<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0552.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="14"><head>ιδ΄.</head><p>Ἔστω πρίσμα ὀρθὸν τετραγώνους ἔχον βάσεις, καὶ
ἔστω αὐτοῦ μία τῶν βάσεων τὸ ΑΒΓ△ τετράγωνον, καὶ
<lb n="15"/> ἐγγεγράφθω εἰς τὸ πρίσμα κύλινδρος, καὶ ἔστω τοῦ
κυλίνδρου βάσις ὁ ΕΖΗΘ κύκλος ἐφαπτόμενος τῶν τοῦ
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12871276"/></figure>
ΑΒΓ△ πλευρῶν κατὰ τὰ Ε, Ζ, Η, Θ, διὰ δὲ τοῦ κέντρου
αὐτοῦ καὶ τῆς τοῦ τετραγώνου πλευρᾶς τῆς ἐν τῷ κατεναντίον

<pb n="120"/>
ἐπιπέδῳ τοῦ ΑΒΓ△ τῆς κατὰ τὴν Γ△ ἐπίπεδον
ἤχθω· ἀποτεμεῖ δὴ τοῦτο ἀπὸ τοῦ ὅλου πρίσματος ἄλλο
πρίσμα, ὃ ἔσται τέταρτον μέρος τοῦ ὅλου πρίσματος,
αὐτὸ δὲ τοῦτο ἔσται περιεχόμενον ὑπὸ τριῶν παραλληλογράμμων
<lb n="5"/> καὶ δύο τριγώνων κατεναντίον ἀλλήλοις.
Γεγράφθω δὴ ἐν τῷ ΕΖΗ ἡμικυκλίῳ ὀρθογωνίου κώνου
τομή, ἔστω <add cause="omitted">δὲ</add><gap reason="omitted"/> ἐν τῇ τομῇ <gap reason="omitted"/> τῆς
ἡ ΖΚ, καὶ ἤχθω τις ἐν τῷ  △Η παραλληλογράμμῳ ἡ ΜΝ
παράλληλος οὖσα τῇ ΚΖ· τεμεῖ δὴ αὕτη τὴν μὲν τοῦ
<lb n="10"/> ἡμικυκλίου περιφέρειαν κατὰ τὸ Ξ, τὴν δὲ τοῦ κώνου
τομὴν κατὰ τὸ Λ. Καί ἐστιν ἴσον τὸ ὑπὸ ΜΝΛ τῷ ἀπὸ τῆς
ΝΖ· τοῦτο γάρ ἐστι σαφές· διὰ τοῦτο δὴ ἔσται ὡς ἡ
ΜΝ πρὸς ΝΛ, οὕτως τὸ ἀπὸ ΚΗ πρὸς τὸ ἀπὸ ΛΣ. Καὶ
ἀπὸ τῆς ΜΝ ἐπίπεδον ἀνεστάτω ὀρθὸν πρὸς τὴν ΕΗ·
<lb n="15"/> ποιήσει δὴ τὸ ἐπίπεδον ἐν τῷ πρίσματι τῷ ἀποτμηθέντι
ἀπὸ τοῦ ὅλου πρίσματος τομὴν τρίγωνον ὀρθογώνιον,
οὗ ἔσται μία τῶν περὶ τὴν ὀρθὴν γωνίαν ἡ ΜΝ, ἡ δὲ ἑτέρα
ἐν τῷ ἐπιπέδῳ τῷ ἀπὸ τῆς Γ△ ὀρθὴ πρὸς τὴν Γ△ ἀναγομένη
ἀπὸ τοῦ Ν ἴση τῷ ἄξονι τοῦ κυλίνδρου, ἡ δὲ ὑποτείνουσα
<lb n="20"/> ἐν αὐτῷ τῷ τέμνοντι ἐπιπέδῳ· ποιήσει δὲ καὶ ἐν τῷ
τμήματι τῷ ἀποτμηθέντι ἀπὸ τοῦ κυλίνδρου ὑπὸ τοῦ
ἐπιπέδου τοῦ ἀχθέντος διὰ τῆς ΕΗ καὶ τῆς τοῦ τετραγώνου
πλευρᾶς τῆς κατεναντίον τῇ Γ△ τομὴν τρίγωνον ὀρθογώνιον,
οὗ ἔσται μία τῶν περὶ τὴν ὀρθὴν γωνίαν ἡ ΜΞ, ἡ δὲ
<lb n="25"/> ἑτερα ἐν τῇ ἐπιφανείᾳ τοῦ κυλίνδρου <add cause="omitted">ἀν</add>ηγμένη <add cause="omitted">ἀπὸ
τοῦ Ξ</add> ὀρθὴ πρὸς τὸ ΚΝ ἐπίπεδον, <add cause="omitted">ἡ δὲ</add> ὑποτείνουσα
ἐν <add cause="omitted">τῷ τέμνοντι ἐπιπέδῳ</add>. Ὁμοίως οὖν, ἐπεὶ ἴσον ἐστὶν
τὸ ὑπὸ ΜΝ, ΜΛ τῷ ἀπὸ ΜΞ· <add cause="omitted">τοῦτο γὰρ φανε</add>ρόν <add cause="omitted">ἐστιν</add>·
ἔσται ὡς ἡ <add cause="omitted">ΜΝ</add> πρὸς τὴν <add cause="omitted">ΜΛ, οὕτως τὸ ἀπὸ ΜΝ</add>
<lb n="30"/> πρὸς τὸ <add cause="omitted">ἀπὸ ΜΞ. Ὡς δὲ τὸ ἀπὸ</add> ΜΝ πρὸς τὸ ἀπὸ <add cause="omitted">ΜΞ</add>,

<pb n="121"/>
οὕτως τὸ ἀπὸ <add cause="omitted">τῆς</add> ΜΝ τρίγω<add cause="omitted">νον τὸ ἐν τῷ πρίσμα</add>τι
γε<add cause="omitted">νόμενον πρὸς τὸ ἀπὸ ΜΞ τρίγω</add>νον τὸ ἐν τῷ <add cause="omitted">τμήματι
ἀφῃρημένον</add> ὑπὸ τῆς τοῦ κυλίνδρου ἐπιφανείας· ὡς
ἄρα ἡ ΜΝ πρὸς ΜΛ, <add cause="omitted">οὕτως τὸ τρίγωνον</add> πρὸς τὸ
<lb n="5"/> τρίγωνον. Ὁμοίως δὲ <add cause="omitted">δ</add>εί<add cause="omitted">ξομεν καί</add>, ἐὰν <add cause="omitted">ἄλλ</add>η
τ<add cause="omitted">ις ἀχθῇ ἐν τῷ περὶ τὴν τομὴν πε</add>ριγραφ<add cause="omitted">ἐντι</add> παραλληλογράμμῳ
<add cause="omitted">παρὰ</add> τὴν ΚΖ, καὶ ἀπὸ τῆς ἀχθείσης
ἐπί<add cause="omitted">πεδον ἀνασταθῇ ὀρθὸν</add> πρὸς τὴν ΕΗ, ὅτι ἔσται
ὡς τὸ τρίγωνον τὸ γενόμενον ἐν τῷ πρίσματι πρὸς τὸ
<lb n="10"/>  <gap reason="omitted"/> τμήματι <gap reason="omitted"/> ἀπὸ τοῦ κυλίνδρου, οὕτως
ἡ ἀχθεῖσα <add cause="omitted">ἐν</add> τῷ △Η παραλληλογράμμῳ παράλληλος
τῇ ΚΖ <add cause="omitted">πρὸς τὴν</add> ἀποληφθεῖσαν ὑπὸ τῆς ΕΗΖ τοῦ
ὀρθογωνίου κώνου τομῆς καὶ τῆς ΕΗ διαμέτρου. Συμπληρωθέντος
οὖν τοῦ △Η παραλληλογράμμου ὑπὸ τῶν
<lb n="15"/> ἡγμένων παρὰ τὴν ΚΖ καὶ τοῦ τμήματος τοῦ περιεχομένου
ὑπό τε τῆς τοῦ ὀρθογωνίου κώνου τομῆς καὶ τῆς διαμέτρου
ὑπὸ τῶν ἀπολαμβανομένων ἐν τῷ τμήματι συμπληρω
<gap reason="omitted"/> τοῦ τμήματος τοῦ <gap reason="omitted"/> ἐν τῷ ἀπὸ τοῦ
<gap reason="omitted"/> γινομ <gap reason="omitted"/> πων <gap reason="omitted"/> τά γ <gap reason="omitted"/> α καὶ
