<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div xml:lang="grc" type="edition" n="urn:cts:greekLit:tlg0554.tlg001.perseus-grc1"><div type="textpart" n="6" subtype="book"><div type="textpart" n="7" subtype="chapter"><div type="textpart" n="12" subtype="section"><p>
δόξει δέ σε τιμιωτέραν, ὡς ἀρέσασαν βασιλεῖ.” τοῦτο
δὲ προσέθηκεν οὐχὶ διʼ ἐκείνην ἀλλὰ καὶ αὐτὸς οὕτω φρονῶν· καταπεπλήγασι γὰρ πάντες οἱ βάρβαροι καὶ θεὸν φανερὸν νομίζουσι τὸν
βασιλέα. Καλλιρόη δὲ καὶ αὐτοῦ τοῦ Διὸς οὐκ ἂν ἠσπάσατο γάμους,
οὐδὲ ἀθανασίαν προετίμησεν ἂν ἡμέρας μιᾶς τῆς μετὰ Χαιρέου.
</p></div><div type="textpart" n="13" subtype="section"><p>
μηδὲν

<pb n="p.119"/>

οὖν ἀνύσαι δυνάμενος ὁ εὐνοῦχος “δίδωμί σοι” φησίν, “ὦ
γύναι, σκέψεως καιρόν. σκέπτου δὲ μὴ περὶ σεαυτῆς μόνης, ἀλλὰ
καὶ Χαιρέου κινδυνεύοντος ἀπολέσθαι τὸν οἴκτιστον μόρον· οὐ γὰρ
ἀνέξεται βασιλεὺς ἐν ἔρωτι παρευδοκιμούμενος.” κἀκεῖνος μὲν ἀπηλλάγη, τὸ δὲ τελευταῖον τῆς ὁμιλίας ἥψατο Καλλιρόης.</p></div></div><div type="textpart" n="8" subtype="chapter"><div type="textpart" n="1" subtype="section"><p>
Πᾶσαν δὲ σκέψιν καὶ πᾶσαν ἐρωτικὴν ὁμιλίαν ταχέως μετέβαλεν
ἡ Τύχη, καινοτέρων εὑροῦσα πραγμάτων ὑπόθεσιν· βασιλεῖ γὰρ
ἧκον ἀπαγγέλλοντες Αἴγυπτον ἀφεστάναι μετὰ μεγάλης παρασκευῆς.
</p></div><div type="textpart" n="2" subtype="section"><p>
τὸν μὲν γὰρ σατράπην τὸν βασιλικὸν τοὺς Αἰγυπτίους ἀνῃρηκέναι,
κεχειροτονηκέναι δὲ βασιλέα τῶν ἐπιχωρίων, ἐκεῖνον δὲ ἐκ Μέμφεως
ὁρμώμενον διαβεβηκέναι μὲν Πηλούσιον, ἤδη δὲ Συρίαν καὶ Φοινίκην
κατατρέχειν, ὡς μηκέτι τὰς πόλεις ἀντέχειν, ὥσπερ χειμάρρου τινὸς
ἢ πυρὸς αἰφνίδιον ἐπιρρυέντος αὐταῖς.
</p></div><div type="textpart" n="3" subtype="section"><p>
πρὸς δὲ τὴν φήμην ἐταράχθη
μὲν ὁ βασιλεύς, κατεπλάγησαν δὲ Πέρσαι· κατήφεια δὲ πᾶσαν ἔσχε
Βαβυλῶνα. τότε καὶ ὄναρ βασιλέως λογοποιοὶ καὶ μάντεις ἔφασκον
τὰ μέλλοντα προειρηκέναι· θυσίας γὰρ ἀπαιτοῦντας τοὺς θεοὺς
κίνδυνον μὲν ἀλλὰ καὶ νίκην προσημαίνειν.
</p></div></div></div></div></body></text></TEI>