<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0552.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="pr1"><pb n="82"/><head>ΠΡΟΣ ΕΡΑΤΟΣΘΕΝΗΝ ΕΦΟΔΟΣ </head><p>Ἀρχιμήδους Περὶ τῶν μηχανικῶν θεωρημάτων
<lg><l rend="indent">πρὸς Ἐρατοσθένην ἔφοδος</l></lg></p><p>Ἀρχιμήδης Ἐρατοσθένει εὖ πράττειν.</p><p>Ἀπέστειλά σοι πρότερον τῶν εὑρημένων θεωρημάτων
<lb n="5"/> ἀναγράψας αὐτῶν τὰς προτάσεις φάμενος εὑρίσκειν
ταύτας τὰς ἀποδείξεις, ἃς οὐκ εἶπον ἐπὶ τοῦ παρόντος
ἦσαν δὲ τῶν ἀπεσταλμένων θεωρημάτων αἱ προτάσεις
αἵδε · τοῦ μὲν πρώτου· ἐὰν εἰς πρίσμα ὀρθὸν παραλληλόγραμμον
ἔχον βάσιν κύλινδρος ἐγγραφῇ τὰς μὲν
<lb n="10"/> βάσεις ἔχων ἐν τοῖς ἀπεναντίον παραλληλογράμμοις,
τὰς δὲ πλευρὰς ἐπὶ τῶν λοιπῶν τοῦ πρίσματος ἐπιπέδων,
καὶ διά τε <add cause="omitted">τοῦ κέντρου τοῦ κύκλου,</add> ὅς ἐστι βάσις τοῦ
κυλίνδρου, καὶ μιᾶς πλευρᾶς τοῦ τετραγώνου τοῦ ἐν τῷ
κατεναντίον ἐπιπέδῳ ἀχθῇ ἐπίπεδον, τὸ ἀχθὲν ἐπιπίπεδον
<lb n="15"/> ἀποτεμεῖ τμῆμα ἀπὸ τοῦ κυλίνδρου, ὅ ἐστι περιεχόμενον
ὑπὸ δύο ἐπιπέδων καὶ ἐπιφανείας κυλίνδρου, ἑνὸς μὲν
τοῦ ἀχθέντος, ἑτέρου δὲ ἐν ᾧ ἡ βάσις ἐστὶν τοῦ κυλίνδρου,
τῆς δὲ ἐπιφανείας τῆς μεταξὺ τῶν εἰρημένων ἐπιπέδων,
τὸ δὲ ἀποτμηθὲν ἀπὸ τοῦ κυλίνδρου τμῆμα ἕκτον μέρος
<lb n="20"/> ἐστὶ τοῦ ὅλου πρίσματος. Τοῦ δὲ ἑτέρου θεωρήματος ἡ
πρότασις ἥδε ἐὰν εἰς κύβον κύλινδρος ἐγγραφῇ τὰς
μὲν βάσεις ἔχων πρὸς τοῖς κατεναντίον παραλληλογράμμοις,

<pb n="83"/>
τὴν δὲ ἐπιφάνειαν τῶν λοιπῶν τεσσάρων ἐπιπέδων
ἐφαπτομένην, ἐγγραφῇ δὲ καὶ ἄλλος κύλινδρος εἰς τὸν
αὐτὸν κύβον τὰς μὲν βάσεις ἔχων ἐν ἄλλοις παραλληλογράμμοις,
τὴν δὲ ἐπιφάνειαν τῶν λοιπῶν τεσσάρων
<lb n="5"/> ἐπιπέδων ἐφαπτομένην, τὸ περιληφθὲν σχῆμα ὑπὸ τῶν
ἐπιφανειῶν τῶν κυλίνδρων, ὅ ἐστιν ἐν ἀμφοτέροις τοῖς
κυλίνδροις, δίμοιρόν ἐστι τοῦ ὅλου κύβου. Συμβαίνει δὲ
ταῦτα τὰ θεωρήματα διαφέρειν τῶν πρότερον εὑρημένων
ἐκεῖνα μὲν γὰρ τὰ σχήματα, τά τε κωνοειδῆ καὶ σφαιροειδῆ
<lb n="10"/> καὶ τὰ τμήματα <add cause="omitted">αὐτῶν, τῷ μεγέθει σχήμασι</add> κώνων
καὶ κυλίνδρων συνεκρίναμεν, ἐπιπέδοις δὲ περιεχομένῳ
στερεῷ σχήματι οὐδὲν αὐτῶν ἴσον ἐὸν εὕρηται, τούτων
δὲ τῶν σχημάτων τῶν δυσὶν ἐπιπέδοις καὶ ἐπιφανείαις
κυλίνδρων ἕκαστον ἑνὶ τῶν ἐπιπέδοις περιεχομένων
<lb n="15"/> στερεῶν σχημάτων ἴσον εὑρίσκεται.</p><p>Τούτων δὴ τῶν θεωρημάτων τὰς ἀποδείξεις ἐν τῷδε
τῷ βιβλίῳ γράψας ἀποστελῶ σοι.</p><p>Ὁρῶν δέ σε, καθάπερ λέγω, σπουδαῖον καὶ φιλοσοφίας
προεστῶτα ἀξιολόγως καὶ τὴν ἐν τοῖς μαθήμασιν κατὰ
<lb n="20"/> τὸ ὑποπίπτον θεωρίαν τετιμηκότα ἐδοκίμασα γράψαι
σοι καὶ εἰς τὸ αὐτὸ βιβλίον ἐξορίσαι τρόπου τινὸς ἰδιότητα,
καθʼ ὅν σοι παρεχόμενον ἔσται λαμβάνειν ἀφορμὰς εἰς τὸ
δύνασθαί τινα τῶν ἐν τοῖς μαθήμασι θεωρεῖν διὰ τῶν
μηχανικῶν. Τοῦτο δὲ πέπεισμαι χρήσιμον εἶναι οὐδὲν
<lb n="25"/> ἦσσον καὶ εἰς τὴν ἀπόδειξιν αὐτῶν τῶν θεωρημάτων.
