προσεποιεῖτο δ᾽ ὅμως ἀγνοεῖν καὶ “ποῖον” ἔφη “κάλλος δύναται τῆς σῆς κρατῆσαι, δέσποτα, ψυχῆς, ᾧ τὰ καλὰ πάντα δουλεύει; χρυσός, ἄργυρος, ἐσθής, ἵπποι, πόλεις, ἔθνη, καλαὶ μὲν μυρί αι γυναῖκες, ἀλλὰ καὶ Στάτειρα καλλίστη τῶν ὑπὸ τὸν ἥλιον, ἧς ἀπολαύεις μόνος. Ἐξουσία δὲ ἔρωτα καταλύει, πλὴν εἰ μή τις ἐξ οὐρανοῦ καταβέβηκε τῶν ἄνωθεν ἢ ἐκ θαλάττης ἀναβέβηκεν ἄλλη Θέτις. Πιστεύω γὰρ ὅτι καὶ θεοὶ τῆς σῆς ἐρῶσι συνουσίας.” Ἀπεκρίνατο βασιλεὺς “τοῦτ’ ἴσως ἀληθές ἐστιν, ὃ λέγεις, ὅτι θεῶν τίς ἐστιν ἥδε ἡ γυνή· οὐδὲ γὰρ ἀνθρώπινον τὸ κάλλος· πλὴν οὐχ ὁμόλογα. Προσποιεῖται δὲ Ἑλληνὶς εἶναι Συρακουσία. Καὶ τοῦτο δὲ τῆς ἀπάτης ἐστὶ σημεῖον. Ἐλεγχθῆναι γὰρ οὐ βούλεται πόλιν εἰποῦσα μίαν τῶν ὑφ’ ἡμᾶς, ἀλλ̓ ὑπὲρ τὸν Ἰόνιον καὶ τὴν πολλὴν θάλασσαν τὸν περὶ αὑτῆς μῦθον ἐκπέμπει. Προφάσει δὲ δίκης ἦλθεν ἐπ̓ ἐμὲ καὶ ὅλον τὸ δρᾶμα τοῦτο ἐκείνη κατεσκεύασε. Θαυμάζω δέ σε πῶς ἐ τ ό λ μησας Στάτειραν λέγειν καλλίστην ἁπασῶν, Καλλιρρόην βλέπων. Σκεπτέον οὖν πῶς ἂν ἀπαλλαγείην τῆς ἀνίας. Ζήτει πανταχόθεν εἴ τι ἄρα δυνατόν ἐστιν εὑρεῖν φάρμακον.” “Εὕρηται” φησὶ “φάρμακον, βασιλεῦ. Καὶ παρ’ Ἕλλησι καὶ βαρβάροις τοῦτο, ὅπερ ζητεῖς. Φάρμακον γὰρ ἕτερον Ἔρωτος οὐδέν ἐστι πλὴν αὐτὸς ὁ ἐρώμενος· τοῦτο δὲ ἄρα καὶ τὸ ᾀδόμενον λόγιον ἦν ὅτι ὁ τρώσας αὐτὸς ἰάσεται.” Κατῃδέσθη βασιλεὺς τὸν λόγον καὶ “μὴ σύ γε” ἔφη “τοιοῦτο μηδὲν εἴπῃς, ἵνα γυναῖκα ἀλλοτρίαν διαφθείρω. Μέμνημαι νόμων, οὓς αὐτὸς ἔθηκα, δικαιοσύνης, ἣν ἐν ἅπασιν ἀσκῶ. Μηδεμίαν μου καταγνῷς ἀκρασίαν. Οὐχ οὕτως ἑαλώκαμεν.” Δείσας Ἀρταξάτης ὡς εἰπών τι προπετές, μετέβαλε τὸν λόγον εἰς ἔπαινον. “Σεμνῶσ” ἔφη “διανοῇ, βασιλεῦ. Μὴ τὴν ὁμοίαν τοῖς ἄλλοις ἀνθρώποις θεραπείαν τῷ Ἔρωτι προσαγάγῃς, ἀλλὰ τὴν κρείττονα καὶ βασιλικήν, ἀνταγωνιζόμενος σεαυτῷ· δύνασαι γάρ, ὦ δέσποτα,