<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0552.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="13"><head>ιγ΄.</head><p>Ἔστω δὴ πάλιν τὸ <add cause="omitted">ὀρθὸν πρὸς</add> τὸν ἄξονα παραλληλόγραμμον
<lb n="5"/> τὸ ΜΝ καὶ ὁ κύκλος <add cause="omitted">ὁ</add> ΞΟ<add cause="omitted">ΠΡ</add>, καὶ
ἐπεζ<add cause="omitted">εύχθω</add>σαν αἱ ΘΜ, ΘΗ, καὶ ἀνεστάτω ἀπʼ αὐτῶν
ἐπίπεδα ὀρθὰ πρὸς τὸ ἐπίπεδον, ἐν ᾧ ἐστι τὸ ΟΠΡ ἡμικύκλιον,
καὶ ἐκβεβλήσθω ἐφʼ ἑκάτερα τὰ εἰρημένα ἐπίπεδα·
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12871276"/></figure>
ἔσται δή τι πρίσμα βάσιν μὲν ἔχον τηλικαύτην, ἡλίκη
<lb n="10"/> ἐστὶ τὸ ΘΜΗ τρίγωνον, ὕψος δὲ ἴσον τῷ ἄξονι τοῦ κυλίνδρου,
καί ἐστι τὸ πρίσμα τοῦτο τέταρτον μέρος τοῦ ὅλου
πρίσματος τοῦ περιέχοντος τὸν κύλινδρον. Ἤχθωσαν
δέ τινες εὐθεῖαι ἐν τῷ ΟΠΡ ἡμικυκλίῳ καὶ ἐν τῷ ΜΝ
τετραγώνῳ αἱ ΚΛ, ΤΥ ἴσον ἀπέχουσαι τῆς ΠΞ· τέμνουσιν
<lb n="15"/> δὴ αὗται τὴν μὲν τοῦ ΟΠΡ ἡμικυκλίου περιφέρειαν κατὰ
τὰ Κ, Τ σημεῖα, τὴν δὲ ΟΡ διάμετρον κατὰ τὰ Σ, Ζ, τὰς
δὲ ΘΗ, ΘΜ κατὰ τὰ Φ, Χ, καὶ ἀνεστάτω ἀπὸ τῶν ΚΛ, ΤΥ
ἐπίπεδα ὀρθὰ πρὸς τὴν ΟΡ καὶ ἐκβεβλήσθω ἐφʼ ἑκάτερα
τοῦ ἐπιπέδου, ἐν ᾧ ἐστιν ὁ <add cause="omitted">ΞΟΠΡ</add> κύκλος· ποιήσει δὴ

<pb n="119"/>
τὸ ἕτερον <add cause="omitted">ἐν</add> μὲν τῷ ἡμικυλινδρίῳ, οὗ βάσις μέν ἐστιν
τὸ ΟΠΡ ἡμικύκλιον, ὕψος δὲ τὸ αὐτὸ τῷ κυλίνδρῳ, τομὴν
παραλληλόγραμμον, οὗ ἐστιν μία μὲν πλευρὰ ἴση τῇ
ΚΣ, ἡ δὲ ἑτέρα ἴση τῷ ἄξονι τοῦ κυλίνδρου, ἐν δὲ τῷ
<lb n="5"/> πρίσματι τῷ ΘΗΜ ὁμοίως παραλληλόγραμμον, οὗ ἔσται
μία μὲν ἴση τῇ ΛΧ, ἡ δὲ ἑτέρα ἴση τῷ ἄξονι· διὰ δὲ τὰ
αὐτὰ ἐν τῷ αὐτῷ ἡμικυλινδρίῳ ἔσται τι παραλληλόγραμμον,
οὗ ἐστι μία μὲν πλευρὰ ἴση τῇ ΤΖ, ἡ δὲ ἑτέρα ἴση
τῷ ἄξονι <add cause="omitted">τοῦ κυλίνδρου, ἐν δὲ τῷ πρίσματι παραλληλόγραμμον,
<lb n="10"/> οὗ ἐστιν ἡ μὲν μία</add> πλευρὰ ἴση τῇ ΥΦ,
ἡ δὲ ἑτέρα ἴση τῷ ἄξονι τοῦ κυλίνδρου <gap reason="omitted"/>.</p></div></div></body></text></TEI>