Ἡ μὲν γὰρ πόλις ἐν θαλάσσῃ κατῴκισται, λεπτὴ δὲ εἴσοδος αὐτὴν συνάπτουσα τῇ γῇ κωλύει τὸ μὴ νῆσον εἶναι· ἔοικε δὲ νηὶ καθωρμισμένῃ καὶ ἐπὶ γῆς τεθεικυίᾳ τὴν ἐπιβάθραν. Πανταχόθεν οὖν αὐτοῖς τὸν πόλεμον ἀποκλεῖσαι ῥᾴδιον· τὴν μὲν πεζὴν στρατιὰν ἐκ τῆς θαλάττης, ἀρκούσης αὐτῇ πύλης μιᾶς, τὸν δὲ ἐπίπλουν τῶν τριηρῶν τείχεσιν, ὀχυρῶς ᾠκοδομημένης τῆς πόλεως καὶ λιμέσι κλειομένης ὥσπερ οἰκίας. Πάντων οὖν τῶν πέριξ ἑαλωκότων μόνοι Τύριοι τῶν Αἰγυπτίων κατεφρόνουν, τὴν εὔνοιαν καὶ πίστιν τῷ Πέρσῃ φυλάττοντες. Ἐπὶ τούτῳ δυσχεραίνων ὁ Αἰγύπτιος συνήγαγε βουλήν. Τότε πρῶνον Χαιρέαν παρεκάλεσεν εἰς τὸ συμβούλιον καὶ ἔλεξεν ὧδε “Ἄνδρες σύμμαχοι, δούλους γὰρ οὐκ ἂν εἴποιμι τοὺς φίλους, ὁρᾶτε τὴν ἀπορίαν ὅτι ὥσπερ ναῦς ἐπὶ πολὺ εὐπλοήσασα ἐναντίῳ ἀνέμῳ λαμβανόμεθα καὶ Τύρος ἡ παγχάλεπος κατέχει σπεύδοντας ἡμᾶς· ἐπείγεται δὲ καὶ βασιλεύς, ὡς πυνθανόμεθα. Τί οὖν χρὴ πράττειν; οὔτε γὰρ ἑλεῖν Τύρον ἔνεστιν, οὔτε ὑπερβῆναι, καθάπερ δὲ τεῖχος ἐν μέσῳ κειμένη τὴν Ἀσίαν ἡμῖν πᾶσαν ἀποκλείει. Δοκεῖ δέ μοι τὴν ταχίστην ἐντεῦθεν ἀπιέναι, πρὶν ἢ τὴν Περσῶν δύναμιν τοῖς Τυρίοις προσγενέσθαι. Κίνδυνος δὲ καταληφθεῖσιν ἡμῖν ἐν τῇ πολεμίᾳ. Τὸ δὲ Πηλούσιον ὀχυρόν, ἔνθα οὔτε Τυρίους οὔτε Μήδους οὔτε πάντας ἀνθρώπους ἐπιόντας δεδοίκαμεν· ψάμμος τε γὰρ ἀδιόδευτος καὶ εἴσοδος ὀλίγη καὶ θάλασσα ἡμετέρα καὶ Νεῖλος Αἰγυπτίους φιλῶν.” Ταῦτα εἰπόντος λίαν εὐλαβῶς σιωπὴ πάντων ἐγένετο καὶ κατήφεια· μόνος δὲ Χαιρέας ἐτόλμησεν εἰπεῖν “Ὦ βασιλεῦ,