Ξυρᾶσθαι δὲ δοκεῖν τὴν κεφαλὴν ὅλην πλὴν Αἰγυπτίων θεῶν ἱερεῦσι καὶ γελωτοποιοῖς καὶ τοῖς ἔθος ἔχουσι ξυρᾶαθαι ἀγαθόν, πᾶσι δὲ τοῖς ἄλλοις πονηρόν. τὰ γὰρ αὐτὰ τῇ ψιλώσει σημαίνει, βιαιότερα δὲ ἐπάγει καὶ σύντομα p. 24 τὰ κακά. πλέουσι δὲ διαρρήδην ναυάγιον σημαίνει καὶ νοσοῦσιν εἰς ἔσχατον ἐλάσαι κίνδυνον πλὴν οὐκ ἀποθανεῖν· ναυαγήσαντες μὲν γὰρ καὶ ἐκ μεγάλης ἀναστάντες νόσου ξυρῶνται οἱ ἄνθρωποι, ἀποθανόντες δὲ οὔ. τοῖς δὲ προειρημένοις ἀγαθὸν διὰ τὸ ἔθος. κείρεσθαι δὲ ὑπὸ κουρέως ἀγαθὸν πᾶσιν ἐπίσης· ἔστι γὰρ ὡς εἰπεῖν ἀπὸ τοῦ καρῆναι καὶ τὸ χαρῆναι ἐκδέξασθαι κατὰ παραλλαγὴν στοιχείου, καὶ μέντοι καὶ ἐν περιστάσει πονηρᾷ ἢ σημφορᾷ τινι καθεστὼς κείρεται οὐδείς, ἀλλʼ οἷς μάλιστα εὐπρεπείας μέλει, οὗτοι κείρονται· μέλει δὲ εὐπρεπείας ἀλύποις τε καὶ οὐκ ἀπόροις. τὸ δὲ ὑπὸ κουρέως πρόσκειται, ἐπεὶ εἴ τις ἑαυτὸν κείροι οὐκ ὢν κουρεύς, τῶν ἰδίων πένθη ἢ αἰφνίδιόν τινα συμφορὰν μεγάλων κακῶν ἀνάπλεων σημαίνει· οἱ γὰρ ἐν τοιούτοις γενόμενοι ἑαυτοὺς ἀνάγκῃ περικείρουσι. τὸ δὲ ὀνυχίζεσθαι χρεώστῃ μὲν ἀποδοῦναι τόκον σημαίνει, τοῖς δὲ λοιποῖς βλάβην ἀπὸ τῶν ὀνυχισάντων, ἐάν γε ἴδωσιν ἑαυτοὺς ὑπʼ ἄλλων τινῶν ὀνυχισθέντας · καὶ γὰρ ἐν τῇ συνηθείᾳ ὀνυχίζεσθαί φαμεν τὸν ἐπὶ βλάβῃ ὑπό τινος ἐξαπατηθέντα. περὶ δὲ τοῦ κτενίζεσθαι καὶ ἐμπλέκεσθαι τὴν κεφαλὴν καὶ ἐσοπτρίζεσθαι καὶ τῶν τούτοις ἀκολούθων ἐν τῷ δευτέρῳ ἐπιμνησθήσομαι βιβλίῳ, ἐπειδὰν περὶ κόσμου παντὸς ἀνδρείου καὶ γυναικείου λέγω. Μέτωπον ὑγιὲς καὶ εὔσαρκον παντὶ ἀγαθὸν καὶ παρρησίαν καὶ εὐανδρίαν σημαίνει, τὸ δὲ ἡλκωμένον ἢ νοσοῦν αἰσχύνην ἅμα καὶ βλάβην δηλοῖ. χάλκεον δὲ ἢ σιδήρεον p. 25 ἢ λίθινον μέτωπον δοκεῖν ἔχειν τελώναις καὶ καπήλοις καὶ τοῖς μετὰ ἀναιδείας ζῶσιν μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς μῖσος ἐργάζεται. Ὦτα πλείονα ἔχειν ἀγαθὸν τῷ βουλομένῳ κτήσασθαί τινα ὑπακουσόμενον, οἷον γυναῖκα τέκνα οἰκέτας. πλουσίῳ δὲ καταβοήσεις σημαίνει, ἀγαθὰς μέν, ἐὰν εὔμορφα ᾖ τὰ ὦτα, κακὰς δέ, ἐὰν ἄμορφα ᾖ καὶ ἄρρυθμα. κακὸν δὲ δούλῳ τὸ ὄναρ καὶ δίκην ἔχοντι ἐγκαλοῦντί τε καὶ ἐγκαλουμένῳ· τῷ μὲν γὰρ πολλῷ χρόνῳ σημαίνει ὑπακούσεσθαι, τῷ δὲ ἐὰν μὲν ἐγκαλῇ καὶ ἀντεγκληθῆναι, ἐὰν δὲ ἐγκαλῆται πλείονα τὰ ἐγκλήματα τῶν φανερῶν ἐπενεχθήσεσθαι· τρόπον γάρ τινα αὐτῷ φησι δεῖν πλειόνων ὤτων. ἀνδρὶ δὲ χειροτέχνῃ ἀγαθόν πολλῶν γὰρ ἀκούσεται ἐργοδοτῶν. τὸ δὲ ἀπολέσαι καὶ τὰ ὄντα ὦτα τἀναντία ἑκάστοτε τοῖς ἔμπροσθεν γεγραμμένοις σημαίνει. Ὦτα καθαίρειν μεστὰ ῥύπου ἰχῶρος ἀγγελίας σημαίνει ἀκούσεσθαί ποθεν ἀγαθάς, μαστιγοῦσθαι δὲ τὰ ὦτα κακὰς ἀγγελίας ἀκούσεσθαί ποθεν σημαίνει. Μύρμηκας δοκεῖν εἰς τὰ ὦτα εἰσέρχεσθαι σοφισταῖς μόνοις ἀγαθόν ὅμοιοι γάρ εἰσι τοῖς φοιτῶσι ἀκουσομένοις μειρακίοις· τοῖς δὲ λοιποῖς θάνατον προαγορεύει τὸ ὄναρ· γῆς τε γάρ εἰσι παῖδες οἱ μύρμηκες καὶ εἰς γῆν καταδύονται. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκ τῶν ἑαυτοῦ ὤτων πυρῶν ἀστάχυας πεφυκέναι καὶ τοὺς πυροὺς αὐτοὺς ἀπορρέοντας ταῖς χερσὶν ὑποδεχόμενος ἐκλαμβάνειν. ἤκουσε κληρονόμος ἀπόντος ἀδελφοῦ διὰ μὲν τοὺς στάχυας κληρονόμος, ἀδελφοῦ δὲ ὅτι καὶ τὰ ὦτα ἀδελφά ἐστιν ἀλλήλων. Ὦτα ὄνου ἔχειν δοκεῖν φιλοσόφοις μόνοις ἀγαθόν, ὅτι μὴ ταχέως κινεῖ τὰ ὦτα ὁ ὄνος τοῖς δὲ λοιποῖς δουλείαν p. 26 καὶ ταλαιπωρίαν σημαίνει. Ὦτα λέοντος ἔχειν ἢ λύκου ἢ παρδάλεως ἢ ἄλλου τινὸς τῶν ἀγρίων ζῷων ἐπιβουλὴν ἔχειν ἐκ διαβολῆς σημαίνει· ἀκολούθως δὲ περὶ τῶν ἄλλων ζῴων κατὰ τὸ οἰκεῖον ἐκλαμβάνειν δεῖ. Ὦτα ἐν τοῖς ὀφθαλμοῖς ἔχειν κωφὸν σημαίνει γενέσθαι καὶ τὰ τῆς ἀκοῆς διὰ τῆς ὁράσεως παραδέξασθαι. ἐπὶ δὲ τοῖς ὠσὶν ὄμματα ἔχειν τυφλὸν γενέσθαι σημαίνει καὶ τὰ τῆς ὁράσεως διὰ τῆς ἀκοῆς παραδέξασθαι. Ὀφρύες δασεῖαι καὶ εὐανθεῖς πᾶσιν ἀγαθαί, μάλιστα γυναιξίν αὗται γὰρ ὑπὲρ εὐμορφίας καὶ μέλανι χρίονται τὰς ὀφρύας. τοιγάρτοι ἡδονὰς καὶ εὐπραξίας δηλοῦσι. ψιλαὶ δὲ οὐ μόνον ἀπραξίας καὶ ἀηδίας ἀλλὰ καὶ πένθος ἐσόμενον προδηλοῦσιν ἔθος γὰρ παλαιὸν ἐπὶ πένθει τὰς ὀφρύας ψιλοῦσθαι. Ὀξὺ ὁρᾶν τοῖς ὀφθαλμοῖς ἀγαθὸν πᾶαιν ἐπίσης. τὸ δὲ ἀμβλυώττειν ἔνδειαν ἀργυρίου δηλοῖ, ἐπειδὴ καὶ τὰ ὄμματα ψήφους ἔχει· ἀπραξίαν δέ, ὅτι οἱ ἀμβλυώττοντες ἧττον τὰ πρὸ ποδῶν ὁρῶσι. τῷ δὲ παῖδας ἔχοντι σημαίνει τοὺς παῖδας νοσῆσαι· ἐοίκασι γὰρ οἱ ὀφθαλμοὶ παισίν, ὅτι καὶ ποθεινοί εἰσι καὶ τοῦ σώματος ὁδηγοὶ καὶ ἡγεμόνες, ὥσπερ καὶ οἱ παῖδες ἐν γήρᾳ γενομένων τῶν γονέων. τὸ δὲ δοκεῖν τετυφλῶσθαι ἀμφοτέρους τοὺς ὀφθαλμοὺς σημαίνει τοῖς παισὶν ὄλεθρον τοῖς τοῦ ἰδόντος καὶ ἀδελφοῖς καὶ γονεῦσι· παισὶ μὲν διὰ τὸν ἔμπροσθεν λόγον ἀδελφοῖς δέ, p. 27 ὅτι καὶ οἱ ὀφθαλμοὶ ἀδελφοί εἰσιν ἀλλήλων· γονεῦσι δέ, ὅτι καὶ οἱ ὀφθαλμοὶ αἴτιοί εἰσι τοῦ τὸ φῶς ὁρᾶν, ὥσπερ καὶ οἱ γονεῖς. ἡ δὲ τούτων ἀπώλεια τὴν τῶν ὁμοίων ἀπώλειαν προαγορεύει. ἀγαθὸν δὲ τῷ ἐν δεσμοῖς ὄντι τὸ δοκεῖν τυφλούσθαι καὶ τῷ βίῳ ὑπό τινων κατεχομένῳ καὶ τῷ σφόδρα πενομένῳ· ὁ μὲν γὰρ οὐκέτι ὄψεται τὰ περὶ αὐτὸν κακά, ὁ δὲ ἕξει τοὺς ὑπηρετήσοντας αὐτῷ· καὶ γὰρ τῷ τυφλῷ προσίασιν ὑπηρετήσοντες οὐκ ὀλίγοι, αὐτός τε τῶν πόνων ἀποπέπαυται. ἀποδημεῖν δὲ κωλύει τὸ ὄναρ καὶ τὸν ἀπόδημον οὔ φησιν ἐπανήξειν εἰς τὴν ἑαυτοῦ· οὔτε γὰρ τὴν ξένην ἔστιν οὔτε τὴν οἰκείαν ἄνευ ὀμμάτων ἰδεῖν. δεινὸν δὲ καὶ στρατιώτῃ καὶ παντὶ τῷ ἐν αὐλῇ βασιλέως ὄντι. ἀθλητῶν δὲ τοῖς μὲν τὰ βαρέα ἀθλοῦσιν ἧτταν προἀγορεύει, δρομεῦσι δὲ νίκην. οἶδα δέ τινα σταδιέα, ὃς μέλλων ἀγωνίζεσθαι