Ἐπεὶ δὲ προῆλθεν εἰς τὸ δημόσιον, θάμβος ὅλον τὸ πλῆθος κατέλαβεν, ὥσπερ Ἀρτέμιδος ἐν ἐρημίᾳ κυνηγέταις ἐπιστάσης· πολλοὶ δὲ τῶν παρόντων καὶ προσεκύνησαν. Πάντες δὲ Καλλιρρόην μὲν ἐθαύμαζον, Χαιρέαν δὲ ἐμακάριζον. Τοιοῦτον ὑμνοῦσι ποιηταὶ τὸν Θέτιδος γάμον ἐν Πηλίῳ γεγονέναι. Πλὴν καὶ ἐνταῦθά τις εὑρέθη βάσκανος δαίμων, ὥσπερ ἐκεῖ φασὶ τὴν Ἔριν. Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ’ ὀργῆς. Τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν· ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον ὁ φθόνος. Καὶ πρῶτος ἀναστὰς νεανίας τις Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννσυ, τοιαῦτα ἔλεγεν “Εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην, ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα δεῖ νικῆσαι τῶν ἀγωνισαμένων· ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς ὁ μηδὲν ὑπὲρ τοῦ γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν. Ἡμεῖς δὲ παρετάθημεν αὐλείοις θύραις προσαγρυπνοῦντες, καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας καὶ δῶρα πέμποντες τροφοῖς πόσον χρόνον δεδουλεύκαμεν καί, τὸ πάντων χαλεπώτατον, ὡς ἀντεραστὰς ἀλλήλους ἐμισήσαμεν· ὁ δὲ πόρνος καὶ πένης καὶ μηδενὸς κρείττων βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο. Ἀλλὰ ἀνόνητον αὐτῷ γενέσθω τὸ ἆθλον καὶ τὸν γάμον θάνατον τῷ νυμφίῳ ποιήσωμεν.” Πάντες οὖν ἐπῄνεσαν, μόνος δὲ ὁ Ἀκραγαντίνων τύραννος ἀντεῖπεν. “Οὐκ εὐνοίᾳ δὲ” εἶπε “τῇ πρὸς Χαιρέαν κωλύω τὴν ἐπιβουλήν, ἀλλὰ ἀσφαλεστέρῳ τῷ λογισμῷ· μέμνησθε γὰρ ὅτι Ἑρμοκράτης οὐκ ἔστιν εὐκαταφρόνητος· ὥστε ἀδύνατος ἡμῖν πρὸς αὐτὸν ἡ ἐκ τοῦ φανεροῦ μάχη, κρείττων δὲ ἡ μετὰ τέχνης·