Τοῦ δὲ εἰδικοῦ καὶ αὐτοῦ τετραχῆ διαιρεθέντος οἱ μὲν κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτός εἰσιν ἀγαθοί, οἱ δὲ κατ᾿ ἀμφότερα κακοί, οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς ἀγαθοὶ κατὰ δὲ τὸ ἐκτὸς κακοί, οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς κακοί κατὰ δὲ τὸ ἐκτὸς ἀγαθοί. ἀκουστέον δὲ ὀνείρους ἐντὸς μὲν κατὰ τὴν ὄψιν, ἐκτὸς δὲ κατὰ τὴν ἀπόβασιν. οἷον κατὰ ἀμφότερά εἰσιν ἀγαθοὶ οἱ τοιοῦτοι θεοὺς ὁρᾶν Ὀλυμπίους ἱλαροὺς μειδιῶντας διδόντας τι λέγοντας ἀγαθὸν αὐτοὺς ἢ τὰ ἀγάλματα αὐτῶν ἐξ ὕλης τῆς ἀσήπτου πεποιημένα· ὁμοίως γονεῖς φίλους οἰκέτας οἶκον αὔξοντας, καὶ πολυτελεστέραν κτῆσιν καὶ σώματος ἡδεῖαν ὄψιν ἰσχύν τε καὶ τὰ ὅμοια· τούτων γὰρ ἡδίστης ὑπαρχούσης τῆς θέας, πολὺ μᾶλλον ἡδίονα αὐτῶν τὰ τέλη γίνεται. κατὰ δὲ ἀμφότερα κακοὶ οἱ τοιοῦτοι· κατὰ κρημνῶν πεσεῖν οἴεσθαι ἢ λῃστηρίῳ περιπεσεῖν Κύκλωπα ἰδεῖν ἢ τὸ ἄντρον αὐτοῦ ἢ παραλελύσθαι νοσεῖν ἀπολλύειν τι τῶν ἐσπουδασμένων. οἷαι γὰρ αἱ παθητικαὶ διαθέσεις γίνονται τῆς ψυχῆς κατὰ τὴν θέαν αὐτῶν, τοιαύτας ἀνάγκη καὶ τὰς ἀποβάσεις γίνεσθαι. κατὰ μὲν τὸ ἐντὸς ἀγαθοὶ κατὰ δὲ τὸ ἐκτὸς κακοὶ οἱ τοιοῦτοι. ἔδοξέ τις σὺν τῷ Κρόνῳ δειπνεῖν, καὶ μεθʼ ἡμέραν εἰς τὸ δεσμωτήριον καθείρχθη· δείπνου μὲν γὰρ τοῦ σὺν θεῷ εἰκὸς εἶναι ἡδεῖαν τὴν ὄψιν, δεσμῶν δὲ καὶ εἱρκτῆς οὐχ ἡδεῖαν. ἔτι δόξας τις παρὰ τοῦ Ἡλίου ἄρτους λαβεῖν δύο τοσαύτας ἡμέρας ἐπέζησεν· εἰς γὰρ τοσαύτην προθεσμίαν ἡ τοῦ βίου χρῆσις παρὰ τοῦ θεοῦ δοθεῖσα ἤρκει αὐτῷ. ἔτι καὶ τὸ χρύσεον εἶναι δοκεῖν καὶ τὸ θησαυρὸν εὑρίσκειν καὶ τὸ παρὰ νεκροῦ λαμβάνειν μύρον ἢ ῥόδον τῶν ὁμοίων τι εἰς τὴν αὐτὴν ἀνακτέον p. 13 μοῖραν. οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς κακοὶ κατὰ δὲ τὸ ἐκτὸς ἀγαθοὶ τοιοῦτοι· κεραυνοῦσθαι δοκεῖν πένητα ὄντα στρατεύεσθαι δοῦλον ὄντα ἢ μέλλοντα πλεῖν ἢ μονομαχεῖν ἀγαθόν τούτων γὰρ ὁ μὲν πλοῦτον ὁ δὲ ἐλευθερίαν, ὁ δὲ πλοῦν οὔριον ὁ δὲ γάμον προσημαίνει. καὶ εἰσὶν αὐτῶν αἱ μὲν ὄψεις κακαί, αἱ δὲ ἀποβάσεις ἀγαθαί. Ἐννοῆσαι δὲ χρὴ ὅτι τὰ μὲν τοῖς φροντίζουσι περί τινος καὶ αἰτησαμένοις ὄνειρον παρὰ θεῶν ἐπιφαινόμενα οὐχ ὅμοια ταῖς φροντίσι σημαίνοντα δέ τι περὶ τῶν προκειμένων γίνεται, ἐπεὶ τά γε ὅμοια ταῖς ἐννοίαις ἀσήμαντά τέ ἐστι καὶ ἐνυπνιώδη, ὡς ὁ πρότερος ἔδειξε λόγος· μεριμνηματικὰ δὲ καὶ αἰτηματικὰ πρός