ Ὀλυμπίου ἐπιγράψας »Παντάρκης καλός«· οὐ γὰρ καλὸς αὐτῷ ὁ Ζεύς, ἀλλ᾿ ὁ ἐρώμενος ἦν· ὁ Πραξιτέλης δέ, ὡς Ποσείδιππος ἐν τῷ περὶ Κνίδου διασαφεῖ, τὸ τῆς Ἀφροδίτης ἄγαλμα τῆς Κνιδίας κατασκευάζων τῷ Κρατίνης τῆς ἐρωμένης εἴδει παραπλήσιον πεποίηκεν αὐτήν, ἵν᾿ ἔχοιεν οἱ δείλαιοι τὴν Πραξιτέλους ἐρωμένην προσκυνεῖν. Φρύνη δὲ ὁπηνίκα ἤνθει ἡ ἑταίρα ἡ Θεσπιακή, οἱ ζωγράφοι πάντες τὰς τῆς Ἀφροδίτης εἰκόνας πρὸς τὸ κάλλος ἀπεμιμοῦντο Φρύνης, ὥσπερ αὖ καὶ οἱ λιθοξόοι τοὺς Ἑρμᾶς Ἀθήνησι πρὸς Ἀλκιβιάδην ἀπείκαζον. ὑπολείπεται τῆς σῆς κρίσεως τὸ ἔργον ἐπάξαι, εἰ βούλει καὶ τὰς ἑταίρας προσκυνεῖν. Ἐντεῦθεν, οἶμαι, κινηθέντες οἱ βασιλεῖς οἱ παλαιοί, καταφρονοῦντες τῶν μύθων τούτων, ἀνέδην διὰ τὸ ἐξ ἀνθρώπων ἀκίνδυνον σφᾶς αὐτοὺς θεοὺς ἀνηγόρευον, ταύτῃ κἀκείνους διὰ τὴν δόξαν ἀπηθανατίσθαι διδάσκοντες· Κῆυξ μὲν ὁ Αἰόλου Ζεὺς ὑπὸ τῆς Ἀλκυόνης τῆς γυναικός, Ἀλκυόνη δὲ αὖθις τοῦ ἀνδρὸς Ἥρα προσαγορευομένη. Πτολεμαῖος δὲ ὁ τέταρτος Διόνυσος ἐκαλεῖτο· καὶ Μιθριδάτης ὁ Ποντικὸς Διόνυσος καὶ αὐτός· ἐβούλετο δὲ καὶ Ἀλέξανδρος Ἄμμωνος υἱὸς εἶναι δοκεῖν καὶ κερασφόρος ἀναπλάττεσθαι πρὸς τῶν ἀγαλματοποιῶν, τὸ καλὸν ἀνθρώπου πρόσωπον ὑβρίσαι σπεύδων κέρατι. καὶ οὔτι γε βασιλεῖς μόνον, ἀλλὰ καὶ ἰδιῶται θείαις προσηγορίαις σφᾶς αὐτοὺς ἐσέμνυνον, ὡς Μενεκράτης ὁ ἰατρός, Ζεὺς οὗτος ἐπικεκλημένος. τί με δεῖ καταλέγειν Ἀλέξαρχον (γραμματικὸς οὗτος τὴν ἐπιστήμην γεγονώς, ὡς ἱστορεῖ Ἄριστος ὁ Σαλαμίνοις, αὑτὸν κατεσχημάτιζεν εἰς Ἥλιον); τί δεῖ καὶ Νικαγόρου μεμνῆσθαι (Ζελείτης τὸ γένος ἦν κατὰ τοὺς Ἀλεξάνδρου γεγονὼς χρόνους· Ἑρμῆς προσηγορεύετο ὁ Νικαγόρας καὶ τῇ στολῇ τοῦ Ἑρμοῦ ἐκέχρητο, ὡς αὐτὸς μαρτυρεῖ); ὅπου γε καὶ ὅλα ἔθνη καὶ πόλεις αὔτανδροι, κολακείαν ὑποδυόμεναι, ἐξευτελίζουσιν τοὺς μύθους τοὺς περὶ τῶν θεῶν, ἰσοθέους