<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0552.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><head>ς΄.</head><lb n="15"/><p> Παντὸς ἡμισφαιρίου τὸ κέντρον <add cause="omitted">τοῦ βάρους ἐπὶ τῆς
εὐθείας ἐστίν, ἥ</add> ἐστιν ἄξων αὐτοῦ, τμηθείσης οὕτως,
ὥστε τὸ τμῆμα αὐτῆς τὸ πρὸς τῇ ἐπιφανείᾳ τοῦ ἡμισφαιρίου
πρὸς τὸ λοιπὸν τμῆμα τοῦτον ἔχειν τὸν λόγον,
ὃν ἔχει τὰ πέντε πρὸς τὰ τρία.</p><figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12871276"/></figure><pb n="103"/><p>Ἔστω σφαῖρα καὶ τετμήσθω ἐπιπέδῳ διὰ τοῦ κέντρου,
καὶ γενέσθω ἐν τῇ ἐπιφανείᾳ τομὴ ὁ ΑΒΓ△ κύκλος,
διάμετροι δὲ ἔστωσαν τοῦ κύκλου πρὸς ὀρθὰς ἀλλήλαις
αἱ ΑΓ, Β△, ἀπὸ δὲ τῆς Β△ ἐπίπεδον ἀνεστάτω ὀρθὸν πρὸς
<lb n="5"/> τὴν ΑΓ, καὶ ἔστω κῶνος βάσιν μὲν ἔχων τὸν περὶ διάμετρον
τὴν Β△ κύκλον, κορυφὴν δὲ τὸ Α σημεῖον, πλευραὶ δὲ
ἔστωσαν τοῦ κώνου αἱ ΒΑ, Α△, καὶ ἐκβεβλήσθω ἡ ΓΑ,
καὶ κείσθω τῇ ΓΑ ἴση ἡ ΑΘ, καὶ νοείσθω ζυγὸς ἡ ΘΓ
εὐθεῖα, μέσον δὲ αὐτοῦ τὸ Α, καὶ ἤχθω τις ἐν τῷ ΒΑ△
<lb n="10"/> ἡμικυκλίῳ ἡ ΞΟ παράλληλος οὖσα τῇ Β△, τεμνέτω δὲ
αὕτη τὴν μὲν τοῦ ἡμικυκλίου περιφέρειαν κατὰ τὰ Ξ, Ο,
τὰς δὲ τοῦ κώνου πλευρὰς κατὰ τὰ Π, Ρ σημεῖα, τὴν δὲ
ΑΓ κατὰ τὸ Ε, καὶ ἀπὸ τῆς ΞΟ ἐπίπεδον ἀνεστάτω ὀρθὸν
πρὸς τὴν ΑΕ· ποιήσει δὴ τοῦτο ἐν μὲν τῷ ἡμισφαιρίῳ
<lb n="15"/> τομὴν κύκλον, οὗ διάμετρος ἡ ΞΟ, ἐν δὲ τῷ κώνῳ τομὴν
κύκλον, οὗ διάμετρος ἡ ΠΡ.</p><p>Καὶ ἐπεί ἐστιν ὡς ἡ ΑΓ πρὸς ΑΕ, τὸ ἀπὸ ΞΑ πρὸς τὸ
ἀπὸ ΑΕ, τῷ δὲ ἀπὸ ΞΑ ἴσα τὰ ἀπὸ <add cause="omitted">ΑΕ, EΞ, τῇ δὲ ΑΕ
ἴση ἡ ΕΠ, ὡς ἄρα ἡ ΑΓ</add> πρὸς ΑΕ, οὕτως τὰ ἀπὸ ΞΕ, EΠ
<lb n="20"/> πρὸς τὸ ἀπὸ ΕΠ. Ὡς δὲ τὰ ἀπὸ ΞΕ, ΕΠ πρὸς τὸ ἀπὸ ΕΠ,
οὕτως ὁ κύκλος ὁ περὶ διάμετρον τὴν ΞΟ καὶ ὁ κύκλος
ὁ περὶ διάμετρον τὴν ΠΡ πρὸς τὸν κύκλον τὸν περὶ διάμετρον
τὴν ΠΡ, καί ἐστιν ἡ ΓΑ τῇ ΑΘ ἴση ὡς ἄρα ἡ
ΘΑ πρὸς ΑΕ, οὕτως ὁ κύκλος ὁ περὶ διάμετρον τὴν ΞΟ
<lb n="25"/> καὶ ὁ κύκλος ὁ περὶ διάμετρον τὴν ΠΡ πρὸς τὸν κύκλον
τὸν περὶ διάμετρον τὴν ΠΡ. Ἰσορροπήσουσιν ἄρα περὶ τὸ
Α σημεῖον ἀμφότεροι οἱ κύκλοι, ὧν εἰσι διάμετροι αἱ
ΞΟ, ΠΡ, αὐτοῦ μένοντες τῷ κύκλῳ, οὗ διάμετρος ἡ ΠΡ,
μετενεχθέντι καὶ τεθέντι κατὰ τὸ Θ οὕτως, ὥστε κέντρον

