<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div xml:lang="grc" type="edition" n="urn:cts:greekLit:tlg0554.tlg001.perseus-grc1"><div type="textpart" n="6" subtype="book"><div type="textpart" n="8" subtype="chapter"><div type="textpart" n="4" subtype="section"><p>
πάντα μὲν τὰ εἰωθότα
συμβαίνειν καὶ ὅσα εἰκὸς ἐν ἀπροσδοκήτῳ πολέμῳ, καὶ ἐλέγετο καὶ
ἐγίνετο· κίνησις γὰρ μεγάλη Ἀσίαν κατέλαβε. συγκαλέσας οὖν ὁ
βασιλεὺς Περσῶν τοὺς ὁμοτίμους καὶ ὅσοι παρῆσαν ἡγεμόνες τῶν
ἐθνῶν, μεθʼ ὧν εἰώθει τὰ μεγάλα χρηματίζειν, ἐβουλεύετο περὶ τῶν
καθεστηκότων καὶ ἄλλος ἄλλο τι παρῄνει·
</p></div><div type="textpart" n="5" subtype="section"><p>
πᾶσι δὲ ἤρεσκε τὸ σπεύδειν καὶ μηδὲ μίαν ἡμέραν, εἰ δυνατόν, ἀναβαλέσθαι δυοῖν ἕνεκεν·
ἵνα καὶ τοὺς πολεμίους ἐπίσχωσι τῆς πρὸς τὸ πλεῖον αὐξήσεως καὶ



<pb n="p.120"/>
τοὺς φίλους εὐθυμοτέρους ποιήσωσι, δείξαντες αὐτοῖς
ἐγγύθεν τὴν βοήθειαν· βραδυνόντων δὲ εἰς τοὐναντίον
πάντα χωρήσειν· τοὺς μὲν γὰρ πολεμίους καταφρονήσειν
ὡς δεδιότων, τοὺς δὲ οἰκείους ἐνδώσειν
ὡς ἀμελουμένους.
</p></div><div type="textpart" n="6" subtype="section"><p> Εὐτύχημα δὲ μέγιστον βασιλεῖ γεγονέναι
τὸ μήτε ἐν Βάκτροις, μήτε ἐν Ἐκβατάνοις,
ἀλλ’ ἐν Βαβυλῶνι κατειλῆφθαι, πλησίον τῆς Συρίας·
ἐκβὰς γὰρ τὸν Εὐφράτην εὐθὺς ἐν χερσὶν ἕξει τοὺς
ἀφεστῶτας. Ἔδοξεν οὖν τὴν μὲν ἤδη περὶ αὐτὸν δύναμιν
 ἐξάγειν, διαπέμψαι δὲ πανταχόσε κελεύοντας
τὴν στρατιὰν ἐπὶ ποταμὸν Εὐφράτην ἀθροίζεσθαι.
Ῥᾴστη δέ ἐστι Πέρσαις ἡ παρασκευὴ τῆς δυνάμεως.
</p></div><div type="textpart" n="7" subtype="section"><p>Συντέτακται γὰρ ὑπὸ Κύρου, τοῦ πρώτου Περσῶν
βασιλεύσαντος, ποῖα μὲν τῶν ἐθνῶν εἰς πόλεμον ἱππείαν
 καὶ πόσην τὸν ἀριθμὸν δεῖ παρέχειν, ποῖα δὲ
πεζὴν στρατιὰν καὶ πόσην, τίνας δὲ τοξότας καὶ πόσα
ἑκάστους ἅρματα ψιλά τε καὶ δρεπανηφόρα καὶ ἐλέφαντας
ὁπόθεν καὶ πόσους καὶ χρήματα παρ’ ὧντινων
καὶ πόσα. Τοσούτῳ δὲ παρασκευάζεται χρόνῳ
 πάντα ὑπὸ πάντων, ὅσῳ καὶ εἷς ἀνὴρ παρεσκεύασε.
</p></div></div><div type="textpart" n="9" subtype="chapter"><div type="textpart" n="1" subtype="section"><p>
Τῇ δὲ πέμπτῃ τῶν ἡμερῶν μετὰ τὴν ἀγγελίαν
ἐξήλαυνε Βαβυλῶνος βασιλεύς, κοινῷ παραγγέλματι
πάντων αὐτῷ συνακολουθούντων, ὅσοι τὴν στρατεύσιμον
εἶχον ἡλικίαν. Ἐν δὲ τούτοις ἐξῆλθε καὶ Διονύσιος·
 Ἴων γὰρ ἦν καὶ οὐδενὶ τῶν ὑπηκόων μένειν
ἐξῆν.
</p></div></div></div></div></body></text></TEI>