Ἤρετο οὖν ἡ Πλαγγὼν “πόσον δοκεῖς χρόνον ἔχειν τῆς συλλήψεως;” Ἡ δὲ “δύο μῆνασ” εἶπεν. “Ὁ χρόνος οὖν ἡμῖν βοηθεῖ· δύνασαι γὰρ δοκεῖν ἑπταμηνιαῖον ἐκ Διονυσίου τετοκέναι.” Πρὸς τοῦτο ἀνέκραγεν ἡ Καλλιρρόη “μᾶλλον ἀπολέσθω.” Καὶ ἡ Πλαγγὼν κατειρωνεύσατο αὐτῆς “καλῶς, ὦ γύναι, φρονεῖς, βουλομένη μᾶλλον ἐκτρῶσαι. Τοῦτο πράττωμεν· ἀκινδυνότερον γὰρ ἢ ἐξαπατᾶν δεσπότην. Πανταχόθεν ἀπόκοψόν σου τὰ τῆς εὐγενείας ὑπομνήματα, μηδ’ ἐλπὶς ἔστω σοι πατρίδος. Συνάρμοσαι τῇ παρούσῃ τύχῃ καὶ ἀκριβῶς γενοῦ δούλη.” Ταῦτα τῆς Πλαγγόνος παραινούσης οὐδὲν ὑπώπτευε Καλλιρρόη, μείραξ εὐγενὴς καὶ πανουργίας ἄπειρος δουλικῆς· ἀλλ’ ὅσῳ μᾶλλον ἐκείνη τὴν φθορὰν ἔσπευδε, τοσούτῳ μᾶλλον αὐτὴ τὸ κατὰ γαστρὸς ἠλέει καὶ “δός μοι” φησὶ “καιρὸν εἰς σκέψιν· περὶ τῶν μεγίστων γάρ ἐστιν ἡ αἵρεσις, ἢ σωφροσύνης ἢ τέκνου.” Πάλιν τοῦτο ἐπῄνεσεν ἡ Πλαγγών, ὅτι μὴ προπετῶς αἱρεῖται τὸ ἕτερον· “πιθανὴ γὰρ εἰς ἑκάτερον ἡ ῥοπή· τὸ μὲν γὰρ ἔχει πίστιν γυναικός, τὸ δὲ μητρὸς φιλοστοργίαν. Καιρὸς δ’ οὐκ ἔστιν ὅμως μακρᾶς ἀναβολῆς, ἀλλὰ τῆς ὑστεραίας δεῖ πάντως θατέρου ἔχεσθαι, πρὶν ἔκπυστόν σου τὴν γαστέρα γενέσθαι.” Συνέθεντο ταῦτα καὶ ἀπηλλάγησαν ἀλλήλων. Ἀνελθοῦσα δὲ εἰς τὸ ὑπερῷον ἡ Καλλιρρόη καὶ συγκλείσασα τὰς θύρας τὴν εἰκόνα Χαιρέου τῇ γαστρὶ προσέθηκε καὶ “ἰδοὺ” φησὶ “τρεῖς γεγόναμεν, ἀνὴρ καὶ γυνὴ καὶ τέκνον. Βουλευσώμεθα περὶ τοῦ κοινῇ συμφέροντος. Ἐγὼ μὲν οὖν πρώτη τὴν ἐμὴν γνώμην ἀποφαίνομαι· θέλω γὰρ ἀποθανεῖν Χαιρέου μόνου γυνή. Τοῦτό μοι καὶ γονέων ἥδιον καὶ πατρίδος καὶ τέκνου, πεῖραν ἑτέρου ἀνδρὸς μὴ λαβεῖν.