<pb n="104"/>
εἶναι αὐτοῦ τοῦ βάρους τὸ Θ. Ἐπεὶ οὖν ἀμφοτέρων μὲν
τῶν κύκλων, ὧν εἰσι διάμετροι αἱ ΞΟ, ΠΡ, αὐτοῦ μενόντων
κέντρον τοῦ βάρους ἐστὶν <add cause="omitted">τὸ Ε, τοῦ δὲ κύκλου, οὗ ἐστι
διάμετρος ἡ ΠΡ, μετενεχθέντος τὸ Θ, ἔστιν ὡς ἡ ΕΑ πρὸς
<lb n="5"/> ΑΘ, οὕτως ὁ κύκλος, οὗ διάμετρος ἡ ΠΡ, πρὸς τοὺς
κύκλους, ὧν διάμετροι αἱ</add> ΞΟ, <add cause="omitted">ΠΡ. Ὁμοίως δὲ καὶ ἐὰν
ἄλλη τις ἀχθῇ ἐν τῇ τοῦ ὀρθογωνίου κώνου τομῇ παράλληλος
τῇ</add> Β<add cause="omitted">Η</add>△, καὶ <add cause="omitted">ἀπὸ τῆς ἀχθείσης ἐπίπεδον
ἀναστα</add>θῇ ὀρθὸν πρὸς <add cause="omitted">τὴν ΑΓ</add>, ἰσορροπ<add cause="omitted">ήσουσιν</add>
<lb n="10"/> περὶ τὸ Α <add cause="omitted">σημεῖον</add> ἀμφότερ<add cause="omitted">οι οἱ κύκλοι ὅ τε ἐν τῷ
ἡμισφαιρίῳ γενό</add>μεν<add cause="omitted">ος</add> κ<add cause="omitted">αὶ ὁ ἐν τῷ κών</add>ῳ αὐ<add cause="omitted">τοῦ
μένοντες τῷ γ</add>ενομένῳ <add cause="omitted">κύκλῳ ἐν τῷ κώνῳ</add> μετενεχθέντι
<add cause="omitted">καὶ</add> τε<add cause="omitted">θέντι τοῦ</add> ζυγοῦ κατὰ τὸ Θ. <add cause="omitted">Συμπληρωθέντων
οὖν ὑπὸ τῶν κύκλων τοῦ τε</add> ἡμισφαιρίου καὶ τοῦ κώ<add cause="omitted">νου</add>
<lb n="15"/> ἰσορ<add cause="omitted">ροπήσουσι περὶ τὸ Α σημεῖον πάντες οἱ κύκλο
οἱ ἐν τῷ ἡμισφαι</add>ρίῳ καὶ οἱ <add cause="omitted">ἐν τῷ κώνῳ αὐτοῦ</add> μένοντες
<add cause="omitted">πᾶσι τοῖς κύκλοις τοῖς ἐν</add> τῷ κώνῳ μετενεχθεῖσι καὶ
τεθεῖσι τοῦ ζυγοῦ κατὰ τὸ Θ οὕτως, ὥστε κέντρον <add cause="omitted">εἶναι
αὐτῶν</add> τοῦ βάρους τὸ Θ <add cause="omitted">ὥστε ἰσορροπήσουσι περὶ
<lb n="20"/> τὸ Α σημεῖον τό τε ἡμισφαίριον καὶ ὁ κῶνος αὐτοῦ</add>
μένοντα τῷ κώνῳ μετενεχθέντι καὶ τεθέντι <add cause="omitted">τοῦ ζυγοῦ
κατὰ τὸ Θ</add> οὕτως, ὥστε κέν<add cause="omitted">τρον</add> αὐτοῦ <add cause="omitted">εἶναι τοῦ
βάρους</add> τὸ Θ σημεῖον <gap reason="omitted"/> δ <gap reason="omitted"/> ἔλασσον
<gap reason="omitted"/>
<lb n="25"/> <gap reason="omitted"/>
<gap reason="omitted"/> τῶν δὲ <gap reason="omitted"/> <add cause="omitted">ἰσορροπ</add>ού<add cause="omitted">ντ</add>ων κατὰ
