Ἀλλ’ ἐγὼ ʽτιμῶ γάρ σἐ πρὸς ἐκεῖνον οὐ κατ ηγόρευ σα τὴν μανίαν τὴν σήν, τοὐναντίον δέ, ὑπεσχόμην ὑπὲρ σοῦ. Πάρεισιν οὖν σοι δύο ὁδοί. Ὁποτέραν βούλει τρέπεσθαι; μηνύσω βούλει τρέπεσθαι. μηνύσω δὲ ἀμφοτέρας· πεισθεῖσα μὲν βασιλεῖ δῶρα λήψῃ τὰ κάλλιστα καὶ ἄνδρα ὃν θέλεις· οὐ δήπου γάρ σε αὐτὸς μέλλει γαμεῖν ἀλλὰ πρόσκαιρον αὐτῷ χάριν δώσεις· εἰ δὲ μή, πείσῃ ἄκουσα ἃ πάσχουσιν οἱ βασιλέως ἐχθροί, μόνοις γὰρ τούτοις οὐδὲ ἀποθανεῖν θέλουσιν ἔξεστι.” κατεγέλασε Καλλιρόη τῆς ἀπειλῆς καὶ ἔφη “οὐ νῦν πρῶτον πείσομαί τι δεινόν· ἔμπειρός εἰμι τοῦ δυστυχεῖν. τί με δύναται βασιλεὺς ὧν πέπονθα διαθεῖναι χαλεπώτερον; ζῶσα κατεχώσθην· παντὸς δεσμωτηρίου τάφος ἐστὶ στενότερος. λῃστῶν χερσὶ παρεδόθην. ἄρτι τὸ μέγιστον τῶν κακῶν πάσχω· παρόντα Χαιρέαν οὐ βλέπω.” τοῦτο τὸ ῥῆμα προέδωκεν αὐτήν· ὁ γὰρ εὐνοῦχος δεινὸς ὢν τὴν φύσιν ἐνόησεν ὅτι ἐρᾷ. “ὦ” φησὶ “πασῶν ἀνοητοτάτη γυναικῶν, τοῦ βασιλέως τὸν Μιθριδάτου δοῦλον προτιμᾷς;” ἠγανάκτησε Καλλιρόη Χαιρέου λοιδορηθέντος καὶ “εὐφήμησον” εἶπεν, “ἄνθρωπε. Χαιρέας εὐγενής ἐστι, πόλεως πρώτης, ἣν οὐκ ἐνίκησαν οὐδὲ Ἀθηναῖοι οἱ ἐν Μαραθῶνι καὶ Σαλαμῖνι νικήσαντες τὸν μέγαν σου βασιλέα.” ταῦτα ἅμα λέγουσα δακρύων πηγὰς ἀφῆκεν· ὁ δὲ εὐνοῦχος ἐπέθετο μᾶλλον καὶ “σεαυτῇ” φησὶ “τῆς βραδυτῆτος αἰτία γίνῃ. πῶς οὖν εὐμενῆ τὸν δικαστὴν ἕξεις, ἢ σχεῖν κάλλιον ἵνα καὶ τὸν ἄνδρα κομίσῃ; τάχα μὲν οὐδὲ Χαιρέας γνοίη τὸ πραχθέν, ἀλλὰ καὶ γνοὺς οὐ ζηλοτυπήσει τὸν κρείττονα·