καὶ γὰρ τὰς τυραννίδας πανουργίᾳ μᾶλλον ἢ βίᾳ κτώμεθα. Χειροτονήσατέ με τοῦ πρὸς Χαιρέαν πολέμου στρατηγόν. Ἐπαγγέλλομαι διαλύσειν τὸν γάμον· ἐφοπλιῶ γὰρ αὐτῷ ζηλοτυπίαν, ἥτις σύμμαχον λαβοῦσα τὸν ἔρωτα μέγα τι κακὸν διαπράξεται. Καλλιρρόη μὲν οὖν εὐσταθὴς καὶ ἄπειρος κακοήθους ὑποψίας, ὁ δὲ Χαιρέας, οἷα δὴ γυμνασίοις ἐντραφεὶς καὶ νεωτερικῶν ἁμαρτημάτων οὐκ ἄπειρος, δύναται ῥᾳδίως ὑποπτεύσας ἐμπεσεῖν εἰς ἐρωτικὴν ζηλοτυπίαν· ἔστι δὲ καὶ προσελθεῖν ἐκείνῳ ῥᾷον καὶ λαλῆσαι.” Πάντες ἔτι λέγοντος αὐτοῦ τὴν γνώμην ἐπεψηφίσαντο καὶ τὸ ἔργον ἐνεχείρισαν ὡς ἀνδρὶ πᾶν ἱκανῷ μηχανήσασθαι. Τοιαύτης οὖν ἐπινοίας ἐκεῖνος ἤρξατο. Ἑσπέρα μὲν ἦν, ἧκε δὲ ἀγγέλλων τις ὅτι Ἀρίστων ὁ πατὴρ Χαιρέου πεσὼν ἀπὸ κλίμακος ἐν ἀγρῷ πάνυ ὀλίγας ἔχει τοῦ ζῆν τὰς ἐλπίδας. Ὁ δὲ Χαιρέας ἀκούσας, καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη, ὅτι ἔμελλεν ἀπελεύσεσθαι μόνος· οὐ γὰρ οἷόν τε ἦν ἐξάγειν ἤδη τὴν κόρην. Ἐν δὲ τῇ νυκτὶ ταύτῃ φανερῶς μὲν οὐδεὶς ἐτόλμησεν ἐπικωμάσαι, κρύφα δὲ καὶ ἀδήλως ἐπελθόντες σημεῖα κώμου ᾖσαν καὶ κατέλιπον· ἐστεφάνωσαν τὰ πρόθυρα, μύροις ἔρραναν, οἴνου πηλὸν ἐποίησαν, δᾷδας ἔρριψαν ἡμικαύτους. Διέλαμψεν ἡμέρα, καὶ πᾶς ὁ παριὼν ἐφειστήκει κοινῷ τινὶ πολυπραγμοσύνης πάθει· Χαιρέας δὲ τοῦ πατρὸς αὐτοῦ ῥᾷον ἐσχηκότος ἔσπευδε πρὸς τὴν γυναῖκα. Ἰδὼν δὲ τὸν ὄχλον πρὸ τῶν θυρῶν τὸ μὲν πρῶτον ἐθαύμασεν· ἐπεὶ δὲ ἔμαθε τὴν αἰτίαν, ἐνθουσιῶν εἰστρέχει·