<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0552.tlg011.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><head>ιά.</head><p>Εἴ κα ἐν κύκλῳ δύο
εὐθεῖαι τέμνωντι ἀλλάλας
ποτʼ ὀρθὰς μὴ διὰ τοῦ
κέντρου οὖσαι, τὰ ἀπὸ
τῶν τμαμάτων τῶν εὐθειῶν
τετράγωνα τῷ ἀπὸ τᾶς διαμέτρου
τοῦ κύκλου ἴσα
ἐντί.</p><p>Ἔστω γὰρ κύκλος ὁ ΑΒΓ,
καὶ δύο εὐθεῖαι αἱ ΑΒ, Γ△
τετμάσθων ποτʼ ὀρθὰς κατὰ

<pb n="153"/>
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12871276"/></figure>
τὸ Ε σαμεῖον· φαμὶ δή, τὰ
ἀπὸ τῶν τμαμάτων τῶν ΑΕ,
ΕΒ, ΓΕ, Ε△ τετράγωνα τῷ
ἀπὸ τᾶς διαμέτρου τοῦ
κύκλου ἴσα ἐστίν.</p><p>Ἄχθω γὰρ διάμετρος τοῦ
induoκύκλου ἁ ΑΖ καὶ ἐπεζεύχθων
αἱ ΑΓ, Α△, ΓΖ, △Β
εὐθεῖαι. Ἐπεὶ οὖν ἐν δυσὶ
τριγώνοις τοῖς Α△Ε, ΑΖΓ
γωνίαι αἱ ὑπὸ ΑΕ△, Α△Ε,
καὶ ΑΓΖ, ΑΖΓ ἴσαι ἀλλάλαις
ἐντὶ ἑκατέρα ἑκατέρᾳ,
λοιπαὶ ἄρα γωνίαι αἱ ὑπὸ
ΓΑΖ, △ΑΕ ἐσσοῦνται ἀλλάλαις
ἴσαι· περιφέρειαι ἄρα
αἱ ΓΖ, △Β ἴσαι ἀλλάλαις
ἐντί, καὶ αἱ ταύτας ὑποτείνουσαι
εὐθεῖαι αἱ ΓΖ, △Β
ἔστι δὲ καὶ τὰ ἀπὸ τῶν △Ε,
ΕΒ τῷ ἀπὸ τᾶς △Β, τουτέστι
τῷ ἀπὸ τᾶς ΓΖ, ἴσον, καὶ
τὰ ἀπὸ τῶν ΑΕ, ΕΓ τῷ
ἀπὸ τᾶς ΓΑ, καὶ τὰ ἀπὸ

<pb n="154"/>
τῶν ΓΖ, ΓΑ τῷ ἀπὸ τᾶς
ΖΑ, τουτέστι τῷ ἀπὸ τᾶς
διαμέτρου, ἴσα· ἐσσοῦνται
ἄρα τὰ ἀπὸ τῶν τμαμάτων
τῶν ΑΕ, ΕΒ, ΓΕ, Ε△ τετράγωνα
τῷ ἀπὸ τᾶς διαμέτρου
ἴσα δέδεικται οὖν τὸ προτεθέν.</p></div><div type="textpart" subtype="chapter" n="12"><head>ιβ΄.</head><p>Εἴ κα ἐκ σαμείου ἐκτὸς
ἁμικυκλίου δύο εὐθεῖαι
ἀχθέωντι ἐπιψαύουσαι αὐτοῦ,
ἀχθέωντι δὲ ἐκ τῶν
σαμείων ἁφᾶς δύο εὐθεῖαι
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12871276"/></figure>
ποτὶ τὰ ἀπεναντίον πέρατα