Εὐσέβεια τὰ ἐν Ἰταλίᾳ ἀχθέντα πρῶτον ὑπὸ βασιλέως Ἀντωνίνου ἐπὶ τῷ πατρὶ Ἀδριανῷ ἔδοξε τυφλὸς γεγονέναι, καὶ ἐνίκησεν· ἐπίσης γὰρ τῷ τυφλῷ ὁ προάγων ἐν δρόμῳ οὐκ ἂν ἴδοι τοὺς ἀγωνιστάς. δεινὸν δὲ καὶ κυβερνήταις καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις καὶ μάντεσι τὸ τυφλοῦσθαι πολλάκις ἐπετηρήσαμεν · καὶ εἴ τις ἀπολωλός τι ζητῶν ἴδοι τὸν ὄνειρον τοῦτον, οὐκ ἂν εὕροι, οὐδὲ δραπέτην διώκων καταλάβοι. ποιηταῖς δὲ ἄριστον τὸ τοιοῦτο δεῖ μὲν γὰρ αὐτοῖς πολλῆς ἡσυχίας μέλλουσι ποιήσειν τὰ ἔπη μάλιστα δʼ ἂν οὕτως ἐν ἡσυχίᾳ γένοιντο, εἰ διὰ τὸ μὴ ἔχειν ὄμματα μὴ περιέλκοιντο μήτε ὑπὸ σχημάτων μήτε ὑπὸ χρωμάτων. ὁ μὲν οὖν δεξιὸς πρεσβύτερα πρόσωπα σημαίνει, ὁ δὲ ἀριστερὸς νεώτερα. λόγος δέ τις ἔχει ὡς καὶ ὁ ποιητὴς Ὅμηρος τυφλὸς ἦν. νοσοῦσι δὲ θάνατον πάντοτε προαγορεύει τὸ ὄναρ τοῦτο διὰ τὸ τοῦ p. 28 φωτὸς ἀπεστερῆσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε λέγειν αὐτῷ τινα τῶν ἀξιοπίστων (περὶ δὲ τοῦ τίνες οἱ ἀξιόπιστοι ἐν τῷ, δευτέρῳ βιβλίῳ ἐπιμνησθήσομαι) ‘ὁ πατήρ σου οὐ τέθνηκεν, ἀλλὰ κοιμᾶται.’ τούτου ὁ πατὴρ τυφλὸς ἤδη ἐγεγόνει, καὶ οὐκ εἰς μακρὰν αὐτῷ ἐπεστάλη περὶ τούτου. εἰ δέ τις τὸν ἕτερον τῶν ὀφθαλμῶν τυφλὸς εἶναι δόξειεν, ἀπὸ μέρους τὰ σημαινόμενα γένοιτʼ ἂν αὐτῷ καὶ ὡς εἰπεῖν ἐξ ἡμισείας. ἔτι καὶ τοῦτο χρὴ σκοπεῖν, ὅτι ὁ μὲν δεξιὸς ὀφθαλμὸς σημαίνει υἱὸν καὶ ἀδελφὸν καὶ πατέρα, ὁ δὲ ἀριστερὸς θυγατέρα καὶ ἀδελφὴν καὶ μητέρα δύο δὲ υἱῶν ὄντων θυγατέρων δύο ἢ δύο ἀδελφῶν ὁ μὲν δεξιὸς τὸν πρεσβύτερον υἱὸν ἢ ἀδελφὸν ἢ θυγατέρα τὴν πρεσβυτέραν, ὁ δὲ εὐώνυμος θυγατέρα τὴν νεωτέραν καὶ ἀδελφὸν καὶ υἱὸν τοὺς νεωτέρους. τρεῖς δὲ ἔχειν ὀφθαλμοὶς τέσσαρας ἢ καὶ πλείονας γῆμαι προῃρημένῳ καὶ ἄπαιδι ὁμοίως ἀγαθόν τῷ μὲν γὰρ γυνή, τῷ δὲ παῖς ἔσται