<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div xml:lang="grc" type="edition" n="urn:cts:greekLit:tlg0554.tlg001.perseus-grc1"><div type="textpart" n="6" subtype="book"><div type="textpart" n="4" subtype="chapter"><div type="textpart" n="10" subtype="section"><p> Καὶ Ἀρταξάτης
δὲ ἔχαιρε νομίζων πρὸς ὑπηρεσίαν ὑπεσχῆσθαι, βραβεύσειν
δὲ λοιπὸν ἅρμα βασιλικόν, χάριν εἰδότων
ἀμφοτέρων αὐτῷ, Καλλιρρόης δὲ μᾶλλον· <del>ἐπίστ</del>ευε
γὰρ τὴν πρᾶξιν ῥᾳδίαν, ὡς εὐνοῦχος, ὡς δοῦλος, ὡς
βάρβαρος. Οὐκ ᾔδει δὲ φρόνημα Ἑλληνικὸν εὐγενὲς
καὶ μάλιστα τὸ Καλλιρρόης τῆς σώφρονος καὶ φιλάνδρου.
</p></div></div><div type="textpart" n="5" subtype="chapter"><div type="textpart" n="1" subtype="section"><p>
 Καιρὸν οὖν ἐπιτηρήσας ἧκε πρὸς αὐτὴν καὶ μόνης
λαβόμενος “μεγάλων” εἶπεν “ἀγαθῶν, ὦ γύναι, θησαυρόν
σοι κεκόμικα· σὺ δὲ μνημόνευέ μου τῆς εὐεργεσίας·
εὐχάριστον γὰρ εἶναί σε πιστεύω.” Πρὸς τὴν
ἀρχὴν τοῦ λόγου Καλλιρρόη περιχαρὴς ἐγένετο· φύσει
γὰρ ἄνθρωπος, ὃ βούλεται, τοῦτο καὶ οἴεται.
</p></div><div type="textpart" n="2" subtype="section"><p> Τάχ’ οὖν ἔδοξεν ἀποδίδοσθαι Χαιρέᾳ καὶ ἔσπευδε
τοῦτο ἀκοῦσαι, τῶν εὐαγγελίων ἀμείψεσθαι τὸν εὐνοῦχον
ὑπισχνουμένη. Πάλιν δὲ ἐκεῖνος ἀναλαβὼν
ἀπὸ προοιμίων ἤρξατο “σύ, γύναι, κάλλος μὲν θεῖον
ηὐτύχησας, μέγα δέ τι ἀπ’ αὐτοῦ καὶ σεμνὸν οὐκ
ἐκαρπώσω.
</p></div><div type="textpart" n="3" subtype="section"><p> Τὸ διὰ γῆς πάσης ἔνδοξον καὶ περιβόητον
ὄνομα μέχρι σήμερον οὐχ εὗρεν οὔτε ἄνδρα κατ̓
ἀξίαν οὔτ’ ἐραστήν, ἀλλ’ ἐνέπεσεν εἰς δύο, νησιώτην
πένητα, καὶ ἕτερον, δοῦλον βασιλέως.
</p></div><div type="textpart" n="4" subtype="section"><p> Τί σοι γέγονεν
ἐκ τούτων μέγα καὶ λαμπρόν; ποίαν χώραν ἔχεις
εὔφορον; ποῖον κόσμον πολυτελῆ; τίνων πόλεων
ἄρχεις; πόσοι δοῦλοί σε προσκυνοῦσι; γυναῖκες Βαβυλώνιαι
θεραπαινίδας ἔχουσι πλουσιωτέρας σου.
<pb n="p.114"/>
Πλὴν οὐκ ἠμελήθης εἰς πάντα, ἀλλὰ κήδονταί σου
θεοί.
</p></div></div></div></div></body></text></TEI>