τᾶς διαμέτρου τέμνουσαι
ἀλλάλας, ἁ ἐκ τοῦ ἐκτὸς
σαμείου ποτὶ τὸ σαμεῖον
τομᾶς τῶν δύο εὐθειῶν
ἀχθεῖσα καὶ ἐκβληθεῖσα
ποτὶ τὰν διάμετρον ἐσσεῖται
ταύτᾳ ποτʼ ὀρθάς.</p><pb n="155"/><p>Ἔστω ἁμικύκλιον τὸ ΑΒ,
σαμεῖον δὲ τι ἐκτὸς αὐτοῦ
τὸ Γ, καὶ ἐκ τοῦ Γ ἄχθων
δύο εὐθεῖαι αἱ Γ△, ΓΕ ἐπίψαύουσαι
αὐτοῦ κατὰ τὰ
△, Ε σαμεῖα, ἐπεζεύχθων
δὲ ἐκ τῶν σαμείων ἁφᾶς
ποτὶ τὰ ἀπεναντίον πέρατα
τᾶς διαμέτρου τὰ Α, Β
εὐθεῖαι αἱ ΕΑ, △Β τέμνουσαι
ἀλλάλας κατὰ τὸ Ζ, καὶ
ἀχθεῖσα ἁ ΓΖ ἐκβεβλήσθω
ἐπὶ τὸ Η σαμεῖον φαμὶ
δή, εὐθεῖα ἁ ΓΗ διαμέτρῳ
τᾷ ΑΒ ἐσσεῖται ποτʼ ὀρθάς.</p><p>Ἐπεζεύχθων γὰρ αἱ Α△,
ΕΒ. Ἐπεὶ οὖν τριγώνου
τοῦ △ΑΒ γωνία ἁ ὑπὸ
Α△Β ὀρθά ἐστιν, λοιπαὶ
ἄρα γωνίαι αἱ ὑπὸ △ΑΒ,
△ΒΑ μιᾷ ὀρθᾷ ἴσαι ἐντί
ἔστι δὲ καὶ γωνία ἁ ὑπὸ
ΑΕΒ μιᾷ ὀρθᾷ ἴσα κοινὰ
ποτικείσθω ἁ ὑπὸ ΖΒΕ
συναμφότερος ἄρα ἁ ὑπὸ
△ΑΒ, ΑΒΕ συναμφοτέρῳ
τᾷ ὑπὸ ΖΒΕ, ΖΕΒ, τουτέστιν
ἐξωτερικᾷ γωνίᾳ τᾷ ὑπὸ
△ΖΕ τριγώνου τοῦ ΖΒΕ
ἐστὶν ἴσα. Καὶ ἐπεὶ εὐθεῖα
ἁ Γ△ ἐπιψαύουσα τοῦ κύκλου
ἐστίν, διᾶκται δὲ ἀπὸ
τοῦ σαμείου ἁφᾶς τοῦ κλου ἁ

<pb n="156"/>
△Β τέμνουσα τὸν κύκλον,
ἐσσεῖται γωνία ἁ ὑπὸ Γ△Β
γωνίᾳ τᾷ ὑπὸ △ΑΒ ἴσα
διὰ τὰ αὐτὰ δὴ καὶ γωνία
ἁ ὑπὸ ΓΕΖ τᾷ ὑπὸ ΕΒΑ
ἐστὶν ἴσα καὶ συναμφότερος
ἄρα γωνία ἁ ὑπὸ ΓΕΖ,
Γ△Ζ τᾷ ὑπὸ △ΖΕ ἐστὶν
ἴσα καὶ δέδεικται παῤ
ἡμῶν ἐν τοῖς Περὶ τετραπλεύρων
ὅτι εἴ κα μεταξὺ
δύο ἰσᾶν εὐθειᾶν τεμνομενᾶν,
οἷον τᾶν Γ△, ΓΕ, δύο
εὐθεῖαι ἀχθέωντι τεμνόμεναί,
οἷον αἱ △Ζ, ΕΖ, γωνία
δὲ ἁ ὑπὸ τούτων περιεχομὲνα,
ὡς ἁ ποτὶ τῷ Ζ,
συναμφοτέρῳ τᾷ ὑπὸ τῶν
δύο τεμνομενᾶν εὐθειᾶν
περιεχομένᾳ, ὡς αἱ ποτὶ
τοῖς Ε, △ σαμείοις, ἴσα
ἐστίν, ἁ ἐπιζευγνυμένα ἐκ
τοῦ σαμείου καθʼ ὃ αἱ δύο
εὐθεῖαι συμβάλλοντι ἐπὶ τὸ
σαμεῖον καθʼ ὃ αὗται τὲμνοντι
ἀλλάλας, ὡς ἁ ΓΖ
εὐθεῖα, ἑκατέρᾳ τᾶν τεμνομενᾶν
εὐθειᾶν, ὡς αἱ Γ△,
ΓΕ, ἐστὶν ἴσα· ἁ ΓΖ εὐθεῖα
ἄρα τᾷ Γ△ ἐστὶν ἴσα καὶ
γωνία ἁ ὑπὸ ΓΖ△ γωνίᾳ τᾷ
ὑπὸ Γ△Ζ, τουτέστι τᾷ ὑπὸ
△ΑΗ· γωνίαι δὲ αἱ ὑπὸ

<pb n="157"/>
ΓΖ△, △ΖΗ δυσὶν ὀρθαῖς
ἴσαι ἐντί· συναμφότερος
ἄρα γωνία ἁ ὑπὸ △ΑΗ, △ΖΗ
δυσὶν ὀρθαῖς ἴσα ἐστίν·
λοιπαὶ ἄρα γωνίαι τετραπλεύρου
τοῦ Α△ΖΗ αἱ ὑπὸ
Α△Ζ, ΑΗΖ δυσὶν ὀρθαῖς
ἴσαι ἐντί· ἔστι δὲ γωνία
ἁ ὑπὸ Α△Β μιᾷ ὀρθᾷ ἴσα
γωνία ἄρα ἁ ὑπὸ ΑΗΓ μιᾷ
ὀρθᾷ ἴσα ἐστίν· ἔστιν ἄρα
εὐθεῖα ἁ △Η διαμέτρῳ τᾷ
ΑΒ ποτʼ ὀρθάς· δέδεικται
οὖν τὸ προτεθέν.</p></div><div type="textpart" subtype="chapter" n="13"><head>ιγ΄.</head><p>Εἴ κα ἐν κύκλῳ δύο
εὐθεῖαι τέμνουσαι ἀλλάλας
μὴ ποτʼ ὀρθὰς ὦσιν, ἁ μὲν
διάμετρος ἁ δὲ οὔ, ἀχθέωντι
δὲ ἀπὸ τῶν περάτων τᾶς
διαμέτρου εὐθεῖαι ποτʼ ὀρθὰς
τᾷ ἄλλᾳ εὐθεία, αἱ
ἀπολαφθεῖσαι ἀπὸ τῶν
περάτων τᾶς διαμέτρου
εὐθεῖαι ἴσαι ἀλλάλαις ἐντί.</p><p>Ἔστω κύκλος ὁ ΑΒΓ καὶ
ἐν αὐτῷ δύο εὐθεῖαι τέμνουσαι
ἀλλάλας μὴ ποτʼ ὀρθὰς
αἱ ΑΒ, Γ△, ἇν ἁ ΑΒ διάμετρος
τοῦ κύκλου, καὶ ἀπὸ
τῶν περάτων τᾶς διαμέτρου

<pb n="158"/>
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12871276"/></figure>
τῶν Α, Β ἄχθωσαν τᾷ
Γ△ ποτʼ ὀρθὰς εὐθεῖαι αἱ
ΑΕ, ΒΖ φαμὶ δή, αἱ ἀπὸ
τῶν περάτων τᾶς διαμέτρου
ἀπολαφθεῖσαι εὐθεῖαι αἱ ΓΖ,
△Ε ἴσαι ἀλλάλαις ἐντί.</p><p>Ἐπεζεύχθω γὰρ ἁ ΕΒ
καὶ ἀπὸ κέντρου τοῦ κύκλου
τοῦ Ι τᾷ Γ△ ἄχθω ποτʼ ὀρθὰς
εὐθεῖα ἁ ΙΗ καὶ ἐκβληθεῖσα
συμβαλλέτω τᾷ ΕΒ κατὰ
τὸ Θ σαμεῖον.</p><p>Ἐπεὶ οὖν εὐθεῖα ἁ ΙΗ
παρὰ τὰν ΑΕ ἐστίν, ἁ δὲ ΒΙ
τᾷ ΙΑ ἴσα, εὐθεῖα ἄρα ἁ ΒΘ
τᾷ ΘΕ ἐστὶν ἴσα. Πάλιν, ἐπεὶ
ἁ ΒΖ παρὰ τὰν ΘΗ ᾖ, ἐστίν
εὐθεῖα ἄρα ἁ ΖΗ εὐθείᾳ τᾷ
