Ἐξιὼν ἐπὶ τὴν μάχην κατέλιπε τὸν ἀπαγγελοῦντα πρὸς Χαιρέαν ὅτι βασιλεὺς ὁ Περσῶν χρείαν ἔχων συμμάχων πέπομφε Διονύσιον ἀθροῖσαι στρατιὰν ἐπὶ τὸν Αἰγύπτιον καί, ἵνα πιστῶς αὐτῷ καὶ προθύμως ἐξυπηρετῆται, Καλλιρρόην ἀπέδωκε. Ταῦτα ἀκούσας Χαιρέας ἐπίστευσεν εὐθύς· εὐεξαπάτητον γὰρ ἄνθρωπος δυστυχῶν. Καταρρηξάμενος οὖν τὴν ἐσθῆτα καὶ σπαράξας τὰς τρίχας, τὸ στέρνον ἅμα παίων ἔλεγεν “ἄπιστε Βαβυλών, κακὴ ξενοδόκε, ἐπ’ ἐμοῦ δὲ καὶ ἐρήμη. Ὦ καλοῦ δικαστοῦ· προαγωγὸς γέγονεν ἀλλοτρίας γυναικός. Ἐν πολέμῳ γάμοι. Κἀγὼ μὲν ἐμελέτων τὴν δίκην καὶ πάνυ ἐπεπείσμην δίκαια ἐρεῖν· ἐρήμην δὲ κατεκρίθην καὶ Διονύσιος νενίκηκε σιγῶν. Ἀλλ’ οὐδὲν ὄφελος αὐτῷ τῆς νίκης· οὐ γὰρ ζήσεται Καλλιρρόη παρόντος διαζευχθεῖσα Χαιρέου, καὶ τὸ πρῶτον ἐξηπάτησεν αὐτὴν τὸ δοκεῖν ἐμὲ τεθνηκέναι. Τί οὖν ἐγὼ βραδύνω καὶ οὐκ ἀποσφάζω πρὸ τῶν βασιλείων ἐμαυτόν, προσχέας τὸ αἷμα ταῖς θύραις τοῦ δικαστοῦ; γνώτωσαν Πέρσαι καὶ Μῆδοι, κῶς βασιλεὺς ἐδίκασεν ἐνταῦθα.” Πολύχαρμος δὲ ἰδὼν ἀπαρηγόρητον ἑαυτῷ τὴν συμφορὰν καὶ ἀδύνατον σωθῆναι Χαιρέαν “πάλαι μὲν” ἔφη “παρεμυθούμην σε, φίλτατε, καὶ πολλάκις ἀποθανεῖν ἐκώλυσα, νῦν δέ μοι δοκεῖς καλῶς βεβουλεῦσθαι· καὶ τοσοῦτον ἀποδέω τοῦ σε κωλύειν, ὥστε καὶ αὐτὸς ἤδη συναποθανεῖν ἕτοιμος. Σκεψώμεθα δὲ θανάτου τρόπον, ὅστις ἂν γένοιτο βελτίων· ὃν γὰρ σὺ διανοῇ, φέρει μέν τινα φθόνον βασιλεῖ καὶ πρὸς τὸ μέλλον αἰσχύνην, οὐ μεγάλην δὲ ἐκδικίαν ὧν πεπόνθαμεν. Δοκεῖ δέ μοι τὸν ἅπαξ ὑφ’ ἡμῶν ὡρισμένον θάνατον εἰς ἄμυναν καταχρήσασθαι τοῦ τυράννου· καλὸν γὰρ λυπήσαντας αὐτὸν ἔργῳ ποιῆσαι μετανοεῖν, ἔνδοξον καὶ τοῖς ὕστερον ἐσομένοις διήγημα καταλείποντας ὅτι δύο Ἕλληνες ἀδικηθέντες ἀντελύπησαν τὸν μέγαν βασιλέα καὶ ἀπέθανον ὡς