<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div xml:lang="grc" type="edition" n="urn:cts:greekLit:tlg0554.tlg001.perseus-grc1"><div type="textpart" n="6" subtype="book"><div type="textpart" n="4" subtype="chapter"><div type="textpart" n="5" subtype="section"><p>Ἔβλεπε δὲ Καλλιρρόην μόνην τὴν μὴ παροῦσαν,
 καὶ ἤκουεν ἐκείνης τῆς μὴ λαλούσης. Συνεξῆλθε
γὰρ ἐπὶ τὴν θήραν ὁ Ἔρως αὐτῷ, καί, ἅτε δὴ
φιλόνεικος θεός, ἀντιταττόμενον ἰδὼν καὶ βεβουλευμένον,
ὡς ᾤετο, καλῶς, εἰς τοὐναντίον τὴν τέχνην
περιέτρεψεν αὐτῷ καὶ δι’ αὐτῆς τῆς θεραπείας ἐξέκαυσε
 τὴν ψυχήν, ἔνδον παρὼν καὶ λέγων “οἷον ἦν
ἐνθάδε Καλλιρρόην ἰδεῖν, κνήμας ἀνεζωσμένην καὶ
βραχίονας γεγυμνωμένην, πρόσωπον ἐρυθήματος,
</p></div><div type="textpart" n="6" subtype="section"><p>στῆθος ἄσθματος πλῆρες. Ἀληθῶς
οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα,
 ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι.” Ταῦτ’ ἀναζωγραφῶν καὶ ἀναπλάττων ἐξεκάετο σφόδρα.
</p></div><div type="textpart" n="7" subtype="section"><p>Ταῦτα λέγοντος Ἀρταξάτης ὑπολαβὼν “ἐπιλέλησαι” φησί, “δέσποτα, τῶν γεγονότων· Καλλιρρόη γὰρ
ἄνδρα οὐκ ἔχει, μένει δὲ τὴν κρίσιν, τίνι ὀφείλει γαμηθῆναι.
Μέμνησο οὖν ὅτι χήρας ἐρᾷς· καὶ μήτε τοὺς
νόμους αἰδοῦ, κεῖνται γὰρ ἐπὶ τοῖς γάμοις, μήτε
μοιχείαν, δεῖ γὰρ πρῶτον εἶναι ἄνδρα τὸν ἀδικούμενον,
</p></div><div type="textpart" n="8" subtype="section"><p> εἶτα τὸν ἀδικοῦντα μοιχόν.” Ἤρεσεν ὁ λόγος
βασιλεῖ, πρὸς ἡδονὴν γὰρ ἦν, καὶ προσλαβόμενος
ὑπὸ χεῖρα τὸν εὐνοῦχον κατεφίλησε καὶ “δικαίως ἄρα
σε ἐγὼ” ἔφη “πάντων προτιμῶ· σὺ γὰρ εὐνούστατος
καὶ φύλαξ ἀγαθὸς ἐμοί. Ἄπιθι δὲ καὶ Καλλιρρόην
<pb n="p.113"/>
ἄγε. Δύο δέ σοι προστάσσω, μὴ ἄκουσαν, μήτε φανερῶς·
θέλω γάρ σε καὶ πεῖσαι καὶ λαθεῖν.” </p></div><div type="textpart" n="9" subtype="section"><p> Εὐθὺς οὖν ἀνακλητικὸν τῆς θήρας σύνθημα διεδόθη
καὶ πάντες ἀνέστρεφον· βασιλεὺς δὲ ἀνηρτημένος
ταῖς ἐλπίσιν εἰσήλαυνεν εἰς τὰ βασίλεια χαίρων
ὡς τὸ κάλλιστον θήραμα θηράσας.
</p></div></div></div></div></body></text></TEI>