τινων λέγεται τὰ δὲ τοῖς περὶ μηδενὸς φροντίζουσιν ἐφιστάμενα καὶ προαγορεύοντά τι τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν θεόπεμπτα καλεῖται. οὐχ ὁμοίως δὲ νῦν ἐγὼ ὡς Ἀριστοτέλης διαπορῶ πότερον ἔξωθεν ἡμῖν ἐστι τοῦ ὀνειρώσσειν ἡ αἰτία ὑπὸ θεοῦ γινομένη ἢ ἔνδον αἴτιόν τι, ὃ ἡμῖν διατίθησι τὴν ψυχὴν καὶ ποιεῖ φύσει συμβεβηκὸς αὐτῇ, ἀλλὰ θεόπεμπτα ὡς ἤδη καὶ ἐν τῇ συνηθείᾳ πάντα τὰ ἀπροσδόκητα καλοῦμεν. Ἔτι πᾶσι τοῖς πρόδηλον αἰτίαν ἐκφεύγουσι προσέχειν χρή, ἐάν τε νυκτὸς ἐάν τε ἡμέρας ὁραθῇ, μηδὲν διαφέρειν νομίζοντας εἰς πρόγνωσιν τὴν νύκτα τῆς ἡμέρας μηδὲ τὴν δείλην ἑσπέραν τῆς δείλης πρωΐας, ἐὰν συμμέτρως τις ἔχων τῆς τροφῆς καθεύδῃ ἐπεὶ αἵ γε ἄμετροι τροφαὶ οὐδὲ πρὸς αὐτῇ τῇ ἕῳ παρέχουσιν ἰδεῖν τὸ ἀληθές. Ἔτι καὶ τὰ κοινὰ ἔθη τῶν ἰδίων μακρῷ διέστηκεν. ἃ εἰ p. 14 μή τις καταμάθοι, ἐξαπατηθήσεται ὑπʼ αὐτῶν. κοινὰ μὲν οὖν ἔθη ταῦτα. θεοὺς σέβεσθαι καὶ τιμᾶν οὐδὲν γὰρ ἔθνος ἀνθρώπων ἄθεον ὥαπερ οὐδὲ ἀβασίλευτον, ἄλλοι δὲ ἄλλους τιμῶσι θεούς, ἀλλʼ ἐπὶ τὸ αὐτὸ τὴν ἀναφορὰν ἔχουσι πάντες. τέκνα τρέφειν, ἡττᾶσθαι γυναικῶν καὶ τῆς πρὸς αὐτὰς ὁμιλίας, ἐγρηγορέναι ἡμέρας, καθεύδειν νύκτωρ, τροφαῖς χρῆσθαι, παύεσθαι κάμνοντας, διάγειν ἐν σκιᾷ, μὴ ὑπαιθρίους. ταῦτα μὲν οὖν κοινὰ ἔθη· τὰ δὲ ἴδια καὶ ἐθνικὰ καλοῦμεν. οἷον στίζονται παρὰ Θρᾳξὶν οἱ εὐγενεῖς παῖδες καὶ παρὰ Γέταις οἱ δοῦλοι ὧν οἱ μὲν πρὸς ἄρκτον οἱ δ᾿ ἐπὶ μεσημβρίαν οἰκοῦσι. καὶ Μόσσυνες οἱ ἐν Ποντικῇ συνουσιάζουσι δημοσίᾳ καὶ γυναιξὶ μίσγονται ὥσπερ οἱ κύνες, τοῖς δὲ ἄλλοις ἀνθρώποις ἄτιμα ταῦτα νενόμισται. καὶ ἰχθύας ἐσθίουσι πάντες πλὴν Σύρων τῶν τὴν Ἀστάρτην σεβομένων. θηρία δὲ καὶ πάντα τὰ κινώπετα λεγόμενα ὡς εἴδωλα θεῶν Αἰγυπτίων παῖδες μόνοι τιμῶσίτε καὶ σέβονται, οὐ πάντες μέντοι τὰ αὐτά. ἔμαθον δέ τι καὶ ἐν Ἰταλίᾳ νόμιμον παλαιόν. γῦπας οὐκ ἀναιροῦσι καὶ τοὺς ἐπιτιθεμένους αὐτοῖς ἀσεβεῖν νομίζουσι. ταύροις δὲ κατὰ προαίρεσιν ἐν Ἰωνίᾳ παῖδες Ἐφεσίων ἀγωνίζονται, καὶ ἐν Ἀττικῇ παρὰ ταῖς θεαῖς ἐν Ἐλευαῖνι κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν καὶ ἐν Λαρίσσῃ πόλει τῆς Θεσσαλίας οἱ τῶν κατοικούντων εὐγενέστατοι, ἐν δὲ τῇ ἄλλῃ οἰκουμένῃ τὰ αὐτὰ τοῖς τὴν ἐπὶ θανάτῳ κατακριθεῖσι συμβαίνει. ὁμοίως δὲ καὶ p. 15 περὶ τῶν ἄλλων ἐθῶν ἰδίᾳ δεῖ διαλαμβάνειν πάντων εἴ τι παρά τισι μόνοις φυλάσσεται, ὅτι τὰ μὲν ἐγχώρια ἀγαθῶν ἐστὶ σημεῖα, τὰ δὲ ξενικὰ κακῶν, πλὴν εἰ μή τι τῶν παρόντων τὴν ἀπόβασιν ἀλλαχόσε τρέποι. Λυσιτελὲς δʼ ἂν εἴη, οὐ μόνον δὲ λυσιτελὲς ἀλλὰ καὶ ἀναγκαῖον τῷ τʼ ἰδόντι τὸν ὄνειρον καὶ τῷ ὑποκρινομένῳ, ἐπίστασθαι τὸν ὀνειροκρίτην τίς τέ ἐστιν ὁ ἰδὼν τὸν ὄνειρον καὶ ὅ τι πράσσει καὶ ὅπως γέγονε καὶ ὅ τι ἔχει κτῆμα καὶ ὅπως ἔχει σώματος καὶ ἧστινος ἡλικίας γέγονε. καὶ αὐτὸν τὸν ὄνειρον ἀκριβῶς ἐξεταστέον, ὡς ἔστιν. ὅτι γὰρ μικρᾷ προσθέσει ἢ ἀφαιρέσει ἀλλοιοῦται τὸ ἀποτέλεσμα, ὁ ἐπιὼν ὁ λόγος δηλώσει ὡς εἰ μή τις τούτων ἔχοιτο, πταίων ἂν ἑαυτὸν μᾶλλον ἢ ἡμᾶς μέμφοιτο. Ἑξῆς ὑποθησόμεθα πῶς δεῖ κρίνειν τοὺς ὀνείρους. ἕξει δὲ τάξιν ἡ πραγματεία τοιαύτην. οὐχ ὥσπερ οἱ παλαιοὶ ἀπὸ θεῶν ἀρξόμεθα, κἂν ἀσεβεῖν τινὶ δοκῶμεν, ἀλλὰ πρὸς τὸ ἀναγκαῖον τῆς ἀκολουθίας ἀποβλέποντες ἀρξόμεθα πρῶτον ἀπὸ τοῦ γεννᾶσθαι, ἔπειτα ἀνατρέφεσθαι, ἑξῆς περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν προσγινομένων τε καὶ ἀπογινομένων καὶ αὐξανομένων καὶ μειουμένων καὶ ἀλλοιουμένων εἰς μορφὴν ἑτέραν ἢ εἰς ὕλην, εἶτα περὶ διδασκαλίας τεχνῶν παντοδαπῶν καὶ ἔργων καὶ ἔπιτηδευμάτων, εἶτα περὶ ἐφηβίας, περὶ γυμνασίων κατ᾿ εἶδος , περὶ ἀγώνων, περὶ βαλανείου καὶ λουτροῦ παντοδαποῦ, περὶ τροφῆς πάσης ὑγρᾶς τε καὶ ξηρᾶς, περὶ μύρων καὶ στεφάνων, περὶ ἀφροδισίων συνουσίας, περὶ ὕπνου. ταῦτα μὲν περιέξει ἡ πρώτη βίβλος· ἡ p. 16 δὲ δευτέρα περὶ ἐγρηγόρσεως ἀσπασμάτων κόσμου παντὸς ἀνδρείου καὶ γυναικείου ἀέρος καὶ τῶν περὶ ἀέρα, περὶ κυνηγεσίας περὶ ἁλιείας περὶ πλοῦ περὶ γεωργίας, περὶ δίκης, ἀρχῆς δημοσίας καὶ λειτουργίας, στρατείας, θεῶν τιμῆς καὶ περὶ θεῶν, περὶ θανάτου, καὶ εἴ τι ἄλλο προϊὼν ὁ λόγος ὑπομνήσει. Χρὴ δὲ κρίνειν τοὺς ὀνείρους ποτὲ μὲν ἀπʼ ἀρχῆς εἰς τέλος ἀποβλέποντα τὸν ὀνειροκρίτην καὶ ὅταν ᾖ τὰ θεωρήματα διαλελυμένα ἀπʼ ἀλλήλων ποτὲ δὲ ἀπὸ τέλους εἰς ἀρχήν ἔστι γὰρ ὅτε ἡ ἀρχὴ τὸ τέλος ἔδειξεν ἀφανὲς ὂν καὶ οὐκ εὐσύνοπτον, ὁτὲ δὲ τὸ τέλος τὴν ἀρχήν. δεῖ δὲ καὶ τοῖς καταπήροις καὶ ὥσπερ οὐκ ἔχουσι λαβὰς ὀνείροις παρ ἑαυτοῦ τι προσφιλοτεχνεῖν, καὶ μάλιστα τοῖς ἀπόροις ἐν οἷς ἢ γράμματά τινα ὁρᾶται διάνοιαν αὐτοτελῆ μὴ περιέχοντα ἢ ὄνομα ἀπρόσλογον, ποτὲ μὲν μετατιθέντα ποτὲ δὲ ἀλλάσσοντα ποτὲ δὲ προστιθέντα γράμματα ἢ συλλαβάς, ἐνίοτε δὲ ἰσόψηφα ἐπινοοῦντα, διʼ ὧν σαφέστερος γένοιτʼ ἂν ὁ λόγος.