ἄνθρωποι κατασχηματίζοντες ἑαυτούς, ὑπὸ δόξης πεφυσημένοι, ἐπιψηφιζόμενοι τιμὰς ἑαυτοῖς ὑπερόγκους· νῦν μὲν τὸν Μακεδόνα τὸν ἐκ Πέλλης τὸν Ἀμύντου Φίλιππον ἐν Κυνοσάργει νομοθετοῦντες προσκυνεῖν, τὸν »τὴν κλεῖν κατεαγότα καὶ τὸ σκέλος πεπηρωμένον«, ὃς ἐξεκόπη τὸν ὀφθαλμόν· αὖθις δὲ τὸν Δημήτριον θεὸν καὶ αὐτὸν ἀναγορεύοντες· καὶ ἔνθα μὲν ἀπέβη τοῦ ἵππου Ἀθήναζε εἰσιών, Καταιβάτου ἱερόν ἐστι Δημητρίου, βωμοὶ δὲ πανταχοῦ· καὶ γάμος ὑπὸ Ἀθηναίων αὐτῷ ὁ τῆς Ἀθηνᾶς ηὐτρεπίζετο· ὁ δὲ τὴν μὲν θεὸν ὑπερηφάνει, τὸ ἄγαλμα γῆμαι μὴ δυνάμενος· Λάμιαν δὲ τὴν ἑταίραν ἔχων εἰς ἀκρόπολιν ἀνῄει καὶ τῷ τῆς Ἀθηνᾶς ἐνεφυρᾶτο παστῷ, τῇ παλαιᾷ παρθένῳ τὰ τῆς νέας ἐπιδεικνὺς ἑταίρας σχήματα. οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτοῦ· ὁ Ἵππων οὗτος ἐπιγραφῆναι ἐκέλευσεν τῷ μνήματι τῷ ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον· Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν ἶσον ἐποίησεν Μοῖρα καταφθίμενον. εὖ γε, Ἵππων, ἐπιδεικνύεις ἡμῖν τὴν ἀνθρωπίνην πλάνην. εἰ γὰρ καὶ λαλοῦντί σοι μὴ πεπιστεύκασι, νεκροῦ γενέσθωσαν μαθηταί. χρησμὸς οὗτός ἐστιν Ἵππωνος· νοήσωμεν αὐτόν. οἱ προσκυνούμενοι παρ᾿ ὑμῖν, ἄνθρωποι γενόμενοί ποτε, εἶτα μέντοι τεθνᾶσιν· τετίμηκεν δὲ αὐτοὺς ὁ μῦθος καὶ ὁ χρόνος. φιλεῖ γάρ πως τὰ μὲν παρόντα συνηθείᾳ καταφρονεῖσθαι, τὰ δὲ παρῳχηκότα τοῦ παραυτίκα ἐλέγχου κεχωρισμένα χρόνων ἀδηλίᾳ τετιμῆσθαι τῷ πλάσματι, καὶ τὰ μὲν ἀπιστεῖσθαι, τὰ δὲ καὶ θαυμάζεσθαι. αὐτίκα γοῦν οἱ παλαιοὶ νεκροὶ τῷ πολλῷ τῆς πλάνης χρόνῳ σεμνυνόμενοι τοῖς ἔπειτα νομίζονται θεοί. πίστις ὑμῖν τῶνδε αὐτὰ ὑμῶν τὰ μυστήρια, αἱ πανηγύρεις, δεσμὰ καὶ τραύματα καὶ δακρύοντες θεοί· ὤ μοι ἐγώ, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖρ᾿ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. κεκράτηται