ΗΕ ἐστὶν ἴσα ἔστι δὲ καὶ ἁ
ΗΓ τᾷ Η△ ἴσα· κοινὰ
ἀφαιρήσθω ἁ ΖΗ, τουτέστιν
ἁ ΗΕ· λοιπὰ ἄρα ἁ ΖΓ
λοιπᾷ τᾷ Ε△ ἐστὶν ἴσα·
φανερὸν οὖν ὃ ἔδει δεῖξαι.</p></div><pb n="159"/><div type="textpart" subtype="chapter" n="14"><head>ιδ΄.</head><p>Εἴ κα ἐν ἁμικυκλίῳ ἀπὸ
τῶν περάτων τᾶς διαμέτρου
δύο ἴσα τμάματα λαφθέωντι
καὶ ἀπὸ τούτων ἁμικύκλια
ἐντὸς γραφέωντι, γραφῇ δὲ
ἀπὸ τοῦ λοιποῦ τμάματος
τᾶς διαμέτρου ἁμικύκλιον
ἐκτός, ὁ κύκλος, οὗ διάμετρος
συναμφότερος ἁ ἐκ
τοῦ κέντρου τοῦ ἁμικυκλίου
καὶ ἁ ἐκ τοῦ κέντρου τοῦ
ἐκτός, χωρίῳ τῷ περιεχομένῳ
ὑπὸ τῶν περιφερειῶν
τῶν ἁμικυκλίων, ὅπερ σελήνιον
καλείσθω, ἴσος ἐστίν.</p><p>Ἔστω ἁμικύκλιον, οὗ διάμετρος
ἁ ΑΒ, καὶ ἀπὸ τῶν
περάτων τᾶς διαμέτρου τῶν
Α, Β δύο τμάματα ἴσα
ἀλλάλοις λελάφθω τὰ ΑΓ,
Β△, γεγράφθω δὲ ἀπὸ τῶν
τμαμάτων δύο ἁμικύκλια
ἐντός, καὶ ἀπὸ τοῦ λοιποῦ
τμάματος τοῦ Γ△ γεγράφθω
ἁμικύκλιον ἐκτός, διὰ κέντρου
δὲ τοῦ ἀμικυκλίου
τοῦ Ε διαμέτρῳ τᾷ ΑΒ ἄχθω
ποτʼ ὀρθὰς εὐθεῖα ἁ ΕΖ
καὶ ἐκβεβλήσθω ἐπὶ τὸ Η
σαμεῖον· φαμὶ δή, ὁ κύκλος,

<pb n="160"/>
οὗ διάμετρος ἁ ΖΗ, χωρίῳ
τῷ περιεχομένῳ ὑπὸ τῶν
περιφερειῶν τῶν ἁμικυκλίων,
ὅπερ σελήνιον καλείσθω,
ἴσος ἐστίν.</p><figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12871276"/></figure><p>Ἐπεὶ γὰρ εὐθεῖα· γραμμὰ
ἁ △Γ δίχα τέτμαται κατὰ
τὸ Ε σαμεῖον, ποτίκειται
δὲ αὐτᾷ εὐθεῖα ἐπʼ εὐθείας
ἁ ΓΑ, τὸ ἀπὸ τᾶς △Α καὶ
τὸ ἀπὸ τᾶς ποτικειμένας
τᾶς ΓΑ τὰ συναμφότερα
τετράγωνα διπλασίονά ἐντι
τοῦ τε ἀπὸ τᾶς ἁμισείας τᾶς
△Ε καὶ τοῦ ἀπὸ τᾶς ΕΑ
τετραγώνου. Ἔστι δὲ ἁ ΖΗ
τᾷ △Α ἴσα ἔστιν ἄρα
καὶ τὰ ἀπὸ τῶν ΖΗ, ΓΑ
διπλασίονα τοῦ τε ἀπὸ τᾶς
△Ε καὶ τοῦ ἀπὸ τᾶς ΕΑ.