τὸ <add cause="omitted">Α</add><gap reason="omitted"/>τρ <gap reason="omitted"/> τὸ <gap reason="omitted"/><add cause="omitted">καὶ ἐπεί</add> ἐστιν,

<pb n="105"/>
ὡς ἡ Θ<add cause="omitted">Α πρὸς</add>ΑΧ, <gap reason="omitted"/> ἄξων ὁ ΑΗ <gap reason="omitted"/>
τά <gap reason="omitted"/> μον <gap reason="omitted"/>
<add cause="omitted">ση</add>μεῖ<add cause="omitted">ον</add><gap reason="omitted"/> κῶνον τοῖ<add cause="omitted">ς</add><gap reason="omitted"/> τοῦ κώνου
<gap reason="omitted"/> καὶ ἐπεὶ τετρα<add cause="omitted">πλασία ἐστὶν</add> ἡ σφαῖρα τοῦ
<lb n="5"/> <add cause="omitted">κώνου, οὗ βάσις ὁ</add> περὶ <add cause="omitted">διάμετρον τὴν Β△ κύκλος,
ἄξων δὲ ἡ ΑΗ</add><gap reason="omitted"/>
<gap reason="omitted"/>
<gap reason="omitted"/>.</p></div><div type="textpart" subtype="chapter" n="7"><head>ζ΄.</head><lb n="10"/><p> Θεωρεῖται <add cause="omitted">δὲ</add> διὰ τοῦ <add cause="omitted">τρόπου πού</add>του καὶ ὅτι
π<add cause="omitted">ᾶν τμᾶμα</add> σφαίρας πρὸς τὸν κῶνον <add cause="omitted">τὸν βάσιν</add>
ἔχοντα τὴν αὐ<add cause="omitted">τὴν τῷ τμήματι</add> καὶ ἄξονα <add cause="omitted">τὸν</add> αὐτὸν
τοῦτον ἔχει τὸν λόγον, ὃν ἔχει συναμφότερος ἥ τε ἐκ
τοῦ κέντρου τῆς σφαίρας καὶ τὸ ὕψος τοῦ λοιποῦ τμήματος
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12871276"/></figure>

<pb n="106"/>
πρὸς τὸ ὕψος τοῦ λοιποῦ <add cause="omitted">τμήματος</add><gap reason="omitted"/>
<gap reason="omitted"/> τω <gap reason="omitted"/>
<gap reason="omitted"/> ὀρθὴ <gap reason="omitted"/> τὸ αὐτὸ <gap reason="omitted"/>
<gap reason="omitted"/>
<lb n="5"/> <gap reason="omitted"/> παρὰ <gap reason="omitted"/>
<gap reason="omitted"/> <add cause="omitted">καὶ ἀπὸ τῆς</add> ΜΝ ἐπίπεδον ἀνεστάτω ὀρθὸν πρὸς
τὴν ΑΓ ποιήσει δὴ τοῦτο ἐν μὲν τῷ κυλίνδρῳ τομὴν
κύκλον, οὗ ἐστι διάμετρος ἡ ΜΝ, ἐν δὲ τῷ τμήματι τῆς
σφαίρας τομὴν κύκλον, οὗ διάμετρος ἡ ΞΟ, ἐν δὲ τῷ
<lb n="10"/> κώνῳ, οὗ βάσις ὁ περὶ διάμετρον τὴν ΕΖ κύκλος, κορυφὴ
δὲ τὸ Α σημεῖον, κύκλον, οὗ διάμετρός ἐστιν ἡ ΠΡ.
