Οἱ μὲν γὰρ τυμβωρύχοι τὸν τάφον περιέκλεισαν ἀμελῶς, οἷα δὴ σπεύδοντες ἐν νυκτί· Χαιρέας δὲ φυλάξας αὐτὸ τὸ περίορθρον ἧκεν ἐπὶ τὸν τάφον προφάσει μὲν στεφάνους καὶ χοὰς ἐπιφέρων, τὸ δὲ ἀληθὲς γνώμην ἔχων ἑαυτὸν ἀνελεῖν· οὐ γὰρ ὑπέμενε Καλλιρρόης ἀπεζεῦχθαι, μόνον δὲ τὸν θάνατον τοῦ πένθους ἰατρὸν ἐνόμιζε· παραγενόμενος δὲ εὗρε τοὺς λίθους κεκινημένους καὶ φανερὰν τὴν εἴσοδον. Ὁ μὲν οὖν ἰδὼν ἐξεπλάγη καὶ ὑπὸ δεινῆς ἀπορίας κατείχετο τοῦ γεγονότος χάριν· ἄγγελος δὲ φήμη ταχεῖα Συρακουσίοις ἐμήνυσε τὸ παράδοξον. Πάντες οὖν συνέτρεχον ἐπὶ τὸν τάφον, ἐτόλμα δὲ οὐδεὶς ἔνδον παρελθεῖν, πρὶν ἐκέλευσεν Ἑρμοκράτης. Ὁ δ’ εἰσπεμφθεὶς πάντα ἀκριβῶς ἐμήνυσεν. Ἄπιστον ἐδόκει τὸ μηδὲ τὴν νεκρὰν κεῖσθαι. Τότ’ οὖν ἠξίωσε Χαιρέας αὐτὸς ἐπιθυμίᾳ τοῦ πάλιν Καλλιρρόην ἰδεῖν κἂν νεκράν· ἐρευνῶν δὲ τὸν τάφον οὐδὲν εὑρεῖν ἐδύνατο. Πολλοὶ μετ’ αὐτὸν εἰσῆλθον ὑπ’ ἀπιστίας· ἀμηχανία δὲ κατέλαβε πάντας, καί τις εἶπεν ἑστὼς “τὰ ἐντάφια σεσύληται, τυμβωρύχων τὸ ἔργον· ἡ νεκρὰ δὲ ποῦ;” Λογοποιίαι πολλαὶ καὶ διάφοροι τὸ πλῆθος κατεῖχον. Χαιρέας δὲ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ τὰς χεῖρας ἀνατείνας “τίς ἄρα θεῶν ἀντεραστής μου γενόμενος Καλλιρρόην ἀπενήνοχε καὶ νῦν ἔχει μεθ’ αὑτοῦ μὴ θέλουσαν, ἀλλὰ βιαζομένην ὑπὸ κρείττονος μοίρας;· Διὰ τοῦτο καὶ αἰφνίδιον ἀπέθανεν, ἵνα μὴ νοήσῃ. Οὕτω καὶ Θησέως Ἀριάδνην ἀφείλετο Διόνυσος καὶ Σεμέλην ὁ Ζεύς. Μὴ γὰρ οὐκ ᾔδειν ὅτι θεὰν εἶχον γυναῖκα καὶ κρείττων ἦν ἢ καθ’ ἡμᾶς. Ἀλλ’ οὐκ ἔδει ταχέως αὐτὴν οὐδὲ μετὰ τοιαύτης προφάσεως ἐξ ἀνθρώπων ἀπελθεῖν.