τὸ θέλημα τοῦ Διὸς καὶ ὁ Ζεὺς ὑμῖν διὰ Σαρπηδόνα οἰμῴζει νενικημένος. εἴδωλα γοῦν εἰκότως αὐτοὺς καὶ δαίμονας ὑμεῖς αὐτοὶ κεκλήκατε, ἐπεὶ καὶ τὴν Ἀθηνᾶν αὐτὴν καὶ τοὺς ἄλλους θεοὺς κακίᾳ τιμήσας Ὅμηρος δαίμονας προσηγόρευσεν· ἡ δ᾿ Οὐλυμπόνδε βεβήκει δώματ᾿ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. πῶς οὖν ἔτι θεοὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες, βδελυρὰ ὄντως καὶ ἀκάθαρτα πνεύματα, πρὸς πάντων ὁμολογούμενα γήινα καὶ δεισαλέα, κάτω βρίθοντα, »περὶ τοὺς τάφους καὶ τὰ μνημεῖα καλινδούμενα«, περὶ ἃ δὴ καὶ ὑποφαίνονται ἀμυδρῶς »σκιοειδῆ φαντάσματα«; ταῦθ᾿ ὑμῶν οἱ θεοὶ τὰ εἴδωλα, αἱ σκιαὶ καὶ πρὸς τούτοις αἱ »χωλαὶ« ἐκεῖναι καὶ »ῥυσαί, παραβλῶπες ὀφθαλμώ«, αἱ Λιταὶ αἱ Θερσίτου μᾶλλον ἢ Διὸς θυγατέρες, ὥστε μοι δοκεῖν χαριέντως φάναι τὸν Βίωνα, πῶς ἂν ἐνδίκως οἱ ἄνθρωποι παρὰ τοῦ Διὸς αἰτήσονται τὴν εὐτεκνίαν, ἣν οὐδ᾿ αὑτῷ παρασχεῖν ἴσχυσεν; οἴμοι τῆς ἀθεότητος· τὴν ἀκήρατον οὐσίαν, τὸ ὅσον ἐφ᾿ ὑμῖν, κατορύττετε καὶ τὸ ἄχραντον ἐκεῖνο καὶ τὸ ἅγιον τοῖς τάφοις ἐπικεχώκατε, τῆς ἀληθῶς ὄντως οὐσίας συλήσαντες τὸ θεῖον. τί δὴ οὖν τὰ τοῦ θεοῦ τοῖς οὐ θεοῖς προσενείματε γέρα; τί δὲ καταλιπόντες τὸν οὐρανὸν τὴν γῆν τετιμήκατε; τί δ᾿ ἄλλο χρυσὸς ἢ ἄργυρος ἢ ἀδάμας ἢ σίδηρος ἢ χαλκὸς ἢ ἐλέφας ἢ λίθοι τίμιοι; οὐχὶ γῆ τε καὶ ἐκ γῆς; οὐχὶ δὲ μιᾶς μητρὸς ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς; τί δὴ οὖν, ὦ μάταιοι καὶ κενόφρονες (πάλιν γὰρ δὴ ἐπαναλήψομαι), τὸν ὑπερουράνιον βλασφημήσαντες τόπον εἰς τοὔδαφος κατεσύρατε τὴν εὐσέβειαν, χθονίους ὑμῖν ἀναπλάττοντες θεοὺς καὶ τὰ γενητὰ ταῦτα πρὸ τοῦ ἀγενήτου μετιόντες θεοῦ βαθυτέρῳ περιπεπτώκατε ζόφῳ; καλὸς ὁ Πάριος λίθος, ἀλλ᾿ οὐδέπω Ποσειδῶν· καλὸς ὁ ἐλέφας, ἀλλ᾿ οὐδέπω Ὀλύμπιος· ἐνδεὴς ἀεί ποτε ἡ ὕλη τῆς τέχνης, ὁ θεὸς δὲ ἀνενδεής. προῆλθεν ἡ τέχνη, περιβέβληται τὸ σχῆμα ἡ ὕλη, καὶ τὸ πλούσιον τῆς οὐσίας πρὸς μὲν τὸ κέρδος ἀγώγιμον, μόνῳ δὲ τῷ σχήματι γίνεται σεβάσμιον. χρυσός ἐστι τὸ ἄγαλμά σου, ξύλον ἐστίν, λίθος ἐστίν, γῆ ἐστιν, ἐὰν ἄνωθεν νοήσῃς, μορφὴν παρὰ τοῦ τεχνίτου προσλαβοῦσα. γῆν δὲ ἐγὼ πατεῖν, οὐ προσκυνεῖν μεμελέτηκα· οὐ γάρ μοι θέμις ἐμπιστεῦσαί ποτε τοῖς ἀψύχοις τὰς τῆς ψυχῆς ἐλπίδας. Ἰτέον οὖν ὡς ἔνι μάλιστα ἐγγυτάτω τῶν ἀγαλμάτων, ὡς οἰκεία ἡ πλάνη κἀκ τῆς προσόψεως ἐλέγχηται· ἐναπομέμακται γὰρ πάνυ δὴ σαφῶς τὰ εἴδη τῶν ἀγαλμάτων τὴν διάθεσιν τῶν δαιμόνων. εἰ γοῦν τις τὰς γραφὰς καὶ τὰ ἀγάλματα περινοστῶν θεῷτο, γνωριεῖ ὑμῶν παραυτίκα τοὺς θεοὺς ἐκ τῶν ἐπονειδίστων σχημάτων, τὸν Διόνυσον ἀπὸ τῆς στολῆς, τὸν Ἥφαιστον ἀπὸ τῆς τέχνης, τὴν Δηὼ ἀπὸ τῆς συμφορᾶς, ἀπὸ τοῦ κρηδέμνου τὴν Ἰνώ, ἀπὸ τῆς τριαίνης τὸν Ποσειδῶ, ἀπὸ τοῦ κύκνου τὸν Δία· τὸν δὲ Ἡρακλέα δείκνυσιν ἡ πυρά, κἂν γυμνὴν ἴδῃ τις ἀνάγραπτον γυναῖκα, τὴν »χρυσῆν« Ἀφροδίτην νοεῖ. οὕτως ὁ Κύπριος ὁ Πυγμαλίων ἐκεῖνος ἐλεφαντίνου ἠράσθη ἀγάλματος· τὸ ἄγαλμα Ἀφροδίτης ἦν καὶ γυμνὴ ἦν· νικᾶται ὁ Κύπριος τῷ σχήματι καὶ συνέρχεται τῷ ἀγάλματι, καὶ τοῦτο Φιλοστέφανος ἱστορεῖ· Ἀφροδίτη δὲ ἄλλη ἐν Κνίδῳ λίθος ἦν καὶ καλὴ ἦν, ἕτερος ἠράσθη ταύτης καὶ μίγνυται τῇ λίθῳ· Ποσείδιππος ἱστορεῖ, ὁ μὲν πρότερος ἐν τῷ περὶ Κύπρου, ὁ δὲ ἕτερος ἐν τῷ περὶ Κνίδου. τοσοῦτον ἴσχυσεν ἀπατῆσαι τέχνη προαγωγὸς ἀνθρώποις ἐρωτικοῖς εἰς βάραθρον γενομένη. δραστήριος μὲν ἡ δημιουργική, ἀλλ᾿ οὐχ οἵα τε ἀπατῆσαι λογικὸν οὐδὲ μὴν τοὺς κατὰ λόγον βεβιωκότας· ζωγραφίας μὲν γὰρ δι᾿ ὁμοιότητα σκιαγραφήταις περιστεραῖς προσέπτησαν πελειάδες καὶ ἵπποις καλῶς γεγραμμέναις προσεχρεμέτισαν ἵπποι. ἐρασθῆναι κόρην εἰκόνος λέγουσιν καὶ νέον καλὸν Κνιδίου ἀγάλματος, ἀλλ᾿ ἦσαν τῶν