<lb n="20"/> <gap reason="omitted"/> τῷ △Η <gap reason="omitted"/> δὲ
ετι <gap reason="omitted"/> μα <gap reason="omitted"/> η
ετι <gap reason="omitted"/> ἀπ <gap reason="omitted"/>
<gap reason="omitted"/> ἀγομένων παρὰ τὴν ΚΖ <gap reason="omitted"/>
<gap reason="omitted"/> τομῆς καὶ <gap reason="omitted"/> ει ταῖς ἐν
<lb n="25"/> τῷ △Η παραλληλογράμμῳ ἠγμέναις παρὰ τὴν ΚΖ,
καὶ ἔσται ὡς πάντα τὰ τρίγωνα τὰ ἐν τῷ πρίσματι πρὸς
πάντα τὰ τρίγωνα τὰ ἐν τῷ ἀποτμηθέντι τμήματι τοῦ
κυλίνδρου ἀφῃρημένα, οὕτως πᾶσαι αἱ εὐθεῖαι αἱ ἐν τῷ
△Η παραλληλογράμμῳ πρὸς πάσας τὰς εὐθείας τὰς
<lb n="30"/> μεταξὺ τῆς τοῦ ὀρθογωνίου κώνου τομῆς καὶ τῆς ΕΗ

<pb n="122"/>
εὐθείας. Καὶ ἐκ μὲν τῶν ἐν τῷ πρίσματι τριγώνων σύγκειται
τὸ πρίσμα, ἐκ δὲ τῶν ἐν τῷ ἀποτμήματι τῷ <add cause="omitted">ἀποτμηθέντι</add>
ἀπὸ τοῦ κυλίνδρου τὸ ἀπότμημα, ἐκ δὲ τῶν ἐν τῷ △Η
παραλληλογράμμῳ παραλλήλων τῇ ΚΖ τὸ △Η παραλληλόγραμμον,
<lb n="5"/> ἐκ δὲ τῶν <gap reason="omitted"/>  μεταξὺ τῆς τοῦ ὀρθογωνίου
κώνου τομῆς καὶ τῆς ΕΗ <add cause="omitted">τὸ τμῆμα</add> <del>τῆς παραβολῆς</del>·
ὡς ἄρα τὸ πρίσμα πρὸς τὸ ἀπότμημα τὸ ἀπὸ τοῦ κυλίνδρου,
οὕτω τὸ △Η παραλληλόγραμμον πρὸς τὸ ΕΖΗ τμῆμα
τὸ περιεχόμενον ὑπὸ τῆς τοῦ ὀρθογωνίου κώνου τομῆς
<lb n="10"/> καὶ τῆς ΕΗ εὐθείας. Ἡμιόλιον δὲ τὸ △Η παραλληλόγραμμον
τοῦ τμήματος τοῦ περιεχομένου ὑπὸ τῆς τοῦ
ὀρθογωνίου κώνου τομῆς καὶ τῆς ΕΗ εὐθείας· δέδεικται
γὰρ τοῦτο ἐν τοῖς πρότερον ἐκδεδομένοις· ἡμιόλιον
ἄρα ἐστὶ καὶ τὸ πρίσμα τοῦ ἀποτμήματος τοῦ ἀφῃρημένου
<lb n="15"/> ἀπὸ τοῦ κυλίνδρου· οἵων ἄρα ἐστὶ τὸ ἀπότμημα τοῦ
κυλίνδρου δύο, τοιούτων ἐστὶ τὸ πρίσμα τριῶν. Οἵων δὲ
τὸ πρίσμα τριῶν, τοιούτων ἐστὶν τὸ ὅλον πρίσμα τὸ
περιέχον τὸν κύλινδρον ιβ διὰ τὸ δ΄ εἶναι τὸ ἕτερον τοῦ
ἑτέρου οἵων ἄρα τὸ ἀπότμημα τοῦ κυλίνδρου δύο,
<lb n="20"/> τοιούτων ἐστὶν τὸ ὅλον πρίσμα ιβ ὥστε τὸ τμῆμα τὸ
ἀποτμηθὲν ἀπὸ τοῦ κυλίνδρου ἕκτον μέρος ἐστὶ τοῦ
πρίσματος.</p></div></div></body></text></TEI>