σὺ μόνος κρατεῖν καὶ θεοῦ. Ἄπαγε δὲ τὴν σεαυτοῦ ψυχὴν εἰς πάσας ἡδονάς. Μάλιστα δὲ κυνηγεσίοις ἐξαιρέτως χαίρεις. Οἶδα γάρ σε ὑφ’ ἡδονῆς διημερεύοντα ἄβρωτον, ἄποτον. Ἐν θήρᾳ δ’ ἐνδιατρίβειν, ἢ τοῖς βασιλείοις καὶ ἐγγὺς εἶναι τοῦ πυρός.” Ταῦτα ἤρεσε καὶ θήρα κατηγγέλλετο μεγαλοπρεπής. Ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον. Πάντων δὲ ὄντων ἀξιοθεάτων διαπρεπέστατος ἦν ἐν αὐτοῖς βασιλεύς. Καθῆστο γὰρ ἵππῳ Νισαίῳ καλλίστῳ καὶ μεγίστῳ χρύσεον ἔχοντι χαλινόν, χρύσεα δὲ φάλαρα καὶ προμετωπίδια καὶ προστερνίδια· πορφύραν δὲ ἠμφίεστο Τυρίαν ʽτὸ δὲ ὕφασμα Βαβυλώνιον̓ καὶ τιάραν ὑακινθινοβαφῆ· χρύσεον δὲ ἀκινάκην ὑπεζωσμένος δύο ἄκοντας ἐκράτει, καὶ φαρέτρα καὶ τόξον αὐτῷ παρήρτητο, Σηρῶν ἔργον πολυτελέστατον. Καθῆστο δὲ σοβαρός· ἔστι γὰρ ἴδιον ἔρωτος τὸ φιλόκοσμον· ἤθελε δὲ μέσος ὑπὸ Καλλιρρόης ὁραθῆναι, καὶ διὰ τῆς πόλεως ἁπάσης ἐξιὼν περιέβλεπεν εἴ που κἀκείνη θεᾶται τὴν πομπήν. Ταχέως δὲ ἐνεπλήσθη τὰ ὄρη βοώντων, θεόντων, κυνῶν ὑλασσόντων, ἵππων χρεμετιζόντων, θηρῶν ἐλαυνομένων. Ἡ σπουδὴ καὶ ὁ θόρυβος ἐκεῖνος καὶ αὐτὸν ἐξέστησεν ἄν τὸν Ἔρωτα· τέρψις γὰρ ἦν μετ’ ἀγωνίας καὶ χαρὰ μετὰ φόβου καὶ κίνδυνος ἡδύς. Ἀλλὰ βασιλεὺς οὔτε ἵππον ἔβλεπε, τοσούτων αὐτῷ παραθεόντων, οὔτε θηρίον, τοσούτων διωκομένων, οὔτε κυνὸς ἤκουε, τοσούτων ὑλακτούντων, οὔτε ἀνθρώπων, πάντων βοώντων.