Διαγρυπνήσας δὲ τὸ πλεῖστον μέρος καὶ τοσοῦτον καταδραθών, ὅσον καὶ ἐν τοῖς ὕπνοις Καλλιρρόην ἰδεῖν, ἕωθεν καλέσας τὸν εὐνοῦχον “ἄπιθι” φησὶ “καὶ παραφύλαττε δι’ ὅλης τῆς ἡμέρας· πάντως γὰρ καιρὸν εὑρήσεις κἂν βραχύτατον ὁμιλίας λανθανούσης. Εἰ γὰρ ἤθελον φανερῶς καὶ βίᾳ περιγενέσθαι τῆς ἐπιθυμίας, εἶχον δορυφόρους.” Προσκυνήσας ὁ εὐνοῦχος ὑπέσχετο· οὐδενὶ γὰρ ἔξεστιν ἀντειπεῖν βασιλέως κελεύοντος. Εἰδὼς δὲ ὅτι Καλλιρρόη καιρὸν οὐ δώσει, διακρούσεται δὲ τὴν ὁμιλίαν ἐξεπίτηδες συνοῦσα τῇ βασιλίδι, τοῦτο θεραπεῦσαι θέλων ἔτρεψε τὴν αἰτίαν οὐκ εἰς τὴν φυλαττομένην ἀλλ’ εἰς τὴν φυλάττουσαν. “Κἄν σοι δοκῇ” φησίν, “ὦ δέσποτα, μετάπεμψαι Στάτειραν, ὡς ἰδιολογήσασθαί τι βουλόμενος πρὸς αὐτήν· ἐμοὶ γὰρ ἡ ἐκείνης ἀπουσία Καλλιρρόης ἐξουσίαν δώσει.” “Ποίησον οὕτωσ” εἶπε βασιλεύς. Ἐλθὼν δὲ Ἀρταξάτης καὶ προσκυνήσας τὴν βασιλίδα “καλεῖ σε” φησίν, “ὦ δέσποινα, ὁ ἀνήρ.” Ἀκούσασα ἡ Στάτειρα προσεκύνησε καὶ μετὰ σπουδῆς ἀπῄει πῥ??ʼς αὐτόν. Ὁ δὲ εὐνοῦχος ἰδὼν τὴν Καλλιρρόην μόνην ἀπολελειμμένην, ἐμβαλὼν τὴν δεξιάν, ὡς δή τις φιλέλλην καὶ φιλάνθρωπος, ἀπήγαγε τοῦ πλήθους τῶν θεραπαινίδων. Ἡ δὲ ἠπίστατο μὲν καὶ εὐθὺς ὠχρά τε ἦν καὶ ἄφωνος, ἠκολούθει δ’ ὅμως. Ἐπεὶ δὲ κατέστησαν μόνοι, λέγει πρὸς αὐτὴν “ἑώρακας τὴν βασιλίδα πῶς ἀκούσασα τὸ βασιλέως ὄνομα προσεκύνησε καὶ τρέχουσα ἄπεισι· σὺ δέ, ἡ δούλη, τὴν εὐτυχίαν οὐ φέρεις, οὐδ’ ἀγαπᾷς ὅτι σε παρακαλεῖ κελεῦσαι δυνάμενος.