Καὶ γάρ τινα τῶν πρότερόν μοι φανέντων μηχανικῶς
ὕστερον γεωμετρικῶς ἀπεδείχθη διὰ τὸ χωρὶς ἀποδείξεως
εἶναι τὴν διὰ τούτου τοῦ τρόπου θεωρίαν ἑτοιμότερον

<pb n="84"/>
γάρ ἐστι προλαβόντα διὰ τοῦ τρόπου γνῶσίν τινα τῶν
ζητημάτων πορίσασθαι τὴν ἀπόδειξιν μᾶλλον ἢ μηδενὸς
ἐγνωσμένου ζητεῖν. <add cause="omitted"><gap reason="omitted"/> Διόπερ καὶ τῶν θεωρη</add>μάτων
τούτων, ὧν Εὔδοξος ἐξηύρηκεν πρῶτος τὴν ἀπόδειξιν,
<lb n="5"/> περὶ τοῦ κώνου καὶ τῆς πυραμίδος, ὅτι τρίτον μέρος
ὁ μὲν κῶνος τοῦ κυλίνδρου, ἡ δὲ πυραμὶς τοῦ πρίσματος,
τῶν βάσιν ἐχόντων τὴν αὐτὴν καὶ ὕψος ἴσον, οὐ μικρὰν
ἀπονείμαι ἄν τις Δημοκρίτῳ μερίδα πρώτῳ τὴν ἀπόφασιν
τὴν περὶ τοῦ εἰρημένου σχήματος χωρὶς ἀποδείξεως
<lb n="10"/> ἀποφηναμένῳ. Ἡμῖν δὲ συμβαίνει καὶ τοῦ νῦν ἐκδιδομένου
θεωρήματος τὴν εὕρεσιν ὁμοίαν ταῖς πρότερον γεγενῆσθαι
ἠβουλήθην δὲ τὸν τρόπον ἀναγράψας ἐξενεγκεῖν ἅμα
μὲν καὶ διὰ τὸ προειρηκέναι ὑπὲρ αὐτοῦ, μή τισιν δοκῶμεν
κενὴν φωνὴν καταβεβλῆσθαι, ἅμα δὲ καὶ πεπεισμένος
<lb n="15"/> εἰς τὸ μάθημα οὐ μικρὰν ἂν συμβαλέσθαι χρείαν ὑπολαμβάνω
γάρ τινας ἢ τῶν ὄντων ἢ ἐπιγινομένων διὰ
τοῦ ἀποδειχθέντος τρόπου καὶ ἄλλα θεωρήματα οὔπω
ἡμῖν συνπαραπεπτωκότα εὑρήσειν.</p><p>Γράφομεν οὖν πρῶτον τὸ καὶ πρῶτον φανὲν διὰ τῶν
<lb n="20"/> μηχανικῶν, ὅτι πᾶν τμῆμα ὀρθογωνίου κώνου τομῆς
ἐπίτριτόν ἐστιν τριγώνου τοῦ βάσιν ἔχοντος τὴν αὐτὴν
καὶ ὕψος ἴσον, μετὰ δὲ τοῦτο ἕκαστον τῶν διὰ τοῦ αὐτοῦ
τρόπου θεωρηθέντων ἐπὶ τέλει δὲ τοῦ βιβλίου γράφομεν
τὰς γεωμετρι <add cause="omitted">κὰς ἀποδείξεις ἐκείνων τῶν θεωρημάτων,
<lb n="25"/> ὧν τὰς προ</add>τάσεις ἀπεστείλαμέν <add cause="omitted">σοι πρότερον</add>.</p></div></div></body></text></TEI>