τέκνον, ἀλλήλοις ἀποδώσεις τοὺς γονεῖς.” Ταῦτα λογιζομένῃ δι’ ὅλης τῆς νυκτὸς ὕπνος ἐπῆλθε πρὸς ὀλίγον. Ἐπέστη δὲ αὐτῇ εἰκὼν Χαιρέου πάντ’ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ’ εἰκυῖα, καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο. Ἑστὼς δὲ “παρατίθεμαί σοι” φησίν, “ὦ γύναι, τὸν υἱόν.” Ἔτι δὲ βουλομένου λέγειν ἀνέθορεν ἡ Καλλιρρόη, θέλουσα αὐτῷ περιπλακῆναι. Σύμβουλον οὖν τὸν ἄνδρα νομίσασα θρέψαι τὸ παιδίον ἔκρινε. Τῆς δὲ ὑστεραίας ἐλθούσῃ Πλαγγόνι τὴν αὑτῆς γνώμην ἐδήλωσεν. Ἡ δὲ τὸ ἄκαιρον τῆς βουλῆς οὐ παρέλαβεν, ἀλλ’ “ἀδύνατόν ἐστί σοι” φησίν, “ὦ γύναι, τὸ τέκνον θρέψαι παρ’ ἡμῖν· ὁ γὰρ δεσπότης ἡμῶν ἐρωτικῶς σου διακείμενος ἄκουσαν μὲν οὐ βιάσεται δι’ αἰδῶ καὶ σωφροσύνην, θρέψαι δὲ τὸ παιδίον οὐκ ἐπιτρέψει διὰ ζηλοτυπίαν, ὑβρίζεσθαι δοκῶν εἰ τὸν μὲν ἀπόντα περισπούδαστον ὑπολαμβανεις, ὑπερορᾷς δὲ παρόντος αὐτοῦ, Κρεῖττον οὖν μοι δοκεῖ πρὸ τοῦ γεννηθῆναι τὸ παιδίον ἢ γεννηθὲν ἀπολέσθαι· κερδανεῖς γὰρ ὠδῖνας ματαίας καὶ κυοφορίαν ἄχρηστον. Ἐγὼ δέ σε φιλοῦσα συμβουλεύω τἀληθῆ.” Βαρέως ἤκουσεν ἡ Καλλιρρόη καὶ προσπεσοῦσα τοῖς γόνασιν αὐτῆς ἱκέτευεν ὅπως συνεξεύρῃ τινὰ τέχνην, δι’ ἧς τὸ παιδίον θρέψει. Πολλὰ τοίνυν ἀρνησαμένη, δύο καὶ τρεῖς ἡμέρας ὑπερθεμένη τὴν ἀπόκρισιν, ἐπειδὴ μᾶλλον ἐξέκαυσεν αὐτὴν πρὸς τὰς δεήσεις, ἀξιοπιστοτέρα γενομένη πρῶτον μὲν αὐτὴν ἐξώρκισε μηδενὶ κατειπεῖν τὴν τέχνην, ἔπειτα συναγαγοῦσα τὰς ὀφρῦς καὶ τρίψασα τὰς χεῖρας “τὰ μεγάλα” φησὶ “τῶν πραγμάτων, ὦ γύναι, μεγάλαις ἐπινοίαις κατορθοῦται· κἀγὼ διὰ τὴν εὔνοιαν τὴν πρὸς σὲ προδίδωμι τὸν δεσπότην. Ἴσθι τοίνυν ὅτι δεήσει δυοῖν θάτερον, ἢ παντάπασιν ἀπολέσθαι τὸ παιδίον ἢ γεννηθῆναι πλουσιώτατον Ἰώνων, κληρονόμον τῆς λαμπροτάτης οἰκίας. Καὶ σὲ τὴν μητέρα ποιήσει μακαρίαν. Ἑλοῦ δέ, πότερον θέλεις.” “Καὶ τίς οὕτωσ” εἶπεν “ἀνόητος, ἵνα τεκνοκτονίαν ἀντ̓ εὐδαιμονίας ἕληται; δοκεῖς δέ μοί τι ἀδύνατον καὶ ἄπιστον λέγειν, ὥστε σαφέστερον αὐτὸ δήλωσον.”