Καὶ ἐπεὶ ἁ ΑΒ τᾶς ΑΕ
διπλασίων ἐστὶ καὶ ἁ Γ△

<pb n="161"/>
τᾶς △Ε, ἐσσεῖται καὶ τὰ ἀπὸ
τῶν ΑΒ, Γ△ τοῖς ἀπὸ τῶν
△Ε, ΕΑ τετραπλασίονα,
τουτέστι τοῖς ἀπὸ τῶν ΖΗ,
ΓΑ διπλασίονα· κύκλοι
ἄρα, ὧν διάμετροι αἱ ΑΒ,
△Γ εὐθεῖαι, κύκλων, ὧν
διάμετροι αἱ ΖΗ, ΓΑ, διπλασίονές
ἐντι· ἁμικύκλια ἄρα,
ὧν διάμετροι αἱ ΑΒ, △Γ
εὐθεῖαι, κύκλοις, ὧν διάμετροι
αἱ ΖΗ, ΓΑ, ἴσα
ἐστίν· κοινὸν ἀφαιρήσθω
κύκλος, οὗ διάμετρος ἁ ΑΓ,
τουτέστι δύο ἁμικύκλια, ὧν
διάμετροι αἱ ΑΓ, △Β· λοιπὸν
ἄρα χωρίον τὸ ὑπὸ τῶν
περιφερειῶν τῶν ἁμικυκλίων
περιεχόμενον, ὅπερ σελήνιον
καλεῖται, κύκλῳ, οὗ
διάμετρος ἁ ΖΗ, ἴσον ἐστίν·
δῆλον οὖν τὸ προτεθέν.</p></div><div type="textpart" subtype="chapter" n="15"><head>ιε΄.</head><p>Ἔστω ἁμικύκλιον τὸ ΑΒ
καὶ ἁ ΑΓ πλευρὰ τοῦ
ἐγγεγραμμένου ἰσοπλεύρου
τε καὶ ἰσογωνίου πενταγώνου,
τετμάσθω δὲ περιφέρεια
ἁ ΑΓ δίχα κατὰ τὸ
△, ἐπιζευχθεῖσα δὲ ἁ Γ△
ἐκβεβλήσθω ἐπὶ τὸ Ε, καὶ

<pb n="162"/>
ἀπὸ τοῦ △ σαμείου διάχθω
ἁ △Β τέμνουσα πλευρὰν
τὰν ΑΓ κατὰ τὸ Ζ, καὶ ἀπὸ
τοῦ Ζ ἄχθω τᾷ ΑΒ ποτʼ
ὀρθὰς ἁ ΖΗ φαμὶ δή,
εὐθεῖα ἁ ΕΗ τᾷ ἐκ τοῦ
κέντρου τοῦ κύκλου ἴσα
ἐστίν.</p><p>Ἐπεζεύχθω γὰρ ἁ ΓΒ,
καὶ ἔστω κέντρον τοῦ κύκλου
τὸ Θ σαμεῖον, καὶ
ἄχθωσαν αἱ Θ△, △Η, Α△
εὐθεῖαι. Ἐπεὶ οὖν γωνία ἁ
ὑπὸ ΑΒΓ δύο πέμπτα ὀρθᾶς
ἐστιν, γωνία ἁ ὑπὸ ΓΒ△,
τουτέστι ἁ ὑπὸ △ΒΑ, ἓν
πεμπταμόριον ὀρθᾶς ἐστιν·
γωνία ἄρα ἁ ὑπὸ △ΘΑ δύο
πέμπτα ὀρθᾶς ἐστιν. Καὶ
ἐπεὶ ἐν δυσὶ τριγώνοις τοῖς
ΓΒΖ, ΗΒΖ δύο γωνίαι αἱ
ποτὶ τῷ Β ἴσαι ἀλλάλαις
ἐντί, ὀρθαὶ δὲ αἱ ποτὶ τὰ Η,
Γ σαμεῖα, κοινὰ δὲ πλευρὰ
ἁ ΒΖ, ἐσσεῖται ἄρα καὶ

<pb n="163"/>
βάσις ἁ ΒΓ βάσει τᾷ ΒΗ
ἴσα. Πάλιν ἐπεὶ ἐν δυσὶ
τριγώνοις τοῖς ΓΒ△, ΗΒ△
δύο πλευραὶ αἱ ΓΒ, ΒΗ
ἴσαι ἀλλάλαις ἐντί, γωνίαι
δὲ αἱ ποτὶ τῷ Β ἴσαι, κοινὰ
δὲ πλευρὰ ἁ Β△, ἐσσεῖται
ἄρα γωνία ἁ ὑπὸ ΒΓ△ γωνίᾳ
τᾷ ὑπὸ ΒΗ△, τουτέστιν
ἐπιπέμπτῳ ὀρθᾶς, ἴσα· ἔστι
BD δὲ ἑκατέρα τῶν ὑπὸ ΒΓ△,
ΒΗ△ γωνιῶν γωνίᾳ τᾷ ἐκτὸς
τοῦ ἐν τῷ κύκλῳ τετραπλεύτοῦ
ῥοῦ ΒΑ△Γ, τουτέστι
τᾷ △ΑΕ, ἴσα γωνία ἄρα ἁ
ὑπὸ △ΑΒ γωνίᾳ τᾷ ὑπὸ
△ΗΑ ἔστιν ἴσα, καὶ πλευρὰ
ἁ △Α τᾷ △Η. Καὶ ἐπεὶ
γωνία ἁ ὑπὸ △ΘΗ βε΄ ὀρθᾶς
ἐστι καὶ ἁ ὑπὸ △ΗΘ ἐπίπεμπτος
ὀρθᾶς, γωνία ἄρα
ἁ ὑπὸ Θ△Η βέ ὀρθᾶς
ἐστιν πλευρὰ ἄρα ἁ △ Η
πλευρᾷ τᾷ ΗΘ ἐστὶν ἴσα.