Ὁμοίως δὴ τοῖς πρότερον δειχθήσεται ἰσόρροπος περὶ
τὸ Α σημεῖον ὁ κύκλος, οὗ διάμετρος ἡ ΜΝ, αὐτοῦ μένων
ἀμφοτέροις τοῖς κύ<add cause="omitted">κλοις, ὧν διάμετροι αἱ ΞΟ, ΠΡ,
<lb n="15"/> μετεν</add>εχθεῖσι τοῦ ζυγοῦ <add cause="omitted">κατὰ τὸ Θ,</add> ὥστε ἑκατέρου
αὐτῶν κέντρον <add cause="omitted">τοῦ βάρους εἶναι τὸ Θ· ὁμοίως</add> δὲ <add cause="omitted">ἐπὶ
πάντων</add>. Συμπληρωθέντων οὖν καὶ τοῦ κυλίνδρου καὶ
τοῦ <add cause="omitted">κώνου καὶ τοῦ</add> τμήματος <add cause="omitted">τῆς σφαίρας ὑπὸ τῶν
κύκλων ἰσορροπήσει καὶ</add> ὁ κύλινδρος αὐτοῦ μένων

<pb n="107"/>
συναμφοτέροις τῷ τε κώνῳ καὶ τῷ τμήματι τῆς σφαίρας
μετενηνεγμένοις καὶ κειμένοις τοῦ ζυγοῦ κατὰ τὸ Θ.
Τεμνέσθω δὲ ἡ ΑΗ κατὰ τὰ Φ, Χ σημεῖα οὕτως ὥστε τὴν
μὲν ΑΧ εἶναι ἴσην τῇ ΧΗ, τὴν δὲ ΗΦ τρίτον μέρος τῆς
<lb n="5"/> ΑΗ ἔσται δὴ τοῦ μὲν κυλίνδρου κέντρον τοῦ βάρους
τὸ Χ διὰ τὸ διχοτομίαν εἶναι τοῦ ΑΗ ἄξονος. Ἐπεὶ οὖν
ἰσορροπεῖ περὶ τὸ Α σημεῖον τὰ εἰρημένα μεγέθη, ἔσται
ὡς ὁ κύλινδρος πρὸς ἀμφότερον τόν τε κῶνον, οὗ διάμετρος
τῆς βάσεως ἡ ΕΖ, καὶ τὸ τμῆμα τῆς σφαίρας τὸ ΒΑ△,
<lb n="10"/> οὕτως ἡ ΘΑ πρὸς ΑΧ. Καὶ ἐπεὶ <add cause="omitted">τριπλ</add>ασία ἐστὶν ἡ
ΗΑ τῆς ΗΦ, τρίτον μέρος ἐστὶν <add cause="omitted">τὸ ὑπὸ ΓΗ, ΗΦ τοῦ ὑπὸ
ΑΗ, ΗΓ. Ἴσον δὲ</add> τῷ ὑπὸ ΑΗ, ΗΓ τὸ ἀπὸ ΗΒ ἔσται δὴ
καὶ τοῦ ἀπὸ τῆς ΒΗ τρίτον μέρος τὸ ὑπὸ ΓΗ, <add cause="omitted">ΗΦ</add><gap reason="omitted"/>
<gap reason="omitted"/> ὑπὸ ΗΓ <gap reason="omitted"/> τὸ δὲ ἀπὸ ΑΗ <gap reason="omitted"/>
<lb n="15"/> ὑπὸ ΗΓ <gap reason="omitted"/>
<gap reason="omitted"/>τῆς<gap reason="omitted"/>ΚΛ<gap reason="omitted"/>
<gap reason="omitted"/> τρον<gap reason="omitted"/>οὕτως <add cause="omitted">ὁ κύλινδρος, οὗ
