<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0552.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="pr2"><head>ΠΡΟΛΑΜΒΑΝΟΜΕΝΑ</head><p>Ἐὰν ἀπὸ μεγέθους μέγεθος ἀφαιρεθῇ, <add cause="omitted">τὸ δὲ αὐτὸ
σημεῖον κέν</add>τρον τοῦ βάρους <add cause="omitted">ᾖ τοῦ τε ὅλου</add> καὶ

<pb n="85"/>
τοῦ ἀφαιρουμένου, <add cause="omitted">τοῦ</add> λοιποῦ τὸ αὐτὸ σημεῖον <add cause="omitted">κέντρον</add>
ἐστὶ τοῦ βάρους.</p><p><add cause="omitted">Ἐὰν ἀπὸ μεγέ</add>θους μέγεθο<add cause="omitted">ς ἀφαιρεθῇ, ἦ δὲ</add> μὴ τὸ
αὐτὸ σημεῖον κέντρον τοῦ βάρους τοῦ τε ὅλου μεγέθους
<lb n="5"/> καὶ τοῦ ἀφαιρουμένου μεγέθους, τὸ κέντρον ἐστὶ τοῦ
βάρους τοῦ λοιποῦ μεγέθους ἐπὶ τῆς <add cause="omitted">εὐθείας</add> τῆς
ἐπιζευγνυούσης τὰ κέντρα τοῦ βάρους τοῦ τε ὅλου <add cause="omitted">καὶ
τοῦ ἀφαιρουμέ</add>νου ἐκβεβλημένης καὶ ἀφαιρεθείσης
ἀπʼ αὐτῆς πρὸς τὴν μεταξὺ τῶν εἰρημένων κέντρων τοῦ
<lb n="10"/> βάρους τοῦτον ἐχούσης τὸν λόγον, ὃν ἔχει τὸ βάρος
τοῦ ἀφαιρουμένου μεγέθους πρὸς τὸ <del>λοιπὸν</del> βάρος
τοῦ λοιποῦ μεγέθους.</p><p>Ἐὰν ὁποσωνοῦν μεγεθέων τὸ κέντρον τοῦ βάρους
ἐπὶ τῆς αὐτῆς εὐθείας ᾖ, καὶ τοῦ ἐκ πάντων συγκειμένου
<lb n="15"/> μεγέθους τὸ κέντρον ἔσται ἐπὶ τῆς αὐτῆς εὐθείας.</p><p>Πάσης εὐθείας τὸ κέντρον ἐστὶ τοῦ βάρους ἡ διχοτομία
τῆς εὐθείας.</p><p>Παντὸς τριγώνου τὸ κέντρον ἐστὶν τοῦ βάρους τὸ
σημεῖον, καθʼ ὃ αἱ ἐκ τῶν γωνιῶν τοῦ τριγώνου ἐπὶ μέσας
<lb n="20"/> τὰς πλευρὰς ἀγόμεναι εὐθεῖαι τέμνουσιν ἀλλήλας.</p><p>Παντὸς παραλληλογράμμου τὸ κέντρον ἐστὶν <add cause="omitted">τοῦ</add>
βάρους τὸ σημεῖον, καθʼ ὃ αἱ διάμετροι συμπίπτουσιν.</p><p><add cause="omitted">Κύκλου</add> τὸ κέντρον τοῦ βάρους ἐστὶν ὃ καὶ <add cause="omitted">τοῦ
κύκλου</add> ἐστὶ κέντρον.</p><lb n="25"/><p> Παντὸς κυλίνδρου τὸ κέντρον τοῦ βάρους ἐστὶν ἡ
διχοτομία τοῦ ἄξονος.</p><p>Παντὸς πρίσματος τὸ κέντρον ἐστὶ τοῦ βάρους ἡ διχοτομία
τοῦ ἄξονος.</p><p>Παντὸς κώνου τὸ κέντρον ἐστὶν τοῦ βάρους ἐπὶ τοῦ
<lb n="30"/> ἄξονος διαιρεθέντος οὕτως, ὥστε τὸ πρὸς τῇ κορυφῇ
τμῆμα τριπλάσιον εἶναι τοῦ λοιποῦ.</p><pb n="86"/><p>Χρησόμεθα δὲ καὶ <del>ἐν τῷ προγεγραμμένῳ Κωνοειδῶν</del>
τῷδε τῷ θεωρήματι· Ἐὰν ὁποσαοῦν μεγέθη ἄλλοις
μεγέθεσιν ἴσοις τὸ πλῆθος κατὰ δύο τὸν αὐτὸν ἔχῃ λόγον
τὰ ὁμοίως τεταγμένα, ᾖ δὲ τὰ πρῶτα μεγέθη πρὸς ἄλλα
<lb n="5"/> μεγέθη ἐν λόγοις ὁποιοισοῦν, ἢ τὰ πάντα ἤ τινα αὐτῶν,
καὶ τὰ ὕστερον μεγέθη πρὸς ἄλλα μεγέθη τὰ ὁμόλογα
ἐν τοῖς αὐτοῖς λόγοις ᾖ, πάντα τὰ πρῶτα μεγέθη πρὸς
πάντα τὰ λεγόμενα τὸν αὐτὸν ἔχει λόγον, ὃν ἔχει πάντα
τὰ ὕστερον πρὸς πάντα τὰ λεγόμενα.</p></div></div></body></text></TEI>