Πάλιν, ἐπεὶ γωνία ἁ ὑπὸ
Α△Ε τοῦ ἐν τῷ κύκλῳ
τετραπλεύρου τοῦ Α△ΓΒ
ἐκτός ἐστιν, ἐσσεῖται ἄρα
γωνία ἁ ὑπὸ Α△Ε γωνίᾳ
τᾷ ὑπὸ ΑΒΓ ἴσα· ἔστι
δὲ γωνία ἁ ὑπὸ ΑΒΓ βγ΄
ὀρθᾶς γωνία ἄρα ἁ ὑπὸ
Α△Ε γωνίᾳ τᾷ ὑπὸ Η△Θ

<pb n="164"/>
ἐστὶν ἴσα. Καὶ ἐπεὶ ἐν δυσὶ
τριγώνοις τοῖς Ε△Α, Θ△Η
δύο γωνίαι αἱ ὑπὸ Ε△Α,
△ΑΕ δυσὶ ταῖς ὑπὸ Θ△Η.
△ΗΘ ἑκατέρα ἑκατέρᾳ ἴσαι
ἐντί, βάσις δὲ ἁ △Α βάσει
τᾷ △Η ἴσα, πλευρὰ ἄρα ἁ
ΕΑ πλευρᾷ τᾷ ΘΗ ἴσα ἐστίν.
Κοινὰ ποτικείσθω ἁ ΑΗ
εὐθεῖα ἄρα ἁ ΕΗ εὐθείᾳ τᾷ
ΑΘ, τουτέστι τᾷ ἐκ τοῦ
κέντρου τοῦ κύκλου, ἴσα
ἐστίν· δέδεικται οὖν τὸ
προτεθέν.</p><p>ΠΟΡΙΣΜΑ</p><p>Ἐκ τούτου δὴ φανερὸν
ὅτι εὐθεῖα ἁ △Ε τᾷ ἐκ τοῦ
κέντρου τοῦ κύκλου ἐστὶν
ἴσα. Ἐπεὶ γὰρ γωνία ἁ
ὑπὸ △ΑΕ γωνίᾳ τᾷ ὑπὸ
△ΗΘ ἴσα ἐστίν, ἐσσεῖται καὶ
πλευρὰ ἁ △Θ πλευρᾷ τᾷ
△Ε, τουτέστι τᾷ ΑΘ, ἴσα.</p><p>ΠΟΡΙΣΜΑ</p><p>Καὶ ἔτι δῆλον ὅτι εὐθεῖα
ἁ ΑΓ ἄκρον καὶ μέσον
τέτμαται κατὰ τὸ △ σαμεῖον
τμᾶμα δὲ τὸ △Ε τὸ μεῖζόν
ἐστιν, ἐπεὶ ἁ Ε△ πλευρὰ
τοῦ ἑξαγώνου, ἁ δὲ △Γ
πλευρὰ τοῦ δεκαγώνου τῶν
ἐν τῷ κύκλῳ ἐγγραφομένων.</p></div></div></body></text></TEI>