καὶ οὕτω περὶ ἓν σῶμα πλείονες ἔσονται ὀφθαλμοί. ἀγαθὸν δὲ καὶ δανειστῇ· πλείονας γὰρ ἕξει ψήφους. χρεώστῃ δὲ πονηρὸν ὁμοίως διὰ τὰς ψήφους. πλουσίῳ δὲ προαγορεύει ἐν πολλῇ φυλακῇ ἑαυτόν τε καὶ τὰ κτήματα ἔχειν διά τινας ἐπιβουλάς· φησὶ γὰρ δεῖν αὐτῷ ὀφθαλμῶν πολλῶν. ἀποδημεῖν δὲ θέλοντι πλάνην προδηλοῖ καὶ πλέοντι παλινδρομίαν διὰ τὸ περιέλκειν τοὺς ὀφθαλμοὺς τοὺς πολλοὺς τὸ φῶς καὶ τὴν αὐγήν. οἶδα δέ τινα, ὃς ἔδοξεν ἔχειν τρεῖς ὀφθαλμούς, καὶ τυφλὸς ἐγένετο, οὐχὶ διὰ τὸν περὶ Κύκλωπα μῦθον, ἀλλὰ διὰ τὸν τρίτον ὀφθαλμόν, ὃς καὶ ἄλλου φωτὸς ἐσήμαινε δεῖσθαι διὰ τὸ μὴ αὔταρκες εἶναι τὸ οἰκεῖον. ἀνδρὶ δὲ πανούργῳ καὶ γυναικὶ ὡραίᾳ πολλοὶ p. 29 ὀφθαλμοὶ πονηροί· ὃν μὲν γὰρ πλείονες ὀφθαλμοὶ τηρήσουσι, περὶ ἣν δὲ πλείονες ἔσονται μοιχοὶ καταφανεῖς. ἔτι δὲ καὶ εἴ τις ἀλλαχόσε ποι τοὺς ὀφθαλμοὺς ἔχειν δόξειεν, εἰ μὲν ἐν ταῖς χερσὶν ἢ τοῖς ποσί, τυφλὸς ἔσται· εἰ δὲ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος, αὐτὸ ἐκεῖνο νοσήσει τὸ μέρος ἢ πληγήσεται, ἵνα ταῖς χερσὶν ἢ τοῖς ποσὶ ψηλαφῶν ὥσπερ βλέπῃ ἢ ἵνα ὥσπερ ὀφθαλμὸν ἔχοντι ἐκείνῳ τῷ μέρει μηδεμίαν ὕλην προσφέρειν δύνηται. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκπεσόντα αὐτοῦ τὰ ὄμματα ἐπὶ τοὺς πόδας πεσεῖν. καὶ τυφλὸς μὲν οὐκ ἐγένετο, τὰς δὲ θυγατέρας αὐτοῦ οἰκέταις συνῴκισε, καὶ οὕτω τὰ κρείττονα τοῖς ἥττοσιν ἐμίγη. ἀλλοτρίους δὲ δοκεῖν ἔχειν ὀφθαλμοὺς τυφλὸν γενέσθαι σημαίνει καὶ ὑπʼ ἄλλου χειραγωγηθῆναι. εἰ δέ τις ἐπίσταται οὗ εἶχε τὰ ὄμματα, τέκνον ἐκείνου ἀναλήψεται. ἢ ἄλλην τινὰ εὐεργεσίαν μεγάλην. ἔλεγε δέ τις ὅτι ποτέ τινι θεασαμένῳ ἐν ὕπνοις ὀφθαλμοὺς κατὰ πάντας τοὺς δακτύλους ἔχειν τῶν χειρῶν αὐτοῦ προεῖπε τύφλωσιν. καὶ οὕτως ἀπέβη διὰ τὸ ἐπίτηδες προπέμπειν τὰς χεῖρας τοὺς πεπηρωμένους.