βάσις ὁ περὶ</add> διάμετρον <add cause="omitted">τὴν. . κύκλος</add> πρὸς τὸν<gap reason="omitted"/>
<gap reason="omitted"/><add cause="omitted">ὁ κύλινδρος, οὗ</add> βάσις <add cause="omitted"><gap reason="omitted"/>ὁ περὶ</add> διάμετρον
<lb n="20"/> τὴν ΚΛ κύκλος πρὸς τὸν ΑΕΖ κῶνον. Ὡς δὲ τὸ ἀπὸ ΘΑ
πρὸς <gap reason="omitted"/> ἄρα ἡ <gap reason="omitted"/> πρὸς τὸν
κῶνον. Ἐδείχθη δὲ καὶ <add cause="omitted">ὡς ἡ ΘΑ</add> πρὸς ΑΧ, οὕτως ὁ
κύλινδρος, οὗ βάσις ὁ περὶ διάμετρ<add cause="omitted">ον</add> τὴν ΚΛ κύκλος
<add cause="omitted">πρὸς τὸ</add> τμῆμα <add cause="omitted">τῆς σφαίρας τὸ ΑΒ△ καὶ τὸν</add> κῶνον·
<lb n="25"/> καὶ ὡς ἄρα ἡ ΘΑ πρὸς συναμφοτέρας τὰς <gap reason="omitted"/>
<gap reason="omitted"/> τὸ ΑΒ△ <add cause="omitted">τμῆμα τῆς σ</add>φαίρ<add cause="omitted">ας</add>
τα <gap reason="omitted"/>καὶ <gap reason="omitted"/>ὅ τε <gap reason="omitted"/>
<gap reason="omitted"/>ὡς τὸ
ΑΒ△ τμῆμα πρὸς τὸν κύλινδρον, οὗ ἐστι βάσις ὁ περὶ
<lb n="30"/> διάμετρον τὴν<gap reason="omitted"/>κύκ<add cause="omitted">λος</add>, ἄξων <add cause="omitted">δὲ ὁ</add> α<add cause="omitted">ὑτός, οὕτως</add>

<pb n="108"/>
<gap reason="omitted"/> Χ πρὸς <gap reason="omitted"/> ὡ<add cause="omitted">ς δὲ ὁ</add> κύλινδρος, οὗ βάσις
<add cause="omitted">ὁ περὶ διάμετρον</add> τὴν Κ<add cause="omitted">Λ κύκλος, πρὸς τὸν</add> ΑΒ△
κῶνον, <add cause="omitted">οὕτως</add><gap reason="omitted"/>τω <gap reason="omitted"/> πρὸς <gap reason="omitted"/>Β <gap reason="omitted"/>
<gap reason="omitted"/> η . Φ <gap reason="omitted"/> ὡς ἡ <gap reason="omitted"/>
<lb n="5"/> ἡ Α. Τῇ <gap reason="omitted"/>
<gap reason="omitted"/> καὶ ἡ ΗΓ καὶ <gap reason="omitted"/>.</p></div></div></body></text></TEI>