σὺ γὰρ ἀληθῶς βασιλεύς, οὐχ ὁ Πέρσης, ὁ κάκιστος ἀνθρώπων· λελύπηκάς με σκεπτόμενος περὶ φυγῆς ἐν ἐπινικίοις· νικῶμεν γάρ, ἂν θεοὶ θέλωσι, καὶ οὐ μόνον Τύρον ἕξομεν, ἀλλὰ καὶ Βαβυλῶνα. Πολλὰ δὲ ἐν πολέμῳ τὰ ἐμπόδια γίνεται, πρὸς ἃ δεῖ μὴ παντάπασιν ἀποκνεῖν, ἀλλ’ ἐγχειρεῖν προβαλλομένους ἀεὶ τὴν ἀγαθὴν ἐλπίδα. Τούτους δὲ ἐγώ σοι τοὺς Τυρίους, τοὺς νῦν καταγελῶντας, γυμνοὺς ἐν πέδαις παραστήσω. Εἰ δὲ ἀπιστεῖς, ἐμὲ προθυσάμενος ἀπέρχου· ζῶν γὰρ οὐ κοινωνήσω φυγῆς. Ἂν δὲ καὶ πάντως θέλῃς, ὀλίγους ἐμοὶ κατάλιπε τοὺς ἑκουσίως μενοῦντας· νῶῖ δ’ ἐγὼ Πολύχαρμός τε μαχησόμεθα· σὺν γὰρ θεῷ εἰλήλουθμεν.” ᾘδέσθησαν πάντες μὴ συγκαταθέσθαι τῇ Χαιρέου γνώμῃ· βασιλεὺς δὲ θαυμάσας αὐτοῦ τὸ φρόνημα συνεχώρησεν ὁπόσον βούλεται τῆς στρατιᾶς ἐπίλεκτον λαβεῖν. Ὁ δὲ οὐκ εὐθὺς εἵλετο, ἀλλὰ καταμίξας ἑαυτὸν εἰς τὸ στρατόπεδον καὶ Πολύχαρμον κελεύσας τὸ αὐτὸ πρῶτον ἀνηρεύνα εἴ τινες εἶεν Ἕλληνες ἐν τῷ στρατοπέδῳ. Πλείονες μὲν οὖν ηὑρέθησαν οἱ μισθοφοροῦντες, ἐξελέξατο δὲ Λακεδαιμονίους καὶ Κορινθίους καὶ τοὺς ἄλλους Πελοποννησίους· εὗρε δὲ καὶ ὡς εἴκοσι Σικελιώτας. Ποιήσας οὖν τριακοσίους τὸν ἀριθμὸν ἔλεξεν ὧδε “Ἄνδρες Ἕλληνες, ἐμοὶ βασιλέως ἐξουσίαν παρασχόντος ἐπιλέξασθαι τῆς στρατιᾶς τοὺς ἀρίστους, εἱλόμην ὑμἇ??ʼ καὶ γὰρ αὐτὸς Ἕλλην εἰμί, Συρακούσιος, γένος Δ̔??ʼ. Δεῖ δὲ ὑμᾶς μὴ μόνον εὐγενείᾳ τῶν ἄλλων%5 ἀλλὰ καὶ ἀρετῇ διαφέρειν.