θεατῶν αἱ ὄψεις ἠπατημέναι ὑπὸ τῆς τέχνης. οὐδὲ γὰρ ἂν θεᾷ τις συνεπλάκη, οὐδ᾿ ἂν νεκρᾷ τις συνετάφη, οὐδ᾿ ἂν ἠράσθη δαίμονος καὶ λίθου ἄνθρωπος σωφρονῶν. ὑμᾶς δὲ ἄλλῃ γοητείᾳ ἀπατᾷ ἡ τέχνη, εἰ καὶ μὴ ἐπὶ τὸ ἐρᾶν προσάγουσα, ἀλλ᾿ ἐπὶ τὸ τιμᾶν καὶ προσκυνεῖν τά τε ἀγάλματα καὶ τὰς γραφάς. ὁμοία γε ἡ γραφή· ἐπαινείσθω μὲν ἡ τέχνη. μὴ ἀπατάτω δὲ τὸν ἄνθρωπον ὡς ἀλήθεια. ἕστηκεν ὁ ἵππος ἡσυχῇ, ἡ πελειὰς ἀτρεμής, ἀργὸν τὸ πτερόν, ἡ δὲ βοῦς ἡ Δαιδάλου ἡ ἐκ τοῦ ξύλου πεποιημένη ταῦρον εἷλεν ἄγριον καὶ κατηνάγκασεν τὸ θηρίον ἡ τέχνη πλανήσασα ἐρώσης ἐπιβῆναι γυναικός. τοσοῦτον οἶστρον αἱ τέχναι κακοτεχνοῦσαι τοῖς ἀνοήτοις ἐνεποίησαν. ἀλλὰ τοὺς μὲν πιθήκους οἱ τούτων τροφεῖς καὶ μελεδωνοὶ τεθαυμάκασιν, ὅτι τῶν κηρίνων ἢ πηλίνων ὁμοιωμάτων καὶ κοροκοσμίων ἀπατᾷ τούτους οὐδέν· ὑμεῖς δὲ ἄρα καὶ πιθήκων χείρους γενήσεσθε λιθίνοις καὶ ξυλίνοις καὶ χρυσέοις καὶ ἐλεφαντίνοις ἀγαλματίοις καὶ γραφαῖς προσανέχοντες. τοιούτων ὑμῖν [οἱ] δημιουργοὶ ἀθυρμάτων ὀλεθρίων οἱ λιθοξόοι καὶ οἱ ἀνδριαντοποιοὶ γραφεῖς τε αὐ καὶ τέκτο νες καὶ ποιηταί, πολύν τινα καὶ τοιοῦτον ὄχλον παρεισάγοντες. κατ᾿ ἀγροὺς μὲν Σατύρους καὶ Πᾶνας, ἀνὰ δὲ τὰς ὕλας Νύμφας τὰς ὀρειάδας καὶ τὰς ἁμαδρυάδας, ναὶ μὴν ἀλλὰ καὶ περὶ τὰ ὕδατα καὶ περὶ τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς Ναΐδας καὶ περὶ τὴν θάλατταν τὰς Νηρεΐδας. μάγοι δὲ ἤδη ἀσεβείας τῆς σφῶν αὐτῶν ὑπηρέτας δαίμονας αὐχοῦσιν, οἰκέτας αὐτοὺς ἑαυτοῖς καταγρά ψαντες, τοὺς κατηναγκασμένους δούλους ταῖς ἐπαοιδαῖς πεποιηκότες. γάμοι τε οὖν ἔτι καὶ παιδοποιίαι καὶ λοχεῖαι θεῶν μνημονευόμεναι καὶ μοιχεῖαι ᾀδόμεναι καὶ εὐωχίαι κωμῳδούμεναι καὶ γέλωτες παρὰ πότον εἰσαγόμενοι προτρέπουσι δή με ἀνακραγεῖν, κἂν σιωπῆσαι θέλω. οἴμοι τῆς ἀθεότητος· σκηνὴν πεποιήκατε τὸν οὐρανὸν καὶ τὸ θεῖον ὑμῖν δρᾶμα γεγένηται καὶ τὸ ἅγιον προσωπείοις δαιμονίων κεκωμῳδήκατε, τὴν ἀληθῆ θεοσέβειαν δεισιδαιμονίᾳ σατυρίσαντες. Αὐτὰρ ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν, ᾆσον ἡμῖν, Ὅμηρε, τὴν φωνὴν τὴν καλήν, ἀμφ᾿ Ἄρεως φιλότητος ἐυστεφάνου τ᾿ Ἀφροδίτης· ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ· πολλὰ δ᾿ ἔδωκε, λέχος δ᾿ ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος. κατάπαυσον, Ὅμηρε, τὴν ᾠδήν· οὐκ ἔστι καλή, μοιχείαν διδάσκει· πορνεύειν δὲ ἡμεῖς καὶ τὰ ὦτα παρῃτήμεθα· ἡμεῖς γάρ, ἡμεῖς ἐσμὲν οἱ τὴν εἰκόνα τοῦ θεοῦ περιφέροντες ἐν τῷ ζῶντι καὶ κινουμένῳ τούτῳ ἀγάλματι, τῷ ἀνθρώπῳ, σύνοικον εἰκόνα, σύμβουλον, συνόμιλον, συνέστιον, συμπαθῆ, ὑπερπαθῆ· ἀνάθημα γεγόναμεν τῷ θεῷ ὑπὲρ Χριστοῦ· »ἡμεῖς τὸ γένος τὸ ἐκλεκτόν, τὸ βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς περιούσιος, οἱ ποτὲ οὐ λαός, νῦν δὲ λαὸς τοῦ θεοῦ·« οἱ κατὰ τὸν Ἰωάννην οὐκ ὄντες »ἐκ τῶν κάτω«, παρὰ δὲ τοῦ ἄνωθεν ἐλθόντος τὸ πᾶν μεμαθηκότες, οἱ τὴν οἰκονομίαν τοῦ θεοῦ κατανενοηκότες, οἱ »ἐν καινότητι ζωῆς περιπατεῖν« μεμελετηκότες. Ἀλλ᾿ οὐ ταῦτα φρονοῦσιν οἱ πολλοί· ἀπορρίψαντες δὲ τὴν αἰδῶ καὶ τὸν φόβον οἴκοι τοὺς τῶν δαιμόνων ἐγγράφονται πασχητιασμούς. πινακίοις γοῦν τισὶ καταγράφοις μετεωρότερον ἀνακειμένοις προσεσχηκότες ἀσελγείᾳ τοὺς θαλάμους κεκοσμήκασι, τὴν ἀκολασίαν εὐσέβειαν νομίζοντες· κἀπὶ τοῦ σκίμποδος κατακείμενοι παρ᾿ αὐτὰς ἔτι τὰς περιπλοκὰς ἀφορῶσιν εἰς τὴν Ἀφροδίτην ἐκείνην τὴν γυμνήν, τὴν ἐπὶ τῇ συμπλοκῇ δεδεμένην, καὶ τῇ Λήδᾳ περιποτώμενον τὸν ὄρνιν τὸν ἐρωτικόν, τῆς θηλύτητος ἀποδεχόμενοι τὴν γραφήν, ἀποτυποῦσι ταῖς σφενδόναις, σφραγῖδι χρώμενοι καταλλήλῳ τῇ Διὸς ἀκολασίᾳ. ταῦτα ὑμῶν τῆς ἡδυπαθείας τὰ ἀρχέτυπα, αὗται τῆς ὕβρεως αἱ θεολογίαι, αὗται τῶν συμπορνευόντων ὑμῖν θεῶν αἱ διδασκαλίαι· »ὃ γὰρ βούλεται, τοῦθ᾿ ἕκαστος καὶ οἴεται« κατὰ τὸν Ἀθηναῖον ῥήτορα. οἷαι δὲ αὖ καὶ ἄλλαι ὑμῶν εἰκόνες, πανίσκοι τινὲς καὶ γυμναὶ κόραι καὶ σάτυροι μεθύοντες καὶ μορίων ἐντάσεις, ταῖς γραφαῖς ἀπογυμνούμεναι, ἀπὸ τῆς ἀκρασίας ἐλεγχόμεναι. ἤδη δὲ ἀναφανδὸν τῆς ἀκολασίας ὅλης τὰ σχήματα ἀνάγραπτα πανδημεὶ θεώμενοι οὐκ αἰσχύνεσθε, φυλάττετε δὲ ἔτι μᾶλλον ἀνακείμενα, ὥσπερ ἀμέλει τῶν θεῶν ὑμῶν τὰς εἰκόνας, στήλας ἀναισχυντίας καθιερώσαντες οἴκοι, ἐπ᾿ ἴσης ἐγγραφόμενοι τὰ Φιλαινίδος σχήματα ὡς τὰ Ἡρακλέους ἀθλήματα. τούτων οὐ μόνον τῆς χρήσεως, πρὸς δὲ καὶ τῆς ὄψεως καὶ τῆς ἀκοῆς αὐτῆς ἀμνηστίαν καταγγέλλομεν. ἡταίρηκεν ὑμῖν τὰ ὦτα, πεπορνεύκασιν οἱ ὀφθαλμοὶ καὶ τὸ καινότατον πρὸ τῆς συμπλοκῆς αἱ ὄψεις ὑμῖν μεμοιχεύκασιν. ὦ βιασάμενοι τὸν ἄνθρωπον καὶ τὸ ἔνθεον τοῦ πλάσματος ἐλέγχει ἀπαράξαντες, πάντα ἀπιστεῖτε, ἵνα ἐκπαθαίνησθε· καὶ πιστεύετε μὲν τοῖς εἰδώλοις ζηλοῦντες αὐτῶν τὴν ἀκρασίαν, ἀπιστεῖτε δὲ τῷ θεῷ σωφροσύνην μὴ φέροντες· καὶ τὰ μὲν κρείττω μεμισήκατε, τὰ δὲ ἥττω τετιμήκατε, ἀρετῆς μὲν θεαταί, κακίας δὲ ἀγωνισταὶ γεγενημένοι. »Ὄλβιοι« μόνοι τοίνυν, ὡς ἔπος εἰπεῖν, ὁμοθυμαδὸν ἐκεῖνοι πάντες κατὰ τὴν Σίβυλλαν οἳ ναοὺς μὲν πάντας ἀπαρνήσονται ἰδόντες καὶ βωμούς, εἰκαῖα λίθων ἱδρύματα κωφῶν, καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα, αἵματι ἐμψύχῳ μεμιασμένα καὶ θυσίαισι τετραπόδων, διπόδων, πτηνῶν θηρῶν τε φόνοισιν. καὶ γὰρ δὴ καὶ ἀπηγόρευται ἡμῖν ἀναφανδὸν ἀπατηλὸν ἐργάζεσθαι τέχνην. »οὐ γὰρ ποιήσεις,« φησὶν ὁ προφήτης, »παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω.« ἦ πού γ᾿ ἂν ἔτι τὴν Πραξιτέλους Δήμητρα καὶ Κόρην καὶ τὸν Ἴακχον τὸν μυστικὸν θεοὺς ὑπολάβοιμεν ἢ τὰς Λυσίππου τέχνας ἢ τὰς χεῖρας, τὰς Ἀπελλικάς, αἳ δὴ τῆς θεοδοξίας τὸ σχῆμα τῇ ὕλῃ περιτεθείκασιν; ἀλλ᾿ ὑμεῖς μὲν ὅπως ποτὲ ὁ ἀνδριὰς ὅτι μάλιστα ὡραιότατος τεκταίνηται, προσκαρτερεῖτε, ὅπως δὲ αὐτοὶ μὴ ὅμοιοι δι᾿ ἀναισθησίαν τοῖς ἀνδριᾶσιν ἀποτελεσθῆτε, οὐ φροντίζετε· πάνυ γοῦν ἐμφανῶς καὶ συντόμως ὁ προφητικὸς ἐλέγχει τὴν συνήθειαν λόγος ὅτι »πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμονίων εἰσὶν εἴδωλα· ὁ δὲ θεὸς τοὺς οὐρανοὺς ἐποίησεν« καὶ τὰ ἐν τῷ οὐρανῷ. πλανώμενοι γοῦν τινες ἐντεῦθεν οὐκ οἶδ᾿ ὅπως θείαν μὲν τέχνην, πλὴν ἀλλ᾿ οὐ θεὸν προσκυνοῦσιν ἥλιόν τε καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορόν, παραλόγως τούτους θεοὺς ὑπολαμβάνοντες, τὰ ὄργανα τοῦ χρόνου. »τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.« ἀλλ᾿ ἡ μὲν ἀνθρωπεία τέχνη οἰκίας τε καὶ ναῦς καὶ πόλεις καὶ γραφὰς δημιουργεῖ, θεὸς δὲ πῶς ἂν εἴποιμι ὅσα ποιεῖ; ὅλον ἴδε τὸν κόσμον, ἐκείνου ἔργον ἐστίν· καὶ οὐρανὸς καὶ ἥλιος καὶ ἄγγελοι καὶ ἄνθρωποι »ἔργα τῶν δακτύλων αὐτοῦ.« ὅση γε ἡ δύναμις τοῦ θεοῦ. μόνον αὐτοῦ τὸ βούλημα κοσμοποιία· μόνος γὰρ ὁ θεὸς ἐποίησεν, ἐπεὶ καὶ μόνος ὄντως ἐστὶ θεός· ψιλῷ τῷ βούλεσθαι δημιουργεῖ καὶ τῷ μόνον ἐθελῆσαι αὐτὸν ἕπεται τὸ γεγενῆσθαι. ἐνταῦθα φιλοσόφων παρατρέπεται χορὸς πρὸς μὲν τὴν οὐρανοῦ θέαν παγκάλως γεγονέναι τὸν ἄνθρωπον ὁμολογούντων, τὰ δὲ ἐν οὐρανῷ φαινόμενα καὶ ὄψει καταλαμβανόμενα προσκυνούντων. εἰ γὰρ καὶ μὴ ἀνθρώπινα τὰ ἔργα τὰ ἐν οὐρανῷ, ἀλλὰ γοῦν ἀνθρώποις δεδημιούργηται. καὶ μὴ τὸν ἥλιόν τις ὑμῶν προσκυνείτω, ἀλλὰ τὸν ἡλίου ποιητὴν ἐπιποθείτω, μηδὲ τὸν κόσμον ἐκθειαζέτω, ἀλλὰ τὸν κόσμου δημιουργὸν ἐπιζητησάτω. μόνη ἄρα, ὡς ἔοικεν, καταφυγὴ τῷ μέλλοντι ἐπὶ τὰς σωτηρίους ἀφικνεῖσθαι θύρας ὑπολείπεται σοφία θεϊκή· ἐντεῦθεν ὥσπερ ἐξ ἱεροῦ τινος ἀσύλου οὐδενὶ οὐκέτι ἀγώγιμος τῶν δαιμόνων ὁ ἄνθρωπος γίνεται σπεύδων